Τετάρτη 4 Ιουλίου 2012

Ὠριγένης

Ἀποκάλυψε τοὺς ὀφθαλμούς μου

ΕΣΤΙΝ οὖν Υἱὸς τοῦ δόντος τὸν νόμον καὶ τοὺς προφήτας Θεοῦ ὁ Ἰησοῦς· καὶ τοῦτον ἡμεῖς οἱ ἀπὸ τῆς Ἐκκλησίας οὐχ ὑπερβαίνομεν͵ ἀλλὰ καὶ ἀπεδράσαμεν μὲν τὰς Ἰουδαίων μυθολογίας σωφρονιζόμεθα δὲ καὶ παιδευόμεθα τῇ τοῦ νόμου καὶ τῶν προφητῶν μυστικῇ θεωρίᾳ. Καὶ γὰρ οἱ προφῆται͵ ὡς μὴ καταπαύοντες τὸν νοῦν τῶν λεγομένων ἐν τῇ προφανεῖ ἱστορίᾳ μηδ΄ ἐν τῇ κατὰ τὰς λέξεις καὶ τὸ γράμμα νομοθεσίᾳ͵ ὅπου μέν φασιν ἱστορίας δῆθεν ἐκθησόμενοι τό· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου͵ φθέγξομαι προβλήματα ἀπ΄ ἀρχῆς͵ ὅπου δὲ εὐχόμενοι περὶ τοῦ νόμου ὡς ἀσαφοῦς καὶ δεομένου Θεοῦ͵ ἵνα νοηθῇ͵ λέγουσιν ἐν εὐχῇ· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου. ... Ἱκανός ἐστιν ὁ τοῦ θεοῦ Λόγος͵ γενόμενος τοῖς ζητοῦσιν αὐτὸν ἢ τοῖς ἐπιφαινόμενον αὐτὸν παραδεχομένοις͵ γνωρίσαι καὶ ἀποκαλύψαι τὸν Πατέρα͵ πρὸ τῆς παρουσίας αὐτοῦ οὐχ ὁρώμενον. Τίς δ΄ ἄλλος σῶσαι καὶ προσαγαγεῖν τῷ ἐπὶ πᾶσι Θεῷ δύναται τὴν τοῦ ἀνθρώπου ψυχὴν ἢ ὁ Θεὸς Λόγος; Ὅστις ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ὢν διὰ τοὺς κολληθέντας τῇ σαρκὶ καὶ γενομένους ὅπερ σὰρξ ἐγένετο σάρξ͵ ἵνα χωρηθῇ ὑπὸ τῶν μὴ δυναμένων αὐτὸν βλέπειν καθὸ Λόγος ἦν καὶ πρὸς Θεὸν ἦν καὶ Θεὸς ἦν. Καὶ σωματικῶς γε λαλούμενος καὶ ὡς σὰρξ ἀπαγγελλόμενος ἐφ΄ ἑαυτὸν καλεῖ τοὺς ὄντας σάρκα͵ ἵν΄ αὐτοὺς ποιήσῃ πρῶτον μορφωθῆναι κατὰ Λόγον τὸν γενόμενον σάρκα καὶ μετὰ τοῦτο αὐτοὺς ἀναβιβάσῃ ἐπὶ τὸ ἰδεῖν αὐτόν͵ ὅπερ ἦν πρὶν γένηται σάρξ· ὥστε αὐτοὺς ὠφεληθέντας καὶ ἀναβάντας ἀπὸ τῆς κατὰ σάρκα εἰσαγωγῆς εἰπεῖν τό· Εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἐγνώκαμεν͵ ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Σὰρξ οὖν ἐγένετο καὶ γενόμενος σὰρξ ἐσκήνωσεν ἐν ἡμῖν οὐκ ἔξω γινόμενος ἡμῶν͵ σκηνώσας δὲ καὶ γενόμενος ἐν ἡμῖν οὐκ ἔμεινεν ἐπὶ τῆς πρώτης μορφῆς͵ ἀλλ΄ ἀναβιβάσας ἡμᾶς ἐπὶ τὸ λογικὸν ὑψηλὸν ὄρος ἔδειξεν ἡμῖν τὴν ἔνδοξον μορφὴν ἑαυτοῦ καὶ τὴν λαμπρότητα τῶν ἐνδυμάτων αὐτοῦ καὶ οὐχ ἑαυτοῦ γε μόνου ἀλλὰ καὶ τοῦ πνευματικοῦ γε νόμου͵ ὅς ἐστιν ἐν δόξῃ ὀφθεὶς μετὰ Ἰησοῦ Μωϋσῆς. Ἔδειξε δ΄ ἡμῖν καὶ πᾶσαν προφητείαν͵ οὐδὲ μετὰ τὸ ἐνανθρωπῆσαι ἀποθνῄσκουσαν ἀλλ΄ ἀναλαμβανομένην εἰς οὐρανόν͵ ἧς σύμβολον Ἠλίας ἦν. Ὁ δὲ ταῦτα θεωρήσας εἴποι ἂν τό· Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ͵ δόξαν ὡς μονογενοῦς παρὰ Πατρός͵ πλήρης χάριτος καὶ ἀληθείας.


Θὰ βρεῖς θεία αἴσθηση

ΩΣΠΕΡ φαντασίαν λαμβάνομεν ὄναρ ἀκούειν καὶ πλήσσεσθαι τὴν αἰσθητὴν ἀκοὴν καὶ ὁρᾶν δι΄ ὀφθαλμῶν͵ οὔτε τῶν τοῦ σώματος ὀφθαλμῶν οὔτε τῆς ἀκοῆς πλησσομένης ἀλλὰ τοῦ ἡγεμονικοῦ ταῦτα πάσχοντος͵ οὕτως οὐδὲν ἄτοπον τοιαῦτα γεγονέναι ἐπὶ τῶν προφητῶν͵ ὅτε ἀναγέγραπται ἑωρακέναι τινὰ αὐτοὺς παραδοξότερα ἢ ἀκηκοέναι λόγους Κυρίου ἢ τεθεωρηκέναι οὐρανοὺς ἀνοιγομένους. Ἐγὼ γὰρ οὐχ ὑπολαμβάνω τὸν αἰσθητὸν οὐρανὸν ἀνεῷχθαι καὶ τὸ σῶμα αὐτοῦ ἀνοιγνύμενον διῃρῆσθαι͵ ἵνα ἀναγράψῃ τὸ τοιοῦτον Ἰεζεκιήλ. Μή ποτ΄ οὖν καὶ ἐπὶ τοῦ σωτῆρος τὸν φρονίμως ἀκούοντα τῶν εὐαγγελίων τὸ ὅμοιον ἐκδεκτέον͵ κἂν προσκόπτῃ τὸ τοιοῦτον τοῖς ἁπλουστέροις͵ οἳ διὰ πολλὴν ἁπλότητα κινοῦσι τὸν κόσμον͵ σχίζοντες τὸ τηλικοῦτον σῶμα ἡνωμένον τοῦ παντὸς οὐρανοῦ. Ὁ δὲ βαθύτερον τὸ τοιοῦτον ἐξετάζων ἐρεῖ ὅτι οὔσης͵ ὡς ἡ γραφὴ ὠνόμασε͵ θείας τινὸς γενικῆς αἰσθήσεως͵ ἣν μόνος ὁ μακάριος εὑρίσκει ἤδη κατὰ τὸ λεγόμενον καὶ παρὰ τῷ Σολομῶντι· Ὅτι αἴσθησιν θείαν εὑρήσεις͵ καὶ ὄντων εἰδῶν ταύτης τῆς αἰσθήσεως͵ ὁράσεως πεφυκυίας βλέπειν τὰ κρείττονα σωμάτων πράγματα͵ ἐν οἷς δηλοῦται τὰ χερουβὶμ ἢ τὰ σεραφίμ͵ καὶ ἀκοῆς ἀντιλαμβανομένης φωνῶν οὐχὶ ἐν ἀέρι τὴν οὐσίαν ἐχουσῶν͵ καὶ γεύσεως χρωμένης ἄρτῳ ζῶντι καὶ ἐξ οὐρανοῦ καταβεβηκότι καὶ ζωὴν διδόντι τῷ κόσμῳ͵ οὕτω δὲ καὶ ὀσφρήσεως ὀσφραινομένης τοιῶνδε͵ καθὸ Χριστοῦ εὐωδία λέγει εἶναι τῷ θεῷ Παῦλος͵ καὶ ἁφῆς͵ καθ΄ ἣν Ἰωάννης φησὶ ταῖς χερσὶν ἐψηλαφηκέναι περὶ τοῦ λόγου τῆς ζωῆς· οἱ μακάριοι προφῆται τὴν θείαν αἴσθησιν εὑρόντες καὶ βλέποντες θείως καὶ ἀκούοντες θείως καὶ γευόμενοι ὁμοίως καὶ ὀσφραινόμενοι͵ ἵν΄ οὕτως ὀνομάσω͵ αἰσθήσει οὐκ αἰσθητῇ καὶ ἁπτόμενοι τοῦ λόγου μετὰ πίστεως͵ ὥστ΄ ἀπορροὴν αὐτοῦ ἥκειν εἰς αὐτοὺς θεραπεύσουσαν αὐτούς͵ οὕτως ἑώρων ἃ ἀναγράφουσιν ἑωρακέναι καὶ ἤκουον ἃ λέγουσιν ἀκηκοέναι καὶ τὰ παραπλήσια ἔπασχον͵ ὡς ἀνέγραφον͵ ἐσθίοντες κεφαλίδα διδομένην αὐτοῖς βιβλίου.

Οὕτω δὲ καὶ Ἰσαὰκ ὠσφράνθη τῆς ὀσμῆς τῶν τοῦ υἱοῦ θειοτέρων ἱματίων καὶ ἐπεῖπε πνευματικῇ εὐλογίᾳ τό· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους͵ ὃν εὐλόγησεν ὁ Κύριος. Παραπλησίως δὲ τούτοις καὶ νοητῶς μᾶλλον ἢ αἰσθητῶς Ἰησοῦς ἥψατο τοῦ λεπροῦ͵ ἵν΄ αὐτὸν καθαρίσῃ͵ ὡς ἐγὼ οἶμαι͵ διχῶς͵ ἀπαλλάττων αὐτὸν οὐ μόνον͵ ὡς οἱ πολλοὶ ἀκούουσι͵ λέπρας αἰσθητῆς δι΄ αἰσθητῆς ἁφῆς ἀλλὰ καὶ τῆς ἄλλης διὰ τῆς ὡς ἀληθῶς θείας αὐτοῦ ἁφῆς. Οὕτως οὖν ἐμαρτύρησεν ὁ Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ͵ καὶ ἔμεινεν ἐπ΄ αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν͵ ἀλλ΄ ὁ πέμψας με βαπτίζειν ἐν τῷ ὕδατι͵ ἐκεῖνός μοι εἶπεν· Ἐφ΄ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ΄ αὐτόν͵ οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα͵ καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. Καὶ τῷ Ἰησοῦ γε ἠνοίχθησαν οἱ οὐρανοί· καὶ τότε μὲν πλὴν Ἰωάννου οὐδεὶς ἀναγέγραπται ἑωρακέναι ἀνοιχθέντας τοὺς οὐρανούς. Τοῦτο δὲ τὸ ἀνοιχθῆναι τοὺς οὐρανοὺς προλέγων τοῖς μαθηταῖς ὁ σωτὴρ ἐσόμενον ὀψομένοις αὐτό φησιν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν͵ ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαί νοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. Καὶ οὕτως Παῦλος ἡρπάγη εἰς τρίτον οὐρανόν͵ πρότερον ἰδὼν αὐτὸν ἀνοιχθέντα͵ ἐπεὶ μαθητὴς ἦν Ἰησοῦ.


Βλέποντας μὲ τὸ μάτι τῆς ψυχῆς

ΛΕΚΤΕΟΝ ὅτι Μωϋσῆς ἀναγράφων τὴν κοσμοποιΐαν εἰσάγει τὸν ἄνθρωπον πρὸ μὲν τῆς παραβάσεως πῇ μὲν βλέποντα πῇ δὲ μὴ βλέποντα͵ βλέποντα μὲν ἐν τῷ λέγεσθαι περὶ τῆς γυναικὸς ὅτι Εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι͵ μὴ βλέποντα δὲ οὐ μόνον ἐν τῷ λέγεσθαι ὡς περὶ τυφλῶν ὀφθαλμῶν ὑπὸ τοῦ ὄφεως τῇ γυναικὶ τὸ Ἤδει γὰρ ὁ Θεὸς ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ΄ αὐτοῦ͵ διανοιχθήσονται οἱ ὀφθαλμοὶ ὑμῶν͵ ἀλλὰ καὶ ἐν τῷ Ἔφαγον καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο. Διηνοίχθησαν μὲν οὖν αὐτῶν οἱ ὀφθαλμοὶ τῆς αἰσθήσεως͵ οὓς καλῶς ἦσαν μύσαντες͵ ἵνα μὴ περισπώμενοι ἐμποδίζωνται βλέπειν τῷ τῆς ψυχῆς ὀφθαλμῷ· οὓς δὲ τέως εἶχον βλέποντας τῆς ψυχῆς ὀφθαλμοὺς καὶ εὐφραινομένους ἐπὶ τῷ Θεῷ καὶ τῷ παραδείσῳ αὐτοῦ͵ τούτους οἶμαι διὰ τὴν ἁμαρτίαν ἔμυσαν. Ὅθεν καὶ ὁ Σωτὴρ ἡμῶν͵ τὸ διττὸν τοῦτο τῶν ὀφθαλμῶν ἐπιστάμενος εἶδος ἐν ἡμῖν͵ φησὶ τό· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον εἰσῆλθον͵ ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται͵ μὴ βλέποντας μὲν αἰνιττόμενος τοὺς τῆς ψυχῆς ὀφθαλμούς͵ οὓς ὁ λόγος ποιεῖ βλέπειν͵ βλέποντας δὲ τοὺς τῶν αἰσθήσεων· τούτους δὲ ἐτύφλου ὁ Λόγος͵ ἵνα ἀπερισπάστως ἡ ψυχὴ βλέπῃ ἃ δεῖ.

Παντὸς οὖν τοῦ κατὰ τρόπον χριστιανίζοντος ὁ τῆς ψυχῆς ἐγήγερται ὀφθαλμὸς καὶ ὁ τῆς αἰσθήσεως μέμυκε· καὶ ἀνάλογον τῇ ἐγέρσει τοῦ κρείττονος ὀφθαλμοῦ καὶ τῇ μύσει τῶν ὄψεων τῆς αἰσθήσεως νοεῖται καὶ θεωρεῖται ἑκάστῳ ὁ ἐπὶ πᾶσι Θεὸς καὶ ὁ Υἱὸς αὐτοῦ͵ Λόγος καὶ Σοφία τυγχάνων. ... Χριστιανὸς δὲ καὶ ὁ ἰδιώτης πάντα μὲν τόπον τοῦ κόσμου πέπεισται εἶναι μέρος τοῦ ὅλου͵ ναοῦ τοῦ θεοῦ ὄντος τοῦ παντὸς κόσμου· ἐν παντὶ δὲ τόπῳ εὐχόμενος͵ μύσας τοὺς τῆς αἰσθήσεως ὀφθαλμοὺς καὶ ἐγείρας τοὺς τῆς ψυχῆς͵ ὑπεραναβαίνει τὸν ὅλον κόσμον. Καὶ οὐδ΄ ἐπὶ τὴν ἁψῖδα ἵσταται τοῦ οὐρανοῦ͵ ἀλλ΄ εἰς τὸν ὑπερουράνιον γενόμενος τῇ διανοίᾳ τόπον͵ ὁδηγούμενος ὑπὸ τοῦ θείου Πνεύματος καὶ ὡσπερεὶ ἔξω τοῦ κόσμου τυγχάνων ἀναπέμπει οὐ περὶ τῶν τυχόντων τὴν εὐχὴν τῷ Θεῷ· ἔμαθε γὰρ ἀπὸ τοῦ Ἰησοῦ μηδὲν μικρόν͵ τουτέστιν αἰσθητόν͵ ζητεῖν ἀλλὰ μόνα τὰ μεγάλα καὶ ἀληθῶς θεῖα͵ ὅσα συμβάλλεται διδόμενα ὑπὸ τοῦ Θεοῦ πρὸς τὸ ὁδεῦσαι ἐπὶ τὴν παρ΄ αὐτῷ διὰ τοῦ Υἱοῦ αὐτοῦ Λόγου ὄντος Θεοῦ μακαριότητα.


Τὸ Α καὶ τὸ Ω

ΟΥ γίνεται ἀτεχνῶς ἓν ὡς ἓν οὐδὲ πολλὰ ὡς μέρη ὁ Υἱός͵ ἀλλ΄ ὡς πάντα ἓν ἔνθεν καὶ ἄλλως πάντα ἕν· κύκλος γὰρ ὁ αὐτὸς πασῶν τῶν δυνάμεων εἰς ἓν εἰλομένων καὶ ἑνουμένων. διὰ τοῦτο τὸ Α καὶ τὸ Ω ὁ Λόγος εἴρηται͵ οὗ μόνου τὸ τέλος ἀρχὴ γίνεται καὶ τελευτᾷ πάλιν ἐπὶ τὴν ἄνωθεν ἀρχὴν οὐδαμοῦ διάστασιν λαβών. Διὸ δὴ καὶ τὸ εἰς αὐτὸν καὶ δι΄ αὐτοῦ πιστεῦσαι μοναδικόν ἐστι γενέσθαι ἀπερισπάστως ἑνούμενον ἐν αὐτῷ͵ τὸ δὲ ἀπιστῆσαι διστάσαι ἐστὶν καὶ διαστῆναι καὶ μερισθῆναι.


Θεία καὶ ἀνθρώπινη φύση ἄρχισαν νὰ συνυφαίνονται

ΚΑΙ ΑΥΤΟΣ γὰρ ὁ Ἰησοῦς ἐβούλετο καὶ οἱ μαθηταὶ αὐτοῦ μὴ μόνον τῇ θειότητι καὶ τοῖς παραδόξοις αὐτοῦ πιστεύειν τοὺς προσιόντας, ὡς οὐ κοινωνήσαντος τῇ ἀνθρωπίνη φύσει οὐδ᾽ ἀναλαβόντος τὴν ἐν ἀνθρώποις σάρκα ἐπιθυμοῦσαν "κατὰ τοῦ πνεύματος"· ἀλλὰ γὰρ καὶ τὴν καταβᾶσαν εἰς ἀνθρωπίνην φύσιν καὶ εἰς ἀνθρωπίνας περιστάσεις δύναμιν καὶ ἀναλαβοῦσαν ψυχὴν καὶ σῶμα ἀνθρώπινον ἑώρων ἐκ τοῦ πιστεύεσθαι μετὰ τῶν θειοτέρων συμβαλλομένην εἰς σωτηρίαν τοῖς πιστεύουσιν, ὁρῶσιν ὅτι ἀπ᾽ ἐκείνου ἤρξατο θεία καὶ ἀνθρωπίνη συνυφαίνεσθαι φύσις, ἵν᾽ ἡ ἀνθρωπίνη τῇ πρὸς τὸ θειότερον κοινωνίᾳ γένηται θεία οὐκ ἐν μόνῳ τῷ Ἰησοῦ ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ τοῦ πιστεύειν ἀναλαμβάνουσι βίον, ὃν Ἰησοῦς ἐδίδαξεν, ἀνάγοντα ἐπὶ τὴν πρὸς θεὸν φιλίαν καὶ τὴν πρὸς ἐκεῖνον κοινωνίαν πάντα τὸν κατὰ τὰς Ἰησοῦ ὑποθήκας ζῶντα.


Ἐνεργοποιώντας ὅλο τὸ σῶμα κινεῖ τὴν Ἐκκλησία

ΣΩΜΑ Χριστοῦ φασιν εἶναι οἱ θεῖοι λόγοι ὑπὸ τοῦ Υἱοῦ τοῦ Θεοῦ ψυχούμενον τὴν πᾶσαν τοῦ θεοῦ Ἐκκλησίαν͵ μέλη δὲ τούτου τοῦ σώματος εἶναι ὡς ὅλου τούσδε τινὰς τοὺς πιστεύοντας· ἐπείπερ ὥσπερ ψυχὴ ζῳοποιεῖ καὶ κινεῖ τὸ σῶμα οὐ πεφυκὸς ἀφ΄ ἑαυτοῦ κινεῖσθαι ζωτικῶς͵ οὕτως ὁ Λόγος κινῶν ἐπὶ τὰ δέοντα καὶ ἐνεργῶν τὸ ὅλον σῶμα τὴν Ἐκκλησίαν κινεῖ καὶ ἕκαστον μέλος τῶν ἀπὸ τῆς Ἐκκλησίας οὐδὲν χωρὶς Λόγου πράττοντα.


Ἄλλον ἐλεεῖ καὶ ἄλλον σκληρύνει

ΟΡΑ τοίνυν εἰ διά τινος παραδείγματος͵ ᾧ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐχρήσατο͵ δυνάμεθα παραστῆσαι͵ πῶς μιᾷ ἐνεργείᾳ ὁ Θεὸς ὃν μὲν ἐλεεῖ͵ ὃν δὲ σκληρύνει͵ οὐ προτιθέμενος σκληρύνειν͵ ἀλλὰ διὰ προθέσεως χρηστῆς͵ ᾗ ἐπακολουθεῖ διὰ τὸ τῆς κακίας ὑποκείμενον τοῦ παρ΄ ἑαυτοῖς κακοῦ τὸ σκληρύνεσθαι͵ σκληρύνειν λεγόμενος τὸν σκληρυνόμενον. Γῆ φησιν ἡ πιοῦσα τὸν ἐπ΄ αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις͵ δι΄ οὓς καὶ γεωργεῖται͵ μεταλαμβάνει εὐλογίας ὑπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους͵ ἀδόκιμος καὶ κατάρας ἐγγύς͵ ἧς τὸ τέλος εἰς καῦσιν. Οὐκοῦν μία ἐνέργεια ἡ κατὰ τὸν ὑετόν· μιᾶς δὲ ἐνεργείας οὔσης τῆς κατὰ τὸν ὑετόν͵ ἡ μὲν γεωργηθεῖσα γῆ καρποφορεῖ͵ ἡ δὲ ἀμεληθεῖσα καὶ χέρσος ἀκανθοφορεῖ. Καὶ δύσφημον μὲν ἂν δόξαι εἶναι τὸ λέγειν τὸν ὕοντα· ἐγὼ τοὺς καρποὺς ἐποίησα καὶ τὰς ἀκάνθας τὰς ἐν τῇ γῇ͵ ἀλλ΄ εἰ καὶ δύσφημον͵ ἀλλ΄ ἀληθές· ὑετοῦ γὰρ μὴ γενομένου οὔτ΄ ἂν καρποὶ οὔτ΄ ἂν ἄκανθαι γεγόνεισαν͵ τούτου δὲ εὐκαίρως καὶ μεμετρημένως ἐπιρρεύσαντος ἀμφότερα γεγένηται. Ἐκφέρουσα γοῦν ἀκάνθας καὶ τριβόλους ἡ πιοῦσα γῆ τὸν ἐπ΄ αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν ἀδόκιμος καὶ κατάρας ἐγγύς.

Οὐκοῦν τὸ μὲν ἀγαθὸν τοῦ ὑετοῦ καὶ ἐπὶ τὴν χείρονα γῆν ἐλήλυθε͵ τὸ δὲ ὑποκείμενον͵ ἠμελημένον καὶ ἀγεώργητον τυγχάνον͵ ἀκάνθας καὶ τριβόλους ἐβλάστησεν. Οὕτω τοίνυν καὶ τὰ γινόμενα ὑπὸ τοῦ Θεοῦ τεράστια οἱονεὶ ὑετός ἐστιν· αἱ δὲ προαιρέσεις αἱ διάφοροι οἱονεὶ ἡ γεγεωργημένη γῆ ἐστι καὶ ἡ ἠμελημένη͵ μία τῇ φύσει ὡς γῆ τυγχάνουσα. ... Ἅμα δὲ σαφῶς δηλοῦται ὅτι ὅσον ἐπὶ τῇ ὑποκειμένῃ φύσει͵ ὥσπερ εἷς ὑπόκειται τῷ κεραμεῖ πηλός͵ ἀφ΄ οὗ φυράματος γίνεται εἰς τιμὴν καὶ εἰς ἀτιμίαν σκεύη͵ οὕτω μιᾶς φύσεως πάσης ψυχῆς ὑποκειμένης τῷ Θεῷ καὶ ἵν΄ οὕτως εἴπω ἑνὸς φυράματος ὄντος τῶν λογικῶν ὑποστάσεων͵ πρεσβύτερά τινα αἴτια πεποίηκεν τούσδε μὲν εἶναι εἰς τιμὴν τούσδε δὲ εἰς ἀτιμίαν. Εἰ δὲ ἐπιπλήσσει ἡ λέξις τοῦ ἀποστόλου ἡ λέγουσα· μενοῦνγε͵ ὦ ἄνθρωπε͵ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; τάχα διδάσκει ὅτι ὁ μὲν παρρησίαν ἔχων πρὸς τὸν Θεὸν καὶ πιστὸς καὶ εὖ βιοὺς οὐκ ἂν ἀκούσαι· σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; ὁποῖος ἦν Μωσῆς· Μωσῆς γὰρ ἐλάλει͵ ὁ δὲ Θεὸς αὐτῷ ἀπεκρίνατο φωνῇ· καὶ ὡς ἀποκρίνεται ὁ Θεὸς πρὸς Μωσέα͵ οὕτως ἀποκρίνεται καὶ ὁ ἅγιος πρὸς τὸν Θεόν. Ὁ δὲ ταύτην μὴ κτησάμενος τὴν παρρησίαν͵ δηλονότι ἢ ἀπολωλεκὼς ἢ περὶ τούτων οὐ κατὰ φιλομάθειαν ἀλλὰ κατὰ φιλονεικίαν ζητῶν καὶ διὰ τοῦτο λέγων· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; οὗτος ἂν ἄξιος εἴη τῆς ἐπιπλήξεως τῆς λεγούσης· μενοῦνγε͵ ὦ ἄνθρωπε͵ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ;


Γιὰ ὅσους δὲν θὰ ζητήσουν τὰ θεῖα

ΠΑΝΤΑΧΟΥ τὴν ἀνθρωπίνην σύνεσιν γυμνάζεσθαι βουλόμενος ὁ Θεός͵ ἵνα μὴ μένῃ ἀργὴ καὶ ἀνεπινόητος τῶν τεχνῶν͵ πεποίηκε τὸν ἄνθρωπον ἐπιδεῆ· ἵνα δι΄ αὐτὸ τὸ ἐπιδεὲς αὐτοῦ ἀναγκασθῇ εὑρεῖν τέχνας͵ τινὰς μὲν διὰ τὴν τροφὴν ἄλλας δὲ διὰ τὴν σκέπην. Καὶ γὰρ κρεῖττον ἦν τοῖς μὴ μέλλουσι τὰ θεῖα ζητεῖν καὶ φιλοσοφεῖν τὸ ἀπορεῖν ὑπὲρ τοῦ τῇ συνέσει χρήσασθαι πρὸς εὕρεσιν τεχνῶν͵ ἤπερ ἐκ τοῦ εὐπορεῖν πάντῃ τῆς συνέσεως ἀμελεῖν. Ἡ τῶν κατὰ τὸν βίον γοῦν χρειῶν ἀπορία συνέστησε τοῦτο μὲν γεωργικὴν τοῦτο δὲ ἀμπελουργικὴν τοῦτο δὲ τὰς περὶ τοὺς κήπους τέχνας τοῦτο δὲ τεκτονικὴν καὶ χαλκευτικήν͵ ποιητικὰς ἐργαλείων ταῖς ὑπηρετουμέναις τέχναις τὰ πρὸς τροφήν· ἡ δὲ τῆς σκέπης ἀπορία τοῦτο μὲν ὑφαντικὴν τὴν μετὰ τὴν ξαντικὴν καὶ τὴν νηστικὴν εἰσήγαγε τοῦτο δὲ οἰκοδομικήν͵ καὶ οὕτως ἀναβέβηκεν ἡ σύνεσις καὶ ἐπὶ ἀρχιτεκτονικήν. Ἡ δὲ τῶν χρειῶν ἔνδεια πεποίηκε καὶ τὰ ἐν ἑτέροις τόποις γεννώμενα φέρεσθαι διὰ ναυτικῆς καὶ κυβερνητικῆς πρὸς τοὺς μὴ ἔχοντας ἐκεῖνα· ὥστε καὶ τούτων ἕνεκεν θαυμάσαι τις ἂν τὴν πρόνοιαν͵ συμφερόντως παρὰ τὰ ἄλογα ζῷα ἐνδεὲς ποιήσασαν τὸ λογικόν. Τὰ μὲν γὰρ ἄλογα ἑτοίμην ἔχει τὴν τροφήν͵ ἅτε οὐδ΄ ἀφορμὴν πρὸς τέχνας ἔχοντα· καὶ φυσικὴν δ΄ ἔχει τὴν σκέπην͵ τετρίχωται γὰρ ἢ ἐπτέρωται ἢ πεφολίδωται ἢ ὠστράκωται.


Ἂν μείνετε στὸν λόγο μου

ΚΑΙ τοῦτο δὲ ἐν τῇ προκειμένῃ λέξει κατανοητέον͵ ὅτι δύο πράγματα λέγεται περὶ τοῦ Σωτῆρος. Πρότερον μὲν ὃ καὶ πρότερον γίνεται͵ πρότερον γὰρ τὸ πιστεύειν εἰς αὐτόν· δεύτερον δὲ ὃ καὶ δεύτερον ὁδῷ παραγίνεται· τοῦτο γάρ ἐστι τὸ ὑπὲρ τὸ πιστεύειν͵ ὅπερ ἐστὶ θεωρεῖν τὸν Λόγον καὶ ἐν τῷ θεωρεῖν τὸν Λόγον θεωρεῖν τὸν Πατέρα. Φθάνει δὲ τὸ μὲν πιστεύειν καὶ ἐπὶ τὸ πλῆθος τῶν προσερχομένων τῇ θεοσεβείᾳ͵ τὸ δὲ θεωρεῖν τὸν Λόγον καὶ ἐν αὐτῷ τὸν Πατέρα κατανοεῖν οὐκέτι ἐπὶ πάντας τοὺς πιστεύοντας ἀλλ΄ ἐπὶ μόνους τοὺς καθαροὺς τῇ καρδίᾳ. Οὕτως δὲ ἀκούω καὶ τοῦ Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Οὐ γὰρ ὁ προσβάλλων τὴν ἐν τοῖς σωματικοῖς ὀφθαλμοῖς ὁρατικὴν δύναμιν τῷ τοῦ Ἰησοῦ σώματι ἑώρακε τὸν Πατέρα καὶ Θεὸν αὐτοῦ. Οἶμαι δὲ ὅτι καὶ ἐδεῖτο χρόνου καὶ συνασκήσεως ἵν΄ οὕτως ἴδῃ τὸν Ἰησοῦν͵ καὶ ὁρῶν τὸν Υἱὸν θεωρήσῃ καὶ τὸν Πατέρα. Διόπερ εἰπόντι τῷ Φιλίππῳ· Δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν εἶπεν ὁ Ἰησοῦς· Τοσούτῳ χρόνῳ μεθ΄ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. ... Θεωρῶν δέ τις τὸν Λόγον καὶ τὴν Σοφίαν καὶ τὴν Ἀλήθειαν οὐχὶ θεωρεῖ ταύτην μόνην ἀλλὰ καὶ Πατέρα. Οἶμαι δὲ ὅτι εἰς παράστασιν τοῦ μέγα εἶναι τὸ δηλούμενον μυστήριον͵ πρῶτον μὲν ἐν τῷ πιστεύειν εἰς τὸν Υἱόν͵ δεύτερον δὲ ἐν τῷ θεωρεῖν αὐτόν͵ λέλεκται πρὸ τοῦ Ὁ πιστεύων εἰς ἐμὲ καὶ θεωρῶν ἐμέ τὸ Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπε· μεγάλη γὰρ ἡ περὶ τούτων ἦν μυστικὴ φωνή. Ὅτι δὲ δυνατὸν πιστεύειν τῇ θεωρίᾳ καὶ μὴ θεωρεῖν αὐτῇ δῆλον ποιήσει ὁ εὐαγγελιστὴς λέγων· Ἔλεγεν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ͵ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Πρόσχες γὰρ ἐπιμελῶς ὅτι τοῖς πεπιστευκόσι λέγει ὡς μηδέπω ἐπεγνωκόσι τὴν ἀλήθειαν, ἀλλὰ μόνον αὐτῇ πεπιστευκόσι, τὸ Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ͵ γνώσεσθε τὴν ἀλήθειαν.


Ἔφερε ἕνα παιδὶ στὸ μέσο τῶν μαθητῶν

ΖΗΤΗΣΩΜΕΝ ποῖον προσκαλεσάμενος παιδίον ὁ Ἰησοῦς ἔστησεν ἐν μέσῳ τῶν μαθητῶν. ὅρα δὲ εἰ δύνασαι τὸ ταπεινῶσαν ἑαυτὸ Πνεῦμα ἅγιον͵ ὑπὸ τοῦ Σωτῆρος προσκληθὲν καὶ σταθὲν ἐν μέσῳ τῷ ἡγεμονικῷ τῶν μαθητῶν Ἰησοῦ͵ εἰπεῖν εἶναι ὃ προσεκαλέσατο ὁ Ἰησοῦς παιδίον͵ εἴ τε βούλεται ἡμᾶς πάντα τὰ ἄλλα ἀποστραφέντας στραφῆναι πρὸς τὰ παραδείγματα ὑπὸ τοῦ ἁγίου ὑποβαλλόμενα Πνεύματος͵ ὥστε ἡμᾶς οὕτω γενέσθαι ὡς τὰ παιδία τουτέστι τοὺς ἀποστόλους͵ τὰ καὶ αὐτὰ στραφέντα καὶ ὁμοιωθέντα τῷ ἁγίῳ Πνεύματι· ἅτινα παιδία ἔδωκεν ὁ Θεὸς τῷ Σωτῆρι κατὰ τὸ ἐν Ἡσαΐᾳ λελεγμένον· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. καὶ οὐκ ἔστι γε εἰσελθεῖν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν μὴ στραφέντα ἀπὸ τῶν κοσμικῶν πραγμάτων καὶ ἐξομοιωθέντα τοῖς τὸ Πνεῦμα τὸ ἅγιον πεφορηκόσι παιδίοις, ὅπερ Πνεῦμα ἅγιον προσκαλεσάμενος ὁ Ἰησοῦς͵ ἀπὸ τῆς ἰδίας τελειότητος καταβεβηκὸς πρὸς ἀνθρώπους͵ ὡς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ τῶν μαθητῶν. δεῖ οὖν στραφέντα ἀπὸ τῶν κοσμικῶν ἐπιθυμιῶν ταπεινῶσαι ἑαυτόν͵ οὐχ ἁπλῶς ὡς τὸ παιδίον͵ ἀλλὰ κατὰ τὸ γεγραμμένον ὡς τὸ παιδίον τοῦτο. ἔστι δὲ τὸ ταπεινῶσαι ἑαυτὸν ὡς τὸ παιδίον ἐκεῖνο τὸ ταπεινῶσαι ἑαυτὸν ὑπὲρ Θεοῦ καὶ τὸ μιμήσασθαι τὸ ὑπὲρ σωτηρίας ἀνθρώπων ταπεινῶσαν ἑαυτὸ Πνεῦμα ἅγιον. ... Μείζων οὖν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὁ ταπεινώσας ἑαυτὸν παρὰ πάντας τοὺς ταπεινοῦντας ἑαυτοὺς μιμητικῶς ἐκείνου τοῦ παιδίου. πολλοὶ μὲν γὰρ οἱ θέλοντες ἑαυτοὺς ταπεινῶσαι ὡς τὸ παιδίον ἐκεῖνο͵ ὁ δὲ πάντη παραπλήσιος γενόμενος τῷ ταπεινώσαντι ἑαυτὸν παιδίῳ͵ ἐκεῖνος ἂν εὑρεθείη ὁ χρηματίσων πάντων μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. δεῖ οὖν δέχεσθαι ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ͵ μάλιστα ἐν αὐτῷ ὄντος τοῦ Ἰησοῦ. ὥσπερ δὲ τὸν Ἰησοῦν δέχεται͵ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι αὐτοῦ͵ οὕτως τὸν Ἰησοῦν ἀποδοκιμάζει καὶ ἐκβάλλει ὁ μὴ βουλόμενος δέξασθαι ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.


Πνευματικὴ φιλία

ΠΑΣ ὁ τὸν φίλον τὸν Χριστὸν ἐγγυώμενος͵ ὡς δικαιοσύνην καὶ ἀλήθειαν͵ παραδίδωσι τὴν ἑαυτοῦ ψυχὴν τοῖς ἐχθροῖς͵ τοῖς εἰωθόσι πολεμεῖν τοῖς ἀνθρώποις͵ διὰ τὴν πρὸς τὸν Σωτῆρα φιλίαν· φιλία γάρ ἐστι πνευματική͵ γνῶσις Θεοῦ͵ καθ΄ ἣν καὶ οἱ ἅγιοι φίλοι Θεοῦ χρηματίζουσιν͵ ὡς ὁ Ἰωάννης ὁ Βαπτιστὴς φίλος ἦν τοῦ νυμφίου͵ Μωϋσῆς τε καὶ οἱ Ἀπόστολοι. ... Ἐν παντὶ δὲ καιρῷ ὁ Χριστὸς συνυπαρχέτω σοι φίλος· εἰ δὲ οἱ τοῦ Χριστοῦ υἱοὶ ἀλλήλων εἰσὶ φίλοι, οἱ ἄγγελοι καὶ οἱ δίκαιοι ἄνθρωποι͵ ἀλλήλων εἰσὶν ἀδελφοί͵ τῷ τῆς υἱοθεσίας γεννώμενοι Πνεύματι· τούτου γὰρ χάριν καὶ γεννῶνται ὑπὸ τῆς σοφίας͵ ἵνα ἀνθρώπους ὁδηγήσωσιν ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν Θεοῦ. ... Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμῖν ἀγγέλους πολλούς· ὁ δὲ ἀκάθαρτος͵ ὃν πένητά φησι͵ καὶ ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται· ἡ γὰρ πνευματικὴ φιλία͵ ἀρετή ἐστι καὶ γνῶσις Θεοῦ͵ δι΄ ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις δυνάμεσιν· εἴγε οἱ μετανοοῦντες ἄνθρωποι χαρᾶς αἴτιοι γίνονται τοῖς ἀγγέλοις· οὕτω καὶ ὁ Σωτὴρ φίλους καλεῖ τοὺς δούλους ποτέ͵ τῆς μείζονος αὐτοῦ θεωρίας καταξιώσας.


Ζήτησα αὐτὸν ποὺ ἀγάπησε ἡ ψυχή μου

ΕΠΙ τὴν κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν͵ καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου· ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει͵ ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις· καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου· εὕροσάν με οἱ τηροῦντες͵ οἱ κυκλοῦντες ἐν τῇ πόλει· μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; ὡς μικρὸν ὅτε παρῆλθον ἀπ΄ αὐτῶν͵ ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν· ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς τὸ ταμιεῖον τῆς συλλαβούσης με. (Ἆσμα Ἀσμάτων 3.1-4.)

Περὶ τῶν πρὸ τοῦ γάμου μυστηρίων εἰπὼν͵ νῦν αὐτὸν διὰ νυκτὸς ἐπὶ τὴν κοίτην καλεῖ· ἀποῤῥητοτέρων ἐθέλων κοινωνεῖν καὶ τῆς τελειοτέρας μετασχεῖν ἀναπαύσεως· τοῦτο γὰρ ἡ κοίτη· τὸ δὲ ἐν νυκτί͵ ἐν ἡσυχίας καιρῷ καὶ πόῤῥω τῆς ὄψεως τῶν μὴ τὰ τοιαῦτα θεωρεῖν δυναμένων· δεῖ δὲ ἀγάπῃ τὴν ψυχὴν προτετρῶσθαι τοῦ ἐπὶ τὴν κοίτην ζητοῦντος τὰ τοῦ θείου λόγου βαθύτερα· περιμένειν δὲ τὴν τῆς ποθούσης ἀνάστασιν ὁ ποθούμενος· ὡς ἂν ἐπιτείνας τὸν ἔρωτα κατὰ καιρὸν ἑαυτὸν ἐμφανίσειε τῇ καμούσῃ πλεῖστα παρὰ τὴν ζήτησιν τὴν αὐτοῦ· εἰποῦσα γὰρ ὅτι ἐπὶ τὴν κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου͵ καὶ ὅτι ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον͵ ἐπάγει· ἀναστήσομαι δὴ καὶ κυκλώσω· οὐκοῦν ὑπτιασμὸν καὶ τὴν κατάμυσιν ἀποθέμενοι͵ διαναστῶμεν πειθόμενοι τῷ λέγοντι͵ Ἔγειραι δὴ ὁ καθεύδων· ὅλος δὲ ὁ κόσμος͵ ἡ πόλις ὃν ἐκπεριελθὼν δεῖ τῇ περὶ αὐτοῦ θεωρίᾳ γινόμενον ἐν ταῖς σοφαῖς διδασκαλίαις· αὗται γὰρ αἱ ἀγοραί· ὅθεν τι χρήσιμόν ἐστι λαβεῖν͵ ἀλλὰ καὶ ἐν ταῖς πλατείαις· σοφία γὰρ ἐν ἐξόδοις ὑμνεῖται͵ ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει·

κεκελεύσμεθα δὲ καὶ ἡμεῖς ἐπὶ τὸ πλάτος τῆς καρδίας ἡμῶν γράψαι· μείζονα δὲ ζητοῦσα ἢ κατ΄ ἀγορὰς καὶ πλατείας μὴ εὑρηκέναι φησί· πλὴν ὁδεύει ἐπὶ τὴν εὕρεσιν͵ εὑρισκομένη ὑπὸ τῶν τηρούντων τὴν πόλιν καὶ κυκλούντων αὐτήν· εἶεν ἂν τὰ λειτουργικὰ πνεύματα· οὗτοί εἰσιν οὓς ἐξαπέστειλε Κύριος περιοδεῦσαι τὴν γῆν· ὧν δὴ περὶ τοῦ ποθουμένου πυνθάνεται· οὐκ ἀναγέγραπται δὲ τούτων ἀπόκρισις· διδασκόμεθα δὲ εἰ μέλλοιμεν εὑρεῖν τὸν ποθούμενον͵ ὀλίγον τι παρελθεῖν καὶ κρείττους γενέσθαι τῶν τοιούτων ἀγγέλων· περὶ ὧν ἔοικεν ἐν Ἐπιστολῇ λέγειν ὁ Πέτρος διδάσκων τὴν ὑπεροχὴν τῶν τοῖς τελείοις ἀποκειμένων, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι· ἀγαπητὸν δὲ βραχύ τι τοὺς τοιούτους παρενεγκεῖν͵ ἵν΄ εὑρεθῇ τὸ ποθούμενον καὶ εὑρεθὲν κρατηθῇ καὶ κρατηθὲν μὴ νοηθῇ· ἀνόνητος γὰρ ἡ κράτησις͵ εἰ μὴ τὸ νοηθὲν συνεχὴς μελέτη κρατήσειε· διό φησιν· οὐκ ἀφῆκα αὐτὸν͵ ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου· ἵνα καὶ μετὰ τὴν ἐντεῦθεν ἔξοδον͵ εἰσέλθοι αὐτῷ εἰς τὸν οἶκον τῆς ἄνω Ἱερουσαλὴμ͵ ἔνθα εἰσάγῃ τὰ κοινότερα τῶν τοῦ λόγου θεωρημάτων· τὰ δὲ ἀποῤῥητότερα εἰς τὰ ταμιεῖα τῆς συλλαβούσης τὴν νύμφην· ἡ αὐτὴ δὲ μήτηρ καὶ συλλαβοῦσα δηλοῦται͵ διὰ τὸ ἐν τῇ συλλήψει τὴν ἀρχὴν τῆς συστάσεως εἶναι· μήτηρ δὲ λεγομένη μετὰ τὴν μόρφωσιν͵ καὶ τὴν τοῦ συλληφθέντος τελείωσιν. Τίς αὕτη ἡ ἀναβαίνουσα ἐκ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένη; σμύρνα καὶ λίβανος ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; Καλὴ λίαν ἡ ἀναβαίνουσα βίῳ καὶ λόγῳ ψυχὴ͵ φυγοῦσα τὰ παρὰ τοῖς πολλοῖς ἁμαρτήματα͵ ἅπερ ἐξ ἐρήμου λέγεται ἀναβαίνειν· τὸ δὲ τὸν δίκαιον εἶναι Χριστοῦ εὐωδίαν ἐν παντὶ τόπῳ τοῖς σωζομένοις͵ τεθυμιαμένη νοεῖται παραπλησίως στελέχεσι͵ καπνὸν ἡδὺν ἀναπέμπουσιν͵ εὐφραίνοντα τὰς τῶν μακαριζόντων ἀναπνοάς.


Ἂν κατάλαβες τὴν εὐγένεια τῶν υἱῶν τοῦ Θεοῦ

Ο ΔΕ κατανοήσας τί ποτ΄ ᾖ τὸ κάλλος τῆς νύμφης͵ ἧς ὁ νυμφίος Λόγος ὢν Θεοῦ ἐρᾷ͵ ψυχῆς τυγχανούσης ἀνθούσης ὑπερουρανίῳ καὶ ὑπερκοσμίῳ κάλλει͵ αἰδεσθήσεται κἂν τῷ αὐτῷ ὀνόματι τοῦ κάλλους τιμῆσαι σωματικὸν κάλλος γυναικὸς ἢ παιδὸς ἢ ἀνδρός· τὸ γὰρ κυρίως κάλλος σὰρξ οὐ χωρεῖ͵ πᾶσα τυγχάνουσα αἶσχος. Πᾶσα γὰρ σὰρξ ὡς χόρτος καὶ ἡ δόξα αὐτῆς͵ ἥτις ἐστὶν ἐμφαινομένη τῷ λεγομένῳ κάλλει γυναικῶν καὶ παιδίων͵ ἄνθει κατὰ τὸν προφητικὸν παραβέβληται λόγον͵ λέγοντα· πᾶσα σὰρξ ὡς χόρτος καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα τοῦ Kυρίου μένει εἰς τὸν αἰῶνα. Ἀλλὰ καὶ εὐγένειαν τίς ἔτι κυρίως ὀνομάσει τὴν τετριμμένην λέγεσθαι παρὰ ἀνθρώποις͵ νοήσας εὐγένειαν Yἱῶν Θεοῦ; Βασιλείαν δὲ Χριστοῦ ἀσάλευτον θεωρήσας ὁ νοῦς πῶς οὐ καταφρονήσει ὡς οὐδενὸς λόγου ἀξίας πάσης τῆς ἐπὶ γῆς βασιλείας; Στρατιάν τε ἀγγέλων καὶ ἀρχιστρατήγους ἐν αὐτοῖς δυνάμεων Κυρίου ἀρχαγγέλους τε καὶ θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας ὑπερουρανίους͵ ὡς χωρεῖ ὁ ἔτι δεδεμένος σώματι ἀνθρώπινος νοῦς͵ κατὰ τὸ δυνατὸν τρανῶς ἰδὼν καὶ κατειληφὼς δύνασθαι ἰσοτίμου παρὰ τοῦ Πατρὸς ἐκείνοις τυχεῖν͵ πῶς οὐχί͵ κἂν σκιᾶς ἀδρανέστερος ᾖ͵ καὶ τούτων τῶν παρὰ τοῖς ἀνοήτοις θαυμαζομένων ὡς ἀμαυροτάτων καὶ οὐδενὸς λόγου ἀξίων συγκρίσει καταφρονῶν͵ κἂν διδῶται ταῦτα πάντα͵ ὑπερόψεται ὑπὲρ τοῦ τῶν ἀληθινῶν ἀρχῶν καὶ θειοτέρων ἐξουσιῶν μὴ ἀποτυχεῖν; Εὐκτέον τοίνυν͵ εὐκτέον περὶ τῶν προηγουμένως καὶ ἀληθῶς μεγάλων καὶ ἐπουρανίων καὶ τὰ περὶ τῶν ἐπακολουθουσῶν σκιῶν τοῖς προηγουμένοις Θεῷ ἐπιτρεπτέον͵ τῷ ἐπισταμένῳ ὧν χρείαν διὰ τὸ ἐπίκηρον σῶμα ἔχομεν πρὸ τοῦ ἡμᾶς αἰτῆσαι αὐτόν.


Ὅσοι ἔχουν πνευματικὴ ὀξυδέρκεια

ΘΕΙΑΣ ἐνεργείας τὸ σύνθημα ἡμῶν ἐστιν, ὥστε τὴν ἀρχὴν αὐτοῦ εἶναι θεόν, ἐν προφήταις διδάσκοντα τοὺς ἀνθρώπους ἐλπίσαι ἐπιδημίαν Χριστοῦ, σώσοντος τοὺς ἀνθρώπους. Ὅσον γὰρ τοῦτο οὐκ ἀληθῶς ἐλέγχεται, κἂν δοκῇ ὑπὸ τῶν ἀπίστων ἐλέγχεσθαι, ἐπὶ τοσοῦτον ὁ λόγος ὡς θεοῦ λόγος συνίσταται, καὶ ὁ Ἰησοῦς υἱὸς ὢν θεοῦ καὶ πρὶν ἐνανθρωπῆσαι καὶ ἐνανθρωπήσας ἀποδείκνυται. Ἐγὼ δέ φημι ὅτι καὶ μετὰ τὴν ἐνανθρώπησιν ἀεὶ εὑρίσκεται τοῖς ἔχουσιν ὀφθαλμοὺς ψυχῆς ὀξυδερκεστάτους θεοπρεπέστατος καὶ ἀληθῶς θεόθεν πρὸς ἡμᾶς κατελθών, καὶ οὐκ ἀπὸ συνέσεως ἀνθρωπίνης τὴν ἀρχὴν ἢ τὰ ἑξῆς τῇ ἀρχῇ ἔχων ἀλλ᾽ ἀπὸ τῆς τοῦ θεοῦ ἐπιφανείας, ποικίλῃ σοφίᾳ καὶ ποικίλαις δυνάμεσι συστήσαντος πρότερον μὲν τὸν ἰουδαϊσμὸν μετὰ δ᾽ αὐτὸν τὸν χριστιανισμόν.


Ἀπαρχὴ ὅλων τῶν Γραφῶν

ΑΠΑΡΧΗΝ μὲν πασῶν γραφῶν εἶναι τὰ εὐαγγέλια͵ τῶν δὲ εὐαγγελίων ἀπαρχὴν τὸ κατὰ Ἰωάννην͵ οὗ τὸν νοῦν οὐδεὶς δύναται λαβεῖν μὴ ἀναπεσὼν ἐπὶ τὸ στῆθος Ἰησοῦ μηδὲ λαβὼν ἀπὸ Ἰησοῦ τὴν Μαρίαν γινομένην καὶ αὐτοῦ μητέρα. Καὶ τηλικοῦτον δὲ γενέσθαι δεῖ τὸν ἐσόμενον ἄλλον Ἰωάννην͵ ὥστε οἱονεὶ τὸν Ἰωάννην δειχθῆναι ὄντα Ἰησοῦν ὑπὸ Ἰησοῦ. Εἰ γὰρ οὐδεὶς υἱὸς Μαρίας κατὰ τοὺς ὑγιῶς περὶ αὐτῆς δοξάζοντας ἢ Ἰησοῦς͵ φησὶ δὲ Ἰησοῦς τῇ μητρί· Ἴδε ὁ υἱός σου καὶ οὐχί Ἴδε καὶ οὗτος υἱός σου͵ ἴσον εἴρηκε τῷ Ἴδε οὗτός ἐστιν Ἰησοῦς ὃν ἐγέννησας. Καὶ γὰρ πᾶς ὁ τετελειωμένος ζῇ οὐκέτι͵ ἀλλ΄ ἐν αὐτῷ ζῇ Χριστός͵ καὶ ἐπεὶ ζῇ ἐν αὐτῷ Χριστός͵ λέγεται περὶ αὐτοῦ τῇ Μαρίᾳ· Ἴδε ὁ υἱός σου ὁ Χριστός.


Σὲ καθένα μας πρέπει νὰ γίνουν αὐτὰ μὲ μυστικὸ τρόπο

ΕΠΕΙ πολύσημος ἐν τῇ Γραφῇ ἡ γενεὰ λέξις (δηλοῖ γὰρ καὶ τὸν ἐκ περιτομῆς λαὸν καὶ τὸν ἐξ ἐθνῶν) ἀκουστέον͵ ὅτι οὐ μὴ παρέλθῃ ἡ ἐν ὄψει τοῦ Σωτῆρος τῆς Καινῆς Διαθήκης γενεὰ οὐδὲ ἐλεύσεται ἐπὶ τὰς ἐπαγγελίας͵ ἕως οὗ πάντα ἃ εἶπεν ὁ Σωτὴρ γένηται. Καὶ ἑκάστῳ δὲ ἡμῶν ταῦτα γενέσθαι μυστικῶς δεῖ͵ ἐὰν ἀπὸ τῆς διδασκαλίας ἕως τέλους ἐν πᾶσι τις διαρκέσας μείνῃ ἀπαθὴς ἄχρι τῆς ἐνδόξου Χριστοῦ παρουσίας. Τοὺς ἐν οὐρανῷ καὶ ἐν γῇ μετωνυμικῶς οὐρανὸν καὶ γῆν λεγομένους διελεύσεσθαι πᾶσαν τὴν ἑαυτῶν κατάστασιν͵ ἵνα ἔλθωσιν ἐπὶ τὰ ὑπερέχοντα. Οἱ γὰρ τοῦ Σωτῆρος λόγοι ἀεὶ τὰ οἰκεῖα ἐνεργήσουσιν ὡς τέλειοι καὶ οὐκ ἐπιδεχόμενοι βελτίους γενέσθαι παρελθόντες ὅ εἰσιν. Ἀλλ΄ ὁ οὐρανὸς μὲν καὶ ἡ γῆ παρελεύσονται͵ οἱ δὲ λόγοι αὐτοῦ μενοῦσι λόγοι ὄντες τοῦ δι΄ οὗ τὰ πάντα ἐγένετο. Ὁ γὰρ λόγος τῶν γεγονότων οὐ παρέρχεται͵ εἰ καὶ αὐτὰ παρέρχεται. Ὃ δὲ λέξει͵ πρὸ μὲν τῆς οἰκονομίας τὸν Χριστὸν τοῦτο λέγειν͵ μετὰ δὲ τὴν οἰκονομίαν οὐκέτι͵ ὅτε ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ἀπέκρυψεν ὁ Υἱὸς εἰπὼν μὴ γινώσκειν εἰς τὸ συμφέρον τῶν μαθητῶν. Ἕτερος δέ φησιν͵ ὅτι ὥσπερ ὁ Παῦλός φησι τότε καὶ ὁ Υἱὸς ὑποταγήσεται τῷ Πατρὶ οὐχ ὡς ἀνυποτάκτου ποτὲ ὄντος͵ ἀλλ΄ ὡς μηδέπω τῶν μελῶν αὐτοῦ πάντων τελειωθέντων͵ οὕτως ἐπεὶ τὸ σῶμα τοῦ Χριστοῦ οὐκ οἶδε τὴν ἡμέραν ἐκείνην ἢ τὴν ὥραν͵ οὐδὲ αὐτὸς λέγει εἰδέναι.


Μεσονύκτιο γίνεται ἡ φωνή

ΕΤΕΡΟΝ ἡ παρθενία παρὰ τὴν ἐλεημοσύνην͵ καὶ ἕτερον ὁ νοῦς παρὰ τὸ σῶμα· καὶ τοῦτο λήψει εἰς τὰς δέκα παρθένους. Φρόνιμοι μὲν οὖν αἱ τοῦ κατὰ λόγον βιοῦντος αἰσθήσεις· μωραὶ δὲ αἱ τοῦ ἐναντίως καὶ παρὰ τὸν ὀρθὸν λόγον πολιτευομένου. Λαμπάδες ἡ πανάρετος πρᾶξις· ἔλαιον δὲ ὁ ἐπιχεόμενος λόγος τοῦ ψυχικοῦ͵ τοῦ τὴν ἀγαθὴν πρᾶξιν ἐργαζομένου. Καθεύδουσιν οἱ ἀπανιστάμενοι τοῦ ζωτικοῦ τόνου. Οὐκ ἀπολλύουσιν οὖν τὰς λαμπάδας αἱ φρόνιμοι͵ οὐδὲ ἀπροσεκτοῦσι περὶ τὴν τήρησιν τοῦ ἐλαίου. Ἐμβοῶσιν οἱ ἄγγελοι ταῖς κοιμωμέναις αἰσθήσεσι͵ διεγείροντες αὐτάς· τουτέστι τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Κόσμος λαμπάδων ἡ κατὰ τὰς αἰσθήσεις εὐαγγελικὴ χρῆσις· ὀφθαλμῶν ἐπὶ τοῦ θαυμάζειν τὸν πεποιηκότα καὶ μύειν ἵνα μὴ ἴδωσιν ἀδικίαν· ἀκοῆς καὶ παραδεχομένης μάταιον͵ μήτε κρίσιν αἵματος͵ τοῦ δὲ ἴσου λόγου· γεύσεως αἰσθιούσης Χριστὸν τὸν Κύριον· ὀσφρήσεως Χριστοῦ εὐωδίᾳ ἀπολαυούσης͵ καὶ τοῦ ἐκκενωθέντος μύρου· ἁφῆς ἁπτομένης τοῦ Λόγου͵ ὡς Ἰωάννης λέγει· Αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Μεσονύκτιον δὲ γίνεται ἡ φωνή· ἐκείνῃ τῇ ὥρᾳ͵ ᾗ ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου͵ ἐν ᾗ καὶ ὁ Χριστὸς ἀνέστη ἐκ τῶν νεκρῶν.

Φωνή ἐστιν ἡ σάλπιγξ͵ ἡ τοὺς νεκροὺς ἐγείρουσα καὶ ἐξάγουσα ἐκ τῶν τάφων. Ἔχει δὲ καὶ μυστικὸν νοῦν τὸ ἐξέλθετε. Ἐὰν γὰρ μὴ ἐξέλθωμεν͵ τὸν νυμφίον ἀπαντῆσαι οὐ δυνάμεθα. Λαμπάδα τῆς παρθενίας ὁ τῆς γνώσεως φωτισμός· ἔλαιον δὲ εἰς τὰς λαμπάδας ἡ ἐν ἐπιγνώσει σπουδὴ καὶ τῶν ἐντολῶν ἐργασία. Αὕτη γὰρ τὸ ἐν ἡμῖν διαφυλάττει φῶς, ἁπλοῦν τὸν ὀφθαλμὸν διατηροῦσα͵ ὥστε φωτίζεσθαι ὅλον ἡμῶν τὸ σῶμα κατὰ τὸν τοῦ Κυρίου λόγον. Αἱ μὲν οὖν λαβοῦσαι τὴν ἐπιμελῆ σπουδὴν πρὸς τὴν τῶν ἐντολῶν ἐργασίαν φρόνιμοι· αἱ δὲ ἀμελεῖς μωραί͵ τὸν προσήκοντα καιρὸν ἀναλώσασαι εἰς τὴν τῶν ματαίων σπουδήν. Τὸ δὲ ἐκάθευδον τὴν κοίμησιν τοῦ θανάτου λέγει· τὸ μεσονύκτιον δὲ τὸ αἰφνίδιον δηλοῖ καὶ τὸ ἀπροσδόκητον͵ ἅμα καὶ τὸ φοβερόν. Καὶ ταῖς μὲν ἐξαναστάσαις πάρεστιν ἃ ἐπόνεσαν· τὴν δὲ ῥᾳθυμίαν περὶ τὴν εὐσέβειαν μηδὲν ἐπιφερομένων ἄρχεται στυγνάζειν ἡ ψυχὴ καὶ οἱονεὶ κατασβέννυσθαι καὶ εἰς παραφροσύνην χωρεῖν͵ ὥστε οἰηθῆναι αὐτὰς διὰ τῆς ἑτέρων ἀρετῆς. Διὸ ἀποδοκιμάζονται͵ λεγόντων ἐκείνων͵ Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν. Πωλοῦσι δὲ τὸ ἔλαιον οἱ διδάσκοντες μισθοῦ προσεδρείᾳ͵ προσοχῆς͵ φιλομαθίας͵ φιλοπονίας. ῍Η πωλοῦντές εἰσι προφῆται͵ ἀπόστολοι͵ εὐαγγελισταί, δι΄ ὧν τις μαθητευθεὶς τὴν ἀρετὴν ἐργάζεται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

______________________________________ Αρχειοθήκη αναρτησεων ιστολογίου