Τρίτη 4 Σεπτεμβρίου 2012

Μακάριος ὁ Μέγας (Α)

Ἡ ὁλόκληρη ψυχή

ΙΕΖΕΚΙΗΛ ὁ μακάριος προφήτης ὀπτασίαν καὶ ὅρασιν ἔνθεον καὶ ἔνδοξον θεωρήσας διηγήσατο καὶ ἔγραψεν ὀπτασίαν μυστηρίων ἀλαλήτων γέμουσαν. Εἶδε γὰρ ἐν τῷ πεδίῳ ἅρμα Χερουβείμ, τέσσαρα ζῷα πνευματικά, ἐν ἑκάστῳ ζῴῳ τέσσαρα πρόσωπα ἔχοντα, τὸ ἓν πρόσωπον λέοντος καὶ τὸ ἓν πρόσωπον ἀετοῦ καὶ τὸ ἕτερον μόσχου καὶ τὸ ἄλλο πρόσωπον ἀνθρώπου· καὶ πτέρυγες καθ᾿ ἕκαστον πρόσωπον ὡς μὴ εἶναι ὕστερά τινι ἢ ὀπίσθια. Καὶ οἱ νῶτοι αὐτῶν ὀφθαλμῶν ἔγεμον καὶ αἱ κοιλίαι ὁμοίως πεπλήρωντο ὀμμάτων, καὶ οὐκ ἦν τόπος τις, ὃς οὐκ ἔγεμεν ὀφθαλμῶν. Καὶ τροχοὶ καθ᾿ ἓν πρόσωπον, τροχὸς ἐν τροχῷ, καὶ ἐν τοῖς τροχοῖς ἦν πνεῦμα. Καὶ εἶδεν ὡς ὁμοίωμα ἀνθρώπου καὶ ἐπ᾿ αὐτῶν καθεζόμενον ὡς ὁμοίωμα ἀνθρώπου καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡς ἔργον σαπφείρου. Καὶ ἔφερε τὸ ἅρμα τὸ Χερουβεὶμ καὶ τὰ ζῷα τὸν ἐποχούμενον δεσπότην· οὗ ἐὰν ἐβούλετο πορεύεσθαι κατὰ πρόσωπον ἀπῄεσαν. Καὶ εἶδεν ὑποκάτω τοῦ Χερουβεὶμ ὡς χεῖρα ἀνθρώπου ὑποβαστάζουσαν καὶ φέρουσαν.

Καὶ τοῦτο ὅπερ εἶδεν ὁ προφήτης ἐν ὑποστάσει, ἀληθινὸν ἦν καὶ βέβαιον. Ὑπεδείκνυτο δέ τι ἕτερον καὶ προετυποῦτο μυστικὸν καὶ θεϊκὸν πρᾶγμα, «μυστήριον ἀποκεκρυμμένον ἀληθῶς ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν», ἐπ᾿ ἐσχάτων δὲ τῶν χρόνων φανερωθὲν ἐπὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ. Ψυχῆς γὰρ μυστήριον ἐθεώρει τῆς μελλούσης δέχεσθαι τὸν ἑαυτῆς Κύριον καὶ θρόνος δόξης αὐτῷ γενέσθαι. Ψυχὴ γὰρ ἡ καταξιωθεῖσα κοινωνῆσαι τῷ πνεύματι τοῦ φωτὸς αὐτοῦ καὶ καταλαμφθεῖσα ὑπὸ τοῦ κάλλους τῆς ἀρρήτου δόξης αὐτοῦ, ἑτοιμάσαντος αὐτὴν ἑαυτῷ εἰς καθέδραν καὶ οἰκητήριον, ὅλη φῶς γίνεται καὶ ὅλη πρόσωπον καὶ ὅλη ὀφθαλμός· καὶ οὐδὲν αὐτῆς μέρος μὴ γέμον τῶν πνευματικῶν ὀφθαλμῶν τοῦ φωτός, τουτέστιν οὐδὲν ἐσκοτισμένον, ἀλλ᾿ ὅλη δι᾿ ὅλου φῶς καὶ πνεῦμα ἀπεργασθεῖσα καὶ ὅλη ὀφθαλμῶν γέμουσα, μὴ ἔχουσα δὲ ὕστερόν τι ἢ ὄπισθεν μέρος, ἀλλὰ πάντῃ κατὰ πρόσωπον τυγχάνει οὖσα ἐπιβεβηκότος ἐπ᾿ αὐτὴν καὶ ἐπικαθεσθέντος τοῦ ἀρρήτου κάλλους τῆς δόξης τοῦ φωτὸς τοῦ Χριστοῦ.

Καὶ ὥσπερ ὁ ἥλιος πάντῃ ὅμοιός ἐστι, μὴ ἔχων τι μέρος ὕστερον ἢ ἐλλεῖπον, ἀλλ᾿ ὅλος ἐξ ὅλου δεδόξασται τῷ φωτὶ καὶ ὅλος φῶς ἐστιν, ὁμοιομελὴς τυγχάνων· ἢ ὥσπερ πῦρ, αὐτὸ τὸ φῶς τοῦ πυρός, ὅλον ὅμοιον αὐτῷ ἐστι καὶ οὐκ ἔχει ἐν ἑαυτῷ πρῶτον ἢ ἔσχατον ἢ μεῖζον καὶ ἔλαττον, -οὕτω καὶ ψυχὴ ἡ καταλαμφθεῖσα τελείως ὑπὸ τοῦ ἀρρήτου κάλλους τῆς δόξης τοῦ φωτὸς τοῦ προσώπου Χριστοῦ καὶ κοινωνήσασα πνεύματι ἁγίῳ τελείως καὶ κατοικητήριον καὶ θρόνος Θεοῦ καταξιωθεῖσα γενέσθαι, ὅλη ὀφθαλμὸς καὶ ὅλη φῶς καὶ ὅλη πρόσωπον καὶ ὅλη δόξα καὶ ὅλη πνεῦμα γίνεται, οὕτως αὐτὴν κατασκευάζοντος Χριστοῦ τοῦ φέροντος καὶ ἄγοντος καὶ βαστάζοντος καὶ φοροῦντος αὐτὴν καὶ οὕτως εὐτρεπίζοντος καὶ κατακοσμοῦντος κάλλει πνευματικῷ. Καὶ γὰρ «χεὶρ» φησὶν «ἀνθρώπου ὑποκάτω ἦν τοῦ Χερουβείμ», ὅτι αὐτός ἐστιν ὁ ἐν αὐτῇ βασταζόμενος καὶ ὁδηγῶν αὐτήν.

Τύπον δὲ ἔφερον τὰ τέσσαρα ζῷα τὰ φέροντα τὸ ἅρμα αὐτῶν τῶν ἡγεμονικῶν λογισμῶν τῆς ψυχῆς. Ὥσπερ γὰρ ὁ ἀετὸς βασιλεύει τῶν ὀρνέων καὶ ὁ λέων τῶν ἀγρίων θηρίων καὶ ὁ ταῦρος τῶν ἡμέρων ζῴων καὶ ὁ ἄνθρωπος τῶν κτισμάτων, οὕτως εἰσὶ καὶ οἱ βασιλικώτεροι λογισμοὶ τῆς ψυχῆς, λέγω δὴ τὸ θέλημα, ἡ συνείδησις, ὁ νοῦς, ἡ ἀγαπητικὴ δύναμις· δι᾿ αὐτῶν γὰρ τὸ ἅρμα τῆς ψυχῆς κυβερνᾶται καὶ εἰς τούτους ἐπαναπαύεται ὁ Θεός…

Ἄγεται τοίνυν τὰ Χερουβὶμ οὐχ ὅπου θέλουσι πορεύεσθαι, ἀλλ᾿ ὅπου ὁ ἐπιβεβηκὼς καὶ ἡνιοχῶν ὁδηγεῖ καὶ ὅπου θέλει αὐτός, ἐκεῖ πορεύονται καὶ αὐτὰ βαστάζει· «χεὶρ» γάρ φησιν «ἀνθρώπου ὑποκάτω αὐτῶν ἦν». Ἄγονται αἱ ἅγιαι ψυχαὶ καὶ ὁδηγοῦνται ὑπὸ τοῦ ἡνιοχοῦντος πνεύματος τοῦ Χριστοῦ, ὅπου βούλεται· ὅτε βούλεται, ἐν οὐρανίοις λογισμοῖς· ὅτε βούλεται, ἐν τῷ σώματι· ἔνθα βούλεται, ἐκεῖ αὐτῷ διακονοῦσιν. Ὥσπερ γὰρ τοῦ πετεινοῦ οἱ πόδες τὰ πτερά εἰσιν, οὕτως τὸ οὐράνιον φῶς τοῦ πνεύματος ἀναλαμβάνει τὰ πτερὰ τῶν λογισμῶν τῶν ἀξίων ψυχῶν, ὁδηγοῦν καὶ ἡνιοχοῦν ὡς οἶδεν αὐτό.

Σὺ τοίνυν ὅταν ἀκούῃς ταῦτα, πρόσχες σεαυτῷ, εἰ κέκτησαι ταῦτα ἐν ἔργῳ καὶ ἀληθείᾳ ἐν τῇ ψυχῇ σου. Οὐ γάρ εἰσιν ἁπλῶς λόγοι λαλούμενοι, ἀλλ᾿ ἔργον ἀληθείας ἐστὶν ἐν τῇ ψυχῇ γινόμενον. Καὶ εἰ οὐ κέκτησαι, ἀλλὰ πτωχεύεις ἐκ τῶν τηλικούτων πνευματικῶν ἀγαθῶν, λύπην καὶ πένθος καὶ πόνον ἀδιάλειπτον ὀφείλεις ἔχειν ὡς ἀκμὴν νεκρὸς ὢν ἀπὸ τῆς βασιλείας, καὶ ὡς τραυματίας ἀεὶ βόα πρὸς τὸν Κύριον καὶ αἴτει πιστῶς, ἵνα καὶ αὐτὸς ταύτης τῆς ἀληθινῆς ζωῆς καταξιωθῇς. Ὥσπερ γὰρ τὸ σῶμα τοῦτο ποιήσας ὁ Θεὸς οὐκ ἐκ τῆς αὐτοῦ φύσεως οὐδὲ ἐκ τοῦ σώματος ἔδωκεν αὐτῷ ἔχειν τὴν ζωήν, τὴν βρῶσιν καὶ τὴν πόσιν καὶ τὰ ἐνδύματα καὶ τὰ ὑποδήματα, ἀλλὰ πᾶσαν τὴν οἰκονομίαν τῆς ζωῆς ἔξωθεν ἔδωκεν ἔχειν αὐτόν, καθ᾿ ἑαυτὸ τὸ σῶμα γυμνὸν ποιήσας, καὶ χωρὶς τῶν ἔξωθεν τοῦ σώματος ὄντων ζῆσαι τὸ σῶμα ἀδύνατον, τουτέστι χωρὶς βρώσεως καὶ πόσεως καὶ ἐνδυμάτων· ἐὰν δὲ εἰς τὴν ἑαυτοῦ φύσιν μόνον στῇ μηδὲν τῶν ἔξωθεν προσλαβόν, διαφθείρεται καὶ ἀπόλλυται, -τὸν αὐτὸν τρόπον καὶ ψυχὴ ἡ μὴ ἔχουσα φῶς θεῖον, κτισθεῖσα δὲ κατ᾿ εἰκόνα Θεοῦ· οὕτως γὰρ αὐτὴν ᾠκονόμησε καὶ εὐδόκησεν ἔχειν τὴν αἰώνιον ζωήν, οὐκ ἐκ τῆς ἰδίας φύσεως, ἀλλ᾿ ἐκ τῆς ἑαυτοῦ θεότητος, ἐκ τοῦ ἰδίου πνεύματος, ἐκ τοῦ ἰδίου φωτὸς ἔχειν βρῶσιν καὶ πόσιν πνευματικὴν καὶ ἐνδύματα οὐράνια, ἅ ἐστιν ἡ ὄντως ζωὴ τῆς ψυχῆς…

Οὐαὶ σώματι, ὁπόταν εἰς τὴν ἑαυτοῦ φύσιν ἕστηκεν, ὅτι διαφθείρεται καὶ ἀποθνῄσκει· καὶ οὐαὶ ψυχῇ, εἰ εἰς τὴν ἑαυτῆς φύσιν μόνον ἕστηκε καὶ εἰς τὰ ἑαυτῆς ἔργα μόνον πέποιθε, μὴ ἔχουσα θείου πνεύματος κοινωνίαν, ὅτι ἀποθνῄσκει ζωῆς αἰωνίου θεότητος μὴ καταξιωθεῖσα. Ὥσπερ γὰρ ἐπὶ τῶν ἀσθενούντων, ἐπὰν μηκέτι τὸ σῶμα δύνηται λαβεῖν τροφήν, ἀπελπίζουσιν αὐτοὺς καὶ κλαίουσι πάντες γνήσιοι φίλοι, συγγενεῖς καὶ ἀγαπητοί, οὕτω κλαίει ὁ Θεὸς καὶ οἱ ἅγιοι ἄγγελοι τὰς ψυχὰς τὰς μὴ τρεφομένας τροφὴν οὐράνιον τοῦ πνεύματος καὶ ἐν ἀφθαρσίᾳ ζησάσας. Ταῦτα δὲ καὶ πάλιν φημί· οὔκ εἰσιν ἁπλῶς λόγοι λαλούμενοι, ἀλλ᾿ ἔργον πνευματικῆς ζωῆς, ἔργον ἀληθείας, εἰς τὴν ἀξίαν καὶ πιστὴν ψυχὴν γιγνόμενον.


Ὁμόνοια

Ο ΕΡΓΑΖΟΜΕΝΟΣ περὶ τοῦ εὐχομένου οὕτω λεγέτω ὅτι «ὃν ὁ ἀδελφός μου κτᾶται θησαυρόν, ἐπεὶ κοινός ἐστι, κἀγὼ ἔχω»· καὶ ὁ εὐχόμενος περὶ τοῦ ἀναγινώσκοντος οὕτω λεγέτω ὅτι «ὃ ἐκεῖνος ὠφελεῖται εἰς τὴν ἀνάγνωσιν, εἰς ἐμὸν κέρδος προχωρεῖ»· καὶ ὁ ἐργαζόμενος αὖθις τοῦτο λεγέτω ὅτι «τὴν διακονίαν ἣν ποιῶ, κοινή ἐστιν ὠφέλεια». Ὥσπερ γὰρ «τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστι σῶμα», καὶ βοηθοῦσιν ἀλλήλοις καὶ ἕκαστον ἴδιον ἔργον ἐκτελεῖ, πλὴν ὁ ὀφθαλμὸς ὑπὲρ ὅλου τοῦ σώματος βλέπει καὶ ἡ χεὶρ ὑπὲρ ὅλων τῶν μελῶν ἐργάζεται καὶ ὁ ποὺς περιπατεῖ ὅλα τὰ μέλη ἐπιφερόμενος, καὶ ἄλλο συμπάσχει, -οὕτω καὶ οἱ ἀδελφοὶ μετ᾿ ἀλλήλων ἤτωσαν. Καὶ μήτε ὁ εὐχόμενος κρινέτω τὸν ἐργαζόμενον· «διὰ τί οὐκ εὔχεται»· μήτε ὁ ἐργαζόμενος κρινέτω τὸν εὐχόμενον ὅτι «ἐκεῖνος παραμένει κἀγὼ ἐργάζομαι», μήτε ὁ διακονῶν κρινέτω τὸν ἕτερον. Ἀλλ᾿ ἕκαστος εἴ τι ποιεῖ, «εἰς δόξαν Θεοῦ». Ὁ ἀναγινώσκων τὸν εὐχόμενον ἔχει ἐν ἀγάπῃ καὶ χαρᾷ τοῦτο λογιζόμενος ὅτι «ὑπὲρ ἐμοῦ εὔχεται», καὶ ὁ εὐχόμενος περὶ τοῦ ἐργαζομένου τοῦτο λογιζέσθω ὅτι «ὃ ποιεῖ, εἰς κοινὴν ὠφέλειαν ποιεῖ».


Φύλαξη τῆς καρδιᾶς

AΠΟΣΤΡΕΦΕΙ καὶ ἑαυτὴν ἡ ψυχὴ ἀπὸ ῥεμβασμῶν, φυλάττουσα τὴν καρδίαν τοῦ μὴ ῥέμβεσθαι ἐν τῷ κόσμῳ τὰ μέλη τῶν λογισμῶν αὐτῆς. Καὶ οὕτως ἀγωνιζομένη καὶ σπουδάζουσα καὶ συνέχουσα πάντοθεν ἐν πολλῇ προσοχῇ τὰ μέλη τοῦ σώματος ἀπὸ κακῶν, ἄσχιστον καὶ ἄκαυστον καὶ ἄσπιλον τὸν καλὸν χιτῶνα τοῦ σώματος διαφυλάσσει. Καὶ αὐτὴ διὰ τοῦ γνωστικοῦ καὶ διανοητικοῦ καὶ διακριτικοῦ θελήματος αὐτῆς, τὸ δὲ πᾶν διὰ τῆς τοῦ Κυρίου δυνάμεως φυλαχθήσεται, αὐτὴ ἑαυτὴν ὅση δύναμις συσφίγγουσα καὶ πάσης ἐπιθυμίας κοσμικῆς ἀποστρέφουσα καὶ οὕτως ὑπὸ Κυρίου βοηθουμένη εἰς τὸ ἐξ ἀληθείας φυλαχθῆναι αὐτὴν ἀπὸ τῶν προειρημένων κακῶν. Ἐπὰν γὰρ ἴδῃ ὁ Κύριός τινα γενναίως ἀποστρεφόμενον τὰς τοῦ βίου ἡδονὰς καὶ περισπασμοὺς καὶ μερίμνας ὑλικὰς καὶ δεσμοὺς γηΐνους καὶ ῥεμβασμοὺς λογισμῶν ματαίων, δίδωσι τὴν ἰδίαν τῆς χάριτος βοήθειαν, ἄπτωτον διατηρῶν τὴν ψυχὴν ἐκείνην διεξερχομένην καλῶς τὸν ἐνεστῶτα πονηρὸν αἰῶνα. Καὶ οὕτως ἡ ψυχὴ ἐπαίνων οὐρανίων παρὰ Θεοῦ καὶ ἀγγέλων τεύξεται, ὅτι τὸν χιτῶνα τοῦ σώματος αὐτῆς καλῶς διεφύλαξε καὶ ἑαυτήν, ὅσον τὸ ἐν αὐτῇ δυνατόν, πᾶσαν ἐπιθυμίαν τοῦ κόσμου ἀποστραφεῖσα καὶ ὑπ᾿ αὐτοῦ βοηθηθεῖσα τὸν δρόμον τοῦ σταδίου τοῦ κόσμου τούτου καλῶς διεξελήλυθεν…

Ὥσπερ γὰρ σίδηρος ἢ μόλυβδος ἢ χρυσὸς ἢ ἄργυρος ἐπὶ πῦρ βληθέντα λύεται ἐκ τῆς φύσεως τῆς σκληρᾶς, εἰς ἁπαλότητα μεταβαλλόμενα, καὶ ἐφ᾿ ὅσον ἐν τῷ πυρὶ τυγχάνει, λύεται καὶ ἠλλοίωται τῆς φυσικῆς σκληρότητος διὰ τὴν τοῦ πυρὸς θερμὴν δύναμιν, τὸν αὐτὸν τρόπον ἡ ψυχὴ ἀρνησαμένη τὸν κόσμον καὶ τὸν Κύριον μόνον ποθήσασα ἐν πολλῇ ψυχῆς ζητήσει καὶ πόνῳ καὶ ἀγῶνι, καὶ τὴν προσδοκίαν ἀδιάλειπτον ἔχουσα πρὸς αὐτὸν ἐλπίδι καὶ πίστει καὶ δεξαμένη ἐκεῖνο τὸ ἐπουράνιον πῦρ τῆς θεότητος καὶ ἀγάπης τοῦ Πνεύματος, τότε ἐξ ἀληθείας πάσης ἀγάπης κόσμου λύεται καὶ πάσης κακίας παθῶν ἐλευθεροῦται καὶ πάντα ἐκτὸς αὐτῆς ποιεῖται καὶ ἐξ αὐτῆς τῆς φυσικῆς ἕξεως καὶ σκληρότητος τῆς ἁμαρτίας μεταβάλλεται, καὶ πάντα περισσὰ ἡγεῖται πρὸς μόνον τὸν ἐπουράνιον νυμφίον ὃν ἐδέξατο ἀναπαυομένη ἐν τῇ ζεούσῃ καὶ ἀρρήτῳ αὐτοῦ ἀγάπῃ…

Εἰ γὰρ σαρκικῆς κοινωνίας ἀγάπη χωρίζει πατρός, μητρός, ἀδελφῶν, καὶ πάντα ἐξώτερα αὐτῶν γίγνεται ἐν τῷ νῷ, καὶ εἰ ἀγαπᾷ, ἐξωτέρως ἀγαπᾷ, τὴν δὲ διάθεσιν αὐτοῦ πᾶσαν εἰς τὴν σύνοικον αὐτοῦ κέκτηται, - «ἀντὶ τούτου» γάρ φησι «καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικί, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». Εἰ οὖν ἡ τῆς σαρκὸς ἀγάπη οὕτω λύει πάσης ἀγάπης, πόσῳ μᾶλλον ὅσοι κατηξιώθησαν ἐκείνου τοῦ ἁγίου καὶ ἐπουρανίου καὶ ἀγαπητοῦ Πνεύματος, ἐξ ἀληθείας κοινωνῆσαι πάσης ἀγάπης κόσμου λυθήσονται καὶ πάντα περισσὰ αὐτοῖς καταφανήσεται τῷ νενικῆσθαι αὐτοὺς τῷ οὐρανίῳ πόθῳ καὶ τῇ τρώσει αὐτοῦ ἡνῶσθαι. Ἐκεῖ γὰρ ἐπιποθοῦσιν, ἐκεῖ λογίζονται, ἐκεῖ ζῶσιν, ἐκεῖ οἱ λογισμοὶ αὐτῶν περιπατοῦσιν, ἐκεῖ ὁ νοῦς πάντοτε τὴν διατριβὴν ἔχει νενικημένος τῷ θείῳ καὶ οὐρανίῳ ἔρωτι καὶ πόθῳ πνευματικῷ.

Τὸ λοιπόν, ὢ ἀγαπητοὶ ἀδελφοί, τοιούτων ἀγαθῶν προκειμένων καὶ τοσούτων ἐπαγγελιῶν ἡμῖν ὑπὸ τοῦ Κυρίου ἐπηγγελμένων πάντα τὰ ἐμπόδια ἀφ᾿ ἑαυτῶν ἀπορρίψωμεν καὶ πᾶσαν ἀγάπην τοῦ κόσμου ἀποστραφῶμεν καὶ πρὸς ἐκεῖνο μόνον τὸ ἀγαθὸν τῇ ζητήσει καὶ πόθῳ ἑαυτοὺς ἐκδῶμεν, ἵνα δυνηθῶμεν τυχεῖν ἐκείνης τῆς ἀρρήτου ἀγάπης τοῦ Πνεύματος, περὶ ἧς ὁ μακάριος Παῦλος παρῄνεσε σπεύδειν ἡμᾶς πρὸς αὐτὴν λέγων· «διώκετε τὴν ἀγάπην», ἵνα δυνηθῶμεν ἐκ τῆς σκληρότητος ἡμῶν τῆς ἀλλοιώσεως τῆς δεξιᾶς τοῦ ὑψίστου καταξιωθῆναι καὶ εἰς ἡμερότητα καὶ ἀνάπαυσιν πνευματικὴν ἐλθεῖν, ἔρωτι θείου Πνεύματος τρωθέντες. Ὁ γὰρ Κύριος πολὺ φιλανθρωπεύεται σπλαγχνιζόμενος, πότε ἐπιστρέψομεν ὅλοι ἐξ ὅλου πρὸς αὐτόν, πάντων τῶν ἐναντίων ἑαυτοὺς ἐξαίροντες. Εἰ γὰρ καὶ ἡμεῖς διὰ πολλὴν ἀγνωσίαν καὶ νηπιότητα καὶ πρόληψιν κακίας ἀποστρεφόμεθα τὴν ζωὴν καὶ ἐμπόδια πολλὰ τιθέαμεν ἑαυτοῖς μὴ βουλόμενοι ἐξ ἀληθείας μετανοεῖν, ἀλλ᾿ αὐτὸς πολὺ σπλαγχνίζεται ἐφ᾿ ἡμᾶς μακροθυμῶν, πότε ἐπιστρέψαντες προσέλθωμεν πρὸς αὐτὸν καὶ τὸν ἔσω ἡμῶν ἄνθρωπον φωτισθῶμεν, ἵνα μὴ καταισχυνθῶσι τὰ πρόσωπα ἡμῶν ἐν ἡμέρᾳ κρίσεως…

Εἰ γὰρ ἐπὶ τὰ λυόμενα καὶ ἀποθνῄσκοντα πάλιν σώματα οὕτως ἐσπλαγχνίσθη καὶ ἑκάστῳ ὃ ἐπεζήτει πεποίηκε προθύμως καὶ χρηστῶς, πόσῳ μᾶλλον τῇ ἀθανάτῳ ψυχῇ καὶ ἀδιαλύτῳ καὶ ἀφθάρτῳ, τυγχανούσῃ ἐν νόσῳ ἀγνοίας (τῆς κακίας ἀπιστίας τε καὶ ἀφοβίας καὶ τῶν λοιπῶν τῆς ἁμαρτίας παθῶν), προσερχομένῃ δὲ τῷ Κυρίῳ καὶ τὴν παρ᾿ αὐτοῦ βοήθειαν ἐπιζητούσῃ καὶ εἰς τὸ αὐτοῦ ἔλεος ἀποσκοπούσῃ καὶ τὴν χάριν τοῦ πνεύματος παρ᾿ αὐτοῦ δέξασθαι ἐπιθυμούσῃ εἰς λύτρωσιν καὶ σωτηρίαν αὐτῆς καὶ πάσης κακίας καὶ παντὸς πάθους ἀπαλλαγήν, οὐ δωρήσεται τάχιον καὶ ἑτοιμοτέρως τὴν ἀπολύτρωσιν τῆς ἰάσεως.


Ἀπαρνησάσθω ἑαυτόν

ΟΛΙΓΟΙ εἰσι πάνυ οἱ τῇ ἀγαθῇ ἀρχῇ τέλος ἀγαθὸν πορισάμενοι καὶ διεξερχόμενοι ἕως τέλους ἄπτωτοι, τὴν μίαν ἀγάπην πρὸς μόνον τὸν Θεὸν ἔχοντες καὶ πάντων ἑαυτοὺς λελυκότες. Πολλοὶ γὰρ κατανύσσονται καὶ πολλοὶ χάριτος οὐρανίου μέτοχοι γίνονται καὶ ἔρωτι οὐρανίῳ τιτρώσκονται, ἀλλὰ διὰ τοὺς ἐν μέσῳ ἀγῶνας καὶ ἀθλήσεις καὶ πόνους καὶ πειρασμοὺς διαφόρους τοῦ πονηροῦ μὴ ὑπομένοντες, ἐν ποικίλαις καὶ διαφόροις ἐπιθυμίαις κοσμικαῖς τρεπόμενοι διὰ τὸ θέλημα ἔχειν ἕκαστον τοῦ ἀγαπῆσαί τι τοῦ κόσμου τούτου καὶ μὴ λελυκέναι πάντοθεν τὴν ἀγάπην αὐτοῦ, ἀπέμειναν καὶ ἐβυθίσθησαν ἐν τῷ τοῦ κόσμου βυθῷ διὰ ἰδίου θελήματος ἀνανδρίαν καὶ χαύνωσιν ἢ δειλίαν ἢ δι᾿ ἀγάπην τινὰ γηΐνην.

Οἱ γὰρ ἐξ ἀληθείας διεξελθεῖν ἕως τέλους ἐν ἀγαθῇ διαγωγῇ βουλόμενοι ἄλλον ἔρωτα καὶ ἄλλην ἀγάπην σὺν ἐκείνῃ τῇ ἐπουρανίῳ παραδέξασθαι ἑκουσίως καὶ μῖξαι οὐκ ὀφείλουσιν, ἵνα μὴ ἐμποδισθῶσι τῶν πνευματικῶν καὶ στραφῶσιν εἰς τὰ ὀπίσω καὶ τέλος ἐκπέσωσι τῆς ζωῆς. Ὥσπερ γὰρ μεγάλα καὶ ἀλάλητα καὶ ἀνεκδιήγητα τὰ ἐπηγγελμένα παρὰ Θεῷ τυγχάνει, οὕτω πίστεως καὶ ἐλπίδος καὶ πόνων καὶ ἀγώνων μεγάλων χρεία καὶ πολλῆς δοκιμασίας· οὐ γάρ τι μικρὸν τυγχάνει, ἃ ἐλπίζει ἀγαθὰ λαβεῖν ὁ ἄνθρωπος. Βασιλείας οὐρανῶν ἐπιθυμῶν συμβασιλεῦσαι Χριστῷ εἰς τοὺς ἀπεράντους αἰῶνας βούλει, καὶ τοὺς ἀγῶνας καὶ πόνους καὶ πειρασμοὺς τοῦ ὀλίγου χρόνου τῆς ζωῆς ταύτης ἀναδέξασθαι προθύμως ἕως θανάτου οὐ καταδέχῃ; Τοῦ Κυρίου βοῶντος· «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾿ ἡμέραν χαίρων καὶ ἀκολουθείτω μοι», καὶ πάλιν· «ἐὰν μή τις μισήσῃ πατέρα, μητέρα, γυναῖκα, τέκνα, ἀδελφούς, ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής».

Οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων βασιλείας μὲν ἐπιτυχεῖν βούλονται καὶ τὴν αἰώνιον ζωὴν κληρονομῆσαι θέλουσι, ζῆν δὲ ἐν τοῖς ἰδίοις αὐτῶν θελήμασι καὶ αὐτοῖς ἐξακολουθεῖν οὐκ ἀναίνονται, μᾶλλον δὲ τῷ σπείροντι τὰ μάταια, καὶ μὴ ἀπαρνούμενοι ἑαυτοὺς βούλονται τὴν αἰώνιον κληρονομῆσαι ζωήν, ὅπερ ἐστὶν ἀδύνατον· ὁ γὰρ λόγος τοῦ Κυρίου ἀληθὴς τυγχάνει. Οὗτοι γὰρ ἄπτωτοι διεξέρχονται οἱ κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἀρνησάμενοι ὅλοι ἐξ ὅλου ἑαυτούς, καὶ πάσας τὰς τοῦ κόσμου ἐπιθυμίας καὶ δεσμοὺς καὶ μετεωρισμοὺς καὶ ἡδονὰς καὶ ἀσχολίας βδελυξάμενοι, καὶ αὐτὸν μόνον πρὸ ὀφθαλμῶν ἔχοντες καὶ τὰς ἐντολὰς αὐτοῦ ποιεῖν ἐπιθυμοῦντες. Ὥστε ἰδίῳ θελήματι ἀποστρέφεται ἕκαστος τῆς βασιλείας τῷ ἐξ ἀληθείας μὴ θελῆσαι καμεῖν καὶ ἀρνήσασθαι ἑαυτὸν καὶ ἀγαπᾶν τι σὺν ἐκείνῃ τῇ ἀγάπῃ, τῷ ἥδεσθαί τισι τοῦ αἰῶνος τούτου ἡδοναῖς ἢ ἐπιθυμίαις καὶ τῷ μὴ ὅλην τὴν ἀγάπην, ὅσον ἐν προαιρέσει καὶ θελήματι δυνατόν, πρὸς Κύριον ἔχειν…

Εἰς γὰρ τὰς θλίψεις καὶ παθήματα καὶ ὑπομονὴν καὶ πίστιν ἐγκεκρυμμέναι εἰσὶν αἱ ἐπαγγελίαι καὶ ἡ δόξα καὶ ἡ τῶν ἐπουρανίων ἀγαθῶν ἀποκατάστασις, ὥσπερ ἐν τῷ ῥιπτομένῳ σίτῳ εἰς τὴν γῆν ὁ καρπός, ἢ δένδρῳ ἐπικεντριζομένῳ διὰ σήψεώς τινος καὶ ἀτιμίας διερχομένῳ καὶ τότε τοῦ ἐνδύματος τὴν εὐπρέπειαν καὶ τὴν δόξαν καὶ τὸν πολυπλασιάζοντα καρπὸν ἀναφαίνοντι. Εἰ μὴ γὰρ δι᾿ ἐκείνων τῶν ἀτιμίας ἀξίων καὶ ἀφανισμοῦ διῆλθον, οὐκ ἂν τὴν εὐπρέπειαν τῆς κοσμήσεως καὶ τὸ κάλλος τῆς θέας καὶ τὸν πλεονάζοντα καρπὸν ἀπεδείχθησαν ἔχειν. Ὡς καὶ ὁ ἀπόστολος «διὰ πολλῶν θλίψεων» φησὶν «δυνάμεθα εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ ὁ Κύριος· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν» καὶ πάλιν· «ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε». Πόνου γὰρ καὶ σπουδῆς καὶ νήψεως καὶ πολλῆς προσοχῆς χρεία καὶ ὀξύτητος καὶ ἀναιδείας ἐν τῇ πρὸς Κύριον αἰτήσει, εἰς τὸ δυνηθῆναι διεξελθεῖν τὰς τῶν γηΐνων ἐπιθυμιῶν παγίδας καὶ βρόχους τῶν ἡδονῶν καὶ καταιγίδας τοῦ κόσμου, καὶ τὰς τῶν πονηρῶν πνευμάτων ἐπαναστάσεις διαφυγεῖν καὶ γνῶναι καλῶς, ἐν ποίᾳ νήψει καὶ γοργότητι πίστεως καὶ ἀγάπης οἱ ἅγιοι τὸν ἐπουράνιον θησαυρόν, τουτέστι τὴν τοῦ πνεύματος δύναμιν, ἐν ταῖς ψυχαῖς ἑαυτῶν ἐντεῦθεν ἐκτήσαντο, ὅπερ ἐστὶν ἀρραβὼν τῆς βασιλείας. Ὁ γὰρ μακάριος ἀπόστολος Παῦλος περὶ τούτου τοῦ ἐπουρανίου θησαυροῦ, τουτέστι τῆς χάριτος τοῦ πνεύματος, διηγούμενος καὶ τὴν ὑπερβολὴν τῶν θλίψεων ἐξαγορεύων, ἅμα δὲ ὑποδεικνύων, τί ὀφείλει ἕκαστος ζητεῖν ἐντεῦθεν καὶ τί ὀφείλει κτήσασθαι, λέγει· «οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς»…

Χριστιανῶν γὰρ κόσμος ἕτερός ἐστι καὶ ἄλλη τράπεζα καὶ ἄλλα ἐνδύματα καὶ ἄλλη ἀπόλαυσις καὶ ἄλλη κοινωνία καὶ ἄλλο φρόνημα· διὸ καὶ κρείττους πάντων ἀνθρώπων τυγχάνουσι. Τούτων δὲ τὴν δύναμιν νῦν ἔνδον ἐν ταῖς ψυχαῖς καταξιοῦνται λαβεῖν διὰ τοῦ ἁγίου Πνεύματος· διὸ καὶ ἐν τῇ ἀναστάσει τὰ σώματα καταξιωθήσονται τῶν αἰωνίων ἐκείνων τοῦ πνεύματος ἀγαθῶν καὶ τῇ δόξῃ ἐκείνῃ ἀνακραθήσονται, ἧς ἀπὸ τοῦ νῦν αἱ ψυχαὶ αὐτῶν τὴν πεῖραν ἐδέξαντο. …

Ἀφ' οὗ γὰρ παρέβη ὁ ἄνθρωπος τὴν ἐντολήν, ἐπεισελθὼν ὁ ὄφις, ὁ διάβολος, ὡς δεσπότης γέγονε τοῦ οἴκου καὶ ὡς ψυχὴ ἐν ἑνὶ μέρει μετὰ τῆς ψυχῆς. Ὁ γὰρ Κύριος ἐν τῷ εὐαγγελίῳ λέγει· «πᾶς ὅστις οὐκ ἀρνεῖται τὴν ἑαυτοῦ ψυχὴν καὶ οὐ μισεῖ ἑαυτόν, οὐκ ἔστι μου μαθητής», ἐπειδὴ ἡ ἁμαρτία ἐπεισελθοῦσα τῇ ψυχῇ ὡς μέλος γέγονεν αὐτῇ, καὶ βρύουσι πολλοὶ λογισμοὶ ἀκάθαρτοι ἐν τῇ καρδίᾳ. Ὁ οὖν ποιῶν τὰ θελήματα τῆς ψυχῆς αὐτοῦ τὰ θελήματα τῆς ἁμαρτίας ποιεῖ, ἐπειδὴ συμπέπλεκται μετὰ τῆς ψυχῆς. Ὁ δὲ ὑποτάσσων τὴν ψυχὴν αὐτοῦ τῷ πνεύματι καὶ ὀργιζόμενος ἑαυτῷ καὶ ταῖς συνούσαις αὐτῷ ἐπιθυμίαις, οὗτος ἐστὶν ὁ ὑποτάσσων πόλιν ἐχθρῶν αὐτοῦ καὶ οὗτος καταξιοῦται ἐλθεῖν εἰς μέτρα μεγάλα πνευματικὰ καὶ ἀπολαμβάνει διὰ τῆς θείας δυνάμεως τὸν καθαρὸν ἄνθρωπον καὶ γίνεται ἐν αὐτῷ μείζων· ἀποθεοῦται γὰρ ὁ τοιοῦτος καὶ γίνεται υἱὸς Θεοῦ, λαμβάνων τὸ οὐράνιον σίγνον ἐν τῇ ψυχῇ. Οἱ γὰρ ἐκλεκτοὶ αὐτοῦ χρίονται τὸ ἁγιαστικὸν ἔλαιον καὶ γίνονται ἀξιωματικοὶ καὶ βασιλεῖς. Ἔχει γὰρ τὴν ἐλευθερίαν ὁ ἄνθρωπος ταύτην καὶ ὢν ἐν βάθει τῆς κακίας καὶ δουλεύων τῇ ἁμαρτίᾳ τοῦ τραπῆναι αὐτὸν ἐπὶ τὸ ἀγαθόν, καὶ δεδεμένος πνεύματι ἁγίῳ καὶ αἰχμάλωτος καὶ μεμεθυσμένος εἰς τὰ ἐπουράνια ὁμοίως ἔχει τοῦ τραπῆναι αὐτὸν ἐπὶ τὸ κακόν. Γυνὴ ῥάκη ἐνδεδυμένη, λιμώττουσα καὶ ἐρρυπωμένη, εἰ μετὰ πολλοῦ καμάτου ἔλθῃ εἰς ἀξίωμα βασιλικὸν καὶ ἐνδύσηται στέφανον καὶ πορφύραν καὶ γένηται νύμφη βασιλέως, μέμνηται μὲν τῆς προτέρας ῥυπαρίας καὶ ἔχει θέλημα, ἀλλ' οὐ βούλεται ἐπανελθεῖν εἰς τὴν ἀρχαίαν αἰσχύνην, ἐπειδὴ μωρόν ἐστι τοῦτο. Αὐτοὶ δὲ οἱ γευσάμενοι τῆς χάριτος τοῦ Θεοῦ καὶ μέτοχοι ὄντες τοῦ πνεύματος, ἐὰν μὴ ἀσφαλίσωνται, κατασβέννυνται καὶ γίνονται χείρονες, οὗ ἦσαν ὅτε ἦσαν κοσμικοί.


Βρίσκεται ὁ Θεὸς μαζὶ μὲ τὸν σατανᾶ;

Ο ΗΛΙΟΣ οὗτος, κτίσμα ὢν καὶ καταλάμπων εἰς τόπους βορβορώδεις, τί βλάπτεται; Πόσῳ μᾶλλον τὸ θεῖον συνὸν τῷ σατανᾷ οὔτε ῥυποῦται οὔτε μιαίνεται· ἐπέτρεψε δὲ εἶναι τὸ κακὸν εἰς γυμνασίαν τῶν ἀνθρώπων. Πλὴν τὸ κακὸν ἐσκότωται καὶ τετύφλωται καὶ οὐ δύναται ἰδεῖν τὸ καθαρὸν καὶ λεπτὸν τοῦ Θεοῦ. Εἰ δὲ λέγει τις ἴδιον τόπον ἔχειν τὸν σατανᾶν καὶ ἴδιον τὸν Θεόν, ποιεῖ αὐτὸν καὶ περίγραπτον εἰς ἐκεῖνον τὸν τόπον ἔνθα κατοικεῖ ὁ πονηρός. Πῶς δὲ λέγομεν τὸ ἀγαθὸν ἀπερίγραπτον εἶναι καὶ ἀκατάληπτον καὶ τὰ πάντα ἐν αὐτῷ εἶναι καὶ μὴ μιαίνεσθαι τὸ ἀγαθὸν ὑπὸ τοῦ κακοῦ; Μὴ γάρ, ἐπειδὴ ὁ οὐρανὸς καὶ ὁ ἥλιος καὶ τὰ ὄρη ἐν αὐτῷ τῷ Θεῷ εἰσι καὶ δι᾿ αὐτοῦ συνέστηκε, μὴ καὶ αὐτὰ Θεὸς ἐγένετο; Τὰ δημιουργήματα εἰς τὴν ἰδίαν τάξιν πέπηκται, καὶ ὁ δημιουργὸς συνὼν τοῖς κτίσμασι Θεός ἐστιν.


Ὁ φωτισμὸς τοῦ ἔσω ἀνθρώπου

ΩΣΠΕΡ οἱ ὀφθαλμοὶ οὗτοι βλέπουσι τὸν ἥλιον, οὕτω καὶ οἱ φωτισθέντες βλέπουσι τὴν εἰκόνα τῆς ψυχῆς, ἀλλὰ ταῦτα ὀλίγοι ὁρῶσι Χριστιανοί… (Ἡ ψυχὴ) ἔχει εἰκόνα καὶ μορφὴν ὁμοιάζουσαν τῷ ἀγγέλῳ. Ὥσπερ οἱ ἄγγελοι ἔχουσιν εἰκόνα καὶ μορφὴν καὶ ὥσπερ ὁ ἔξω ἄνθρωπος ἔχει εἰκόνα, οὕτως καὶ ὁ ἔσω εἰκόνα ἔχει ὁμοίαν τῷ ἀγγέλῳ καὶ τῷ ἔξω ἀνθρώπῳ μορφήν…

Εἰσέρχεταί τις κλῖναι γόνυ, καὶ ἡ καρδία πληροῦται τῆς θείας ἐνεργείας καὶ εὐφραίνεται ἡ ψυχὴ μετὰ τοῦ Κυρίου ὡς νύμφη μετὰ νυμφίου, κατὰ τὸν λόγον Ἠσαΐου τοῦ προφήτου λέγοντος· «ὃν τρόπον εὐφραίνεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπί σοι». Καὶ συμβαίνει ὅτι ἀσχολούμενος οὗτος πᾶσαν ἡμέραν ἐν μιᾷ ὥρᾳ δίδωσιν ἑαυτὸν εἰς εὐχὴν καὶ ἁρπάζεται εἰς προσευχὴν ὁ ἔσω ἄνθρωπος, εἰς ἄπειρον βάθος ἐκείνου τοῦ αἰῶνος ἐν ἡδύτητι πολλῇ, ὥστε ξενίζεσθαι τὸν νοῦν ὅλον ὄντα μετέωρον καὶ ἡρπασμένον ἐκεῖ, ὥστε κατ᾿ ἐκεῖνον τὸν καιρὸν λήθην ἐγγενέσθαι τοῖς λογισμοῖς τοῦ φρονήματος τοῦ ἐπιγείου, διὰ τὸ μεστωθῆναι τοὺς λογισμοὺς καὶ αἰχμαλωτισθῆναι εἰς τὰ θεῖα καὶ ἐπουράνια, εἰς ἀπέραντα καὶ ἀκατάληπτα πράγματα, εἰς θαυμάσιά τινα ἀνθρωπίνῳ στόματι φρασθῆναι ἀδύνατα, ὥστε ἐν ἐκείνῃ τῇ ὥρᾳ εὔχεσθαι καὶ λέγειν ὡς «εἴθε συναπῆλθεν ἡ ψυχὴ σὺν τῇ εὐχῇ»…

Ὡς ἵνα εἴπωμεν, χρὴ δώδεκα βαθμοὺς παρελθεῖν τινα καὶ φθάσαι εἰς τὴν τελειότητα. Ἐν καιρῷ τις ἔφθασε καταλαβεῖν ἐκεῖνο τὸ μέτρον καὶ εἰσῆλθεν εἰς τὴν τελειότητα, πάλιν ἐνδίδωσιν ἡ χάρις καὶ κατέρχεται παρ᾿ ἕνα βαθμὸν καὶ στήκει εἰς τοὺς ἕνδεκα. Εἷς δέ τις πλούσιος ἐν τῇ χάριτι πάντοτε, νυκτὸς καὶ ἡμέρας εἰς τὰ τέλεια μέτρα ἕστηκεν, ὢν ἐλεύθερος καὶ καθαρός, πάντοτε αἰχμάλωτος καὶ μετέωρος. Καὶ νῦν ᾧ ἐδείχθη ἐκεῖνα τὰ θαυμάσια καὶ ὧν πεῖραν ἔλαβεν ὁ ἄνθρωπος, εἰ συνῆν αὐτῷ πάντοτε, οὐκ ἠδύνατο τὴν οἰκονομίαν τοῦ λόγου ἢ τὸ βάρος ὑποδέξασθαι οὔτε ἠνείχετο ἀκούειν ἢ μεριμνᾶν εἰς τὸ τυχὸν περὶ ἑαυτοῦ οὔτε περὶ τῆς αὔριον, εἰ μὴ μόνον καθῆσθαι ἐν μιᾷ γωνίᾳ μετέωρον καὶ μεμεθυσμένον. Ὥστε τὸ τέλειον μέτρον οὐκ ἐδόθη, ἵνα δυνηθῇ σχολάσαι εἰς τὴν μέριμναν τῶν ἀδελφῶν καὶ εἰς τὴν διακονίαν τοῦ λόγου, πλὴν «τὸ μεσότοιχον τοῦ φραγμοῦ» διαλέλυται καὶ νενίκηται ὁ θάνατος…

Μετὰ τὸ σημεῖον τοῦ σταυροῦ νῦν ἡ χάρις οὕτως ἐνεργεῖ, εἰρηνεύει ὅλα τὰ μέλη καὶ τὴν καρδίαν, ὥστε τὴν ψυχὴν ἐκ τῆς πολλῆς χαρᾶς ὡς παιδίον ἄκακον φαίνεσθαι καὶ οὐκέτι κατακρίνει ὁ ἄνθρωπος Ἕλληνα ἢ Ἰουδαῖον ἢ ἁμαρτωλὸν ἢ κοσμικόν. Ἀλλ᾿ ὁ ἔσω ἄνθρωπος καθαρῷ ὀφθαλμῷ πάντας ὁρᾷ, καὶ χαίρει ὁ ἄνθρωπος ἐπὶ ὅλῳ τῷ κόσμῳ καὶ πάντας θέλει προσκυνεῖν καὶ ἀγαπᾶν, Ἕλληνας, Ἰουδαίους. Ἄλλῃ ὥρᾳ ὡς υἱὸς βασιλέως οὕτως θαρρεῖ τῷ Υἱῷ τοῦ Θεοῦ ὡς πατρί, καὶ ἀνοίγονται αὐτῷ θύραι καὶ εἰσέρχεται ἔνδον εἰς πολλὰς μονάς, καὶ ὅσον εἰσέρχεται πάλιν ἀνοίγονται αὐτῷ, πρὸς λόγον ἀπὸ ἑκατὸν μονῶν εἰς ἄλλας ἑκατὸν μονάς, καὶ πλουτεῖ, καὶ ὅσῳ πλουτεῖ, πάλιν ἄλλα καινότερα θαυμάσια δείκνυνται αὐτῷ, καὶ ἐμπιστεύεται ὡς υἱῷ καὶ κληρονόμῳ πράγματα μὴ δυνάμενα ῥηθῆναι ὑπὸ φύσεως ἀνθρωπίνης ἢ στόματι καὶ γλώσσῃ διαρθρωθῆναι.


Πλήρωμα υἱοθεσίας

Η ΤΟΥ ΘΕΟΥ τῆς χάριτος ἐν ἀνθρώπῳ γινομένη ἐνέργεια καὶ τὸ χάρισμα τοῦ Πνεύματος τοῦ ἁγίου, ὅπερ πιστὴ ψυχὴ λαμβάνειν καταξιοῦται, μετὰ πολλοῦ ἀγῶνος καὶ ὑπομονῆς πολλῆς καὶ μακροθυμίας καὶ πειρασμῶν καὶ δοκιμασιῶν γίγνεται, τῆς αὐτεξουσίου προαιρέσεως διὰ πασῶν θλίψεων δοκιμαζομένης. Καὶ ἐπὰν ἐν μηδενὶ τὸ Πνεῦμα λυπήσῃ, ἀλλὰ τῇ χάριτι διὰ πασῶν ἐντολῶν σύμφωνος γένηται, τότε τῆς ἐκ τῶν παθῶν ἐλευθερίας τυχεῖν καταξιοῦται καὶ τῆς υἱοθεσίας τοῦ Πνεύματος πλήρωσιν λαμβάνει καὶ τῆς ἐν μυστηρίῳ λαλουμένης σοφίας καὶ τοῦ πνευματικοῦ πλούτου καὶ τῆς συνέσεως τῆς μὴ οὔσης τοῦ κόσμου τούτου, ἧς οἱ ὄντως Χριστιανοὶ μέτοχοι γίνονται. Διὸ καὶ πάντων ἀνθρώπων τῶν ἐχόντων τὸ τοῦ κόσμου πνεῦμα, φρονίμων, συνετῶν, σοφῶν, οὗτοι εἰς πάντα διαφέρουσιν.

Ὁ τοιοῦτος γὰρ πάντας ἀνθρώπους «ἀνακρίνει» κατὰ τὸ γεγραμμένον, γινώσκει ἕκαστον πόθεν λαλεῖ καὶ ποῦ ἕστηκε καὶ ἐν ποίοις μέτροις ἐστίν. Αὐτὸν δὲ οὐδεὶς ἀνθρώπων τῶν ἐχόντων τὸ πνεῦμα τοῦ κόσμου γινώσκειν καὶ ἀνακρίνειν δύναται, εἰ μὴ μόνον ὁ τὸ ὅμοιον ἔχων ἐπουράνιον τῆς θεότητος Πνεῦμα γιγνώσκει τὸν ὅμοιον, ὥς φησιν ὁ ἀπόστολος· «πνευματικοῖς πνευματικὰ συγκρίνοντες. Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν». «ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ᾿ οὐδενὸς ἀνακρίνεται». Ὁ τοιοῦτος πάντα τὰ τοῦ κόσμου πράγματα ἔνδοξα, πλοῦτον καὶ τρυφὴν καὶ πᾶσαν ἀπόλαυσιν αὐτήν τε τὴν γνῶσιν καὶ πάντα τὰ τοῦ αἰῶνος τούτου βδελυκτὰ ἡγεῖται καὶ μισητά…

Τὴν δὲ κτῆσιν τῆς ἑαυτοῦ ψυχῆς καὶ τῆς ἐπουρανίου τοῦ Πνεύματος ἀγάπης οὐκ ἐνδέχεταί τινα εὑρεῖν, ἐὰν μὴ πάντων τῶν τοῦ αἰῶνος τούτου ἑαυτὸν ἀλλοτριώσας πρὸς τὴν ζήτησιν τῆς ἀγάπης τοῦ Χριστοῦ ἑαυτὸν ἐπιδῷ καὶ πασῶν ὑλικῶν μεριμνῶν καὶ περισπασμῶν γηΐνων ὁ νοῦς ἐκτὸς γένηται, ἵνα περὶ τὸν ἕνα σκοπὸν ὅλος ἀσχοληθῆναι δυνηθῇ, διὰ πασῶν ἐντολῶν ταῦτα κατευθύνων, ἵνα ὅλη ἡ μέριμνα καὶ ἡ ζήτησις καὶ ὁ περισπασμὸς καὶ ἡ ἀσχολία τῆς ψυχῆς περὶ τὴν ἔρευναν τῆς νοερᾶς οὐσίας ᾖ, πῶς αὐτὴν κοσμηθῆναι δεῖ ταῖς τῶν ἀρετῶν ἐντολαῖς καὶ τῷ ἐπουρανίῳ τοῦ Πνεύματος κόσμῳ καὶ τῇ κοινωνίᾳ τῆς τοῦ Χριστοῦ καθαρότητος καὶ ἁγιασμοῦ, ἵνα τις πᾶσιν ἀποταξάμενος καὶ πάντα ἑαυτοῦ περικόψας τὰ τῆς ὕλης καὶ γῆς ἐμπόδια, καὶ σαρκικῆς ἀγάπης ἢ προσπαθείας γονέων ἢ συγγενῶν ἐκτὸς γενόμενος, ἐν μηδενὶ ἑτέρῳ συγχωρήσῃ τῷ ἑαυτοῦ νῷ ἀσχοληθῆναι ἢ περισπασθῆναι, οἷον ἢ ἀρχῇ ἢ δόξῃ ἢ τιμαῖς ἢ φιλίαις σαρκικαῖς κόσμου ἢ ἑτέραις τισὶ φροντίσι γηΐναις· ἀλλ᾿ ὅλος ἐξ ὅλου περὶ τὴν ζήτησιν τῆς νοερᾶς οὐσίας τῆς ψυχῆς τὴν μέριμναν καὶ θλῖψιν ὁ νοῦς ἀναλάβῃ καὶ τῇ προσδοκίᾳ καὶ ἀναμονῇ τῆς τοῦ Πνεύματος ἐπιφοιτήσεως ὅλος ἐξ ὅλου ὑπομένῃ, καθώς φησιν ὁ Κύριος· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν», καὶ πάλιν· «ζητεῖτε τὴν βασιλείαν καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν»…

Ἄπελθε εἰς εὐχὴν καὶ ἐπίσκεψαί σου τὴν καρδίαν καὶ τὸν νοῦν καὶ θέλησον τὴν εὐχήν σου καθαρὰν ἀναπέμψαι τῷ Θεῷ καὶ βλέπε ἐκεῖ, εἰ οὐδέν ἐστι τὸ ἐμποδίζον, εἰ γίγνεται εὐχὴ καθαρά, εἰ ἠσχόληταί σου ὁ νοῦς περὶ τὸν Κύριον, ὃν τρόπον τοῦ γεωργοῦ περὶ τὴν γεωργίαν, τοῦ ἀνδρὸς περὶ τὴν γυναῖκα, τοῦ ἐμπόρου περὶ τὴν ἐμπορίαν· εἰ κλίνεις τὰ γόνατά σου εἰς εὐχὴν καὶ τοὺς λογισμούς σου ἄλλοι μὴ διαρπάζουσιν.


Ἀνάσταση

ΟΤΑΝ ἀκούσῃς, ὅτι ἐν τῷ καιρῷ ἐκείνῳ ἐρρύσατο τὰς ψυχὰς ἐκ τοῦ ᾅδου καὶ τοῦ σκότους καὶ ὅτι κατῆλθεν εἰς τὸν ᾅδην ὁ Κύριος καὶ ἐποίησεν ἔνδοξον ἔργον, μὴ μακρὰν ἀπὸ τῆς ψυχῆς σου τὰ πράγματα ταῦτα εἶναι νομίσῃς. Ὁ γὰρ ἄνθρωπός ἐστι χωρητικὸς καὶ δεκτικὸς τοῦ πονηροῦ· κατέχει γὰρ ὁ θάνατος τὰς ψυχὰς τοῦ Ἀδὰμ καὶ ἐντὸς τοῦ σκότους εἰσὶν οἱ λογισμοὶ τῆς ψυχῆς ἐγκεκλεισμένοι. Καὶ ὅταν ἀκούσῃς περὶ μνημείων, μὴ τὰ φαινόμενα λογίσῃ μόνον· μνημεῖον γὰρ καὶ τάφος ἡ καρδία σοῦ ἐστιν. Ὅταν γὰρ ὁ ἄρχων τῆς κακίας καὶ οἱ ἄγγελοι αὐτοῦ ἐκεῖ ἐμφωλεύωσι καὶ ὅταν τὰς τρίβους καὶ τὰς διόδους ἐκεῖ ποιῶνται, ὅπου ἐμπεριπατοῦσιν αἱ δυνάμεις τοῦ σατανᾶ εἰς τὸν νοῦν σου καὶ εἰς τοὺς λογισμούς σου, -οὐχὶ ᾅδης καὶ τάφος καὶ μνημεῖον καὶ νεκρὸς εἶ τῷ Θεῷ; Ἐκεῖ γὰρ ὁ σατανᾶς ἀργύριον ἀδόκιμον ἐχάραξεν, ἐν τῇ ψυχῇ ταύτῃ ἔσπειρε σπέρματα πικρίας, ἐζύμωται ζύμῃ παλαιᾷ, βρύει ἐκεῖ πηγὴ βορβόρου. Ἔρχεται οὖν ὁ Κύριος εἰς τὰς ἐπιζητούσας αὐτὸν ψυχάς, εἰς τὸ βάθος τοῦ ᾅδου τῆς καρδίας, κἀκεῖ προστάσσει τῷ θανάτῳ λέγων· «ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς τὰς ἐμὲ ἐπιζητούσας, ἃς κατέχεις βιαίως». Διαρρήσσει οὖν τοὺς βαρεῖς λίθους τοὺς ἐπικειμένους τῇ ψυχῇ, ἀνοίγει τὰ μνημεῖα, ἀνιστᾷ τὸν ἀληθινὸν νεκρόν, ἐκβάλλει ἐκ τῆς σκοτεινῆς φυλακῆς τὴν ἐγκεκλεισμένην ψυχήν.


Ποιά εἶναι ἡ σπορά μας;

ΕΣΤΙΝ οὖν γῆ ἐν ᾗ κατοικοῦσι τὰ τετράποδα, καὶ ἔστι γῆ ἐν τῷ ἀέρι, ἐν ᾗ περιπατοῦσι καὶ ζῶσι τὰ ὄρνεα, καὶ ταῦτα ἐὰν θελήσωσιν ἐν τῇ γῇ στῆναι ἢ περιπατῆσαι, ἔχουσι θηρευτὰς τοὺς κρατοῦντας αὐτά· καὶ ἔστι γῆ τῶν ἰχθύων, τὸ ὕδωρ τῆς θαλάσσης· καὶ ἕκαστον ἐν ᾧ τόπῳ ἐγεννήθη, καὶ γῇ καὶ ἀέρι, ἔχει ἐκεῖ τὴν διαγωγὴν καὶ τροφὴν καὶ ἀνάπαυσιν. Οὕτως ἔστι γῆ καὶ πατρὶς σατανική, οὗ διάγουσι καὶ ἐμπεριπατοῦσι καὶ ἐπαναπαύονται αἱ δυνάμεις τοῦ σκότους καὶ τὰ πνεύματα τῆς πονηρίας, καὶ ἔστι γῆ φωτεινὴ τῆς θεότητος, ὅπου ἐμπεριπατοῦσι καὶ ἐπαναπαύονται αἱ παρεμβολαὶ τῶν ἀγγέλων καὶ τῶν ἁγίων πνευμάτων. Καὶ οὔτε ἡ σκοτεινὴ γῆ τοῖς ὀφθαλμοῖς τούτοις ὁραθῆναι ἢ ψηλαφηθῆναι δύναται, οὔτε ἡ γῆ τῆς θεότητος ἡ φωτεινὴ ψηλαφᾶται ἢ ὁρᾶται τοῖς σαρκικοῖς ὀφθαλμοῖς. Τοῖς δὲ πνευματικοῖς φαίνεται τῷ ὀφθαλμῷ τῆς καρδίας, καὶ ἡ σατανικὴ τοῦ σκότους καὶ ἡ φωτεινὴ τῆς θεότητος.

Ὡς δὲ ὁ λόγος τῶν ἔξωθεν λέγει· «ἔστιν ὄρη πύρινα» (ὅτι ἐκεῖ πῦρ ἐστι), καὶ ἔστιν ἐκεῖ ζῷα ὅμοια τῶν προβάτων· λοιπὸν οἱ θηρεύοντες αὐτὰ ποιοῦσι σιδηροῦς τροχοὺς καὶ βάλλουσιν ἄγκιστρα καὶ πέμπουσιν εἰς τὸ πῦρ, ἐπειδὴ ἐκεῖνα τὰ ζῷα τὸ πῦρ ἔχει βρῶσιν, τὸ πῦρ ἔχει πόσιν, ἀνάπαυσιν, αὔξησιν, ζωήν, ἀντὶ πάντων τὸ πῦρ αὐτοῖς ἐστι· καὶ ἐὰν ἐξενέγκῃς αὐτὰ εἰς ἄλλον ἀέρα, ἀπόλλυνται· καὶ τὰ ἐνδύματα αὐτῶν ὅταν ῥυπωθῇ, εἰς τὸ ὕδωρ οὐ πλύνονται, ἀλλὰ εἰς τὸ πῦρ, καὶ γίνονται καθαρώτερα καὶ λευκότερα, -οὕτως καὶ οἱ Χριστιανοὶ τὸ ἐπουράνιον πῦρ ἐκεῖνο ἔχουσι βρῶσιν, ἐκεῖνο αὐτοῖς ἐστιν ἀνάπαυσις, ἐκεῖνο καθαρίζει καὶ πλύνει καὶ ἁγιάζει αὐτῶν τὴν καρδίαν, ἐκεῖνο φέρει αὐτοὺς εἰς αὔξησιν, ἐκεῖνο αὐτοῖς ἐστιν ἀὴρ καὶ ζωή. Εἰ δὲ ἐκεῖθεν ἐξέλθωσιν, ἀπόλλυνται ὑπὸ τῶν πονηρῶν πνευμάτων, ὥσπερ ἐκεῖ τὰ ζῷα ἐξερχόμενα ἀπὸ τοῦ πυρὸς ἀποθνῄσκει, ὥσπερ οἱ ἰχθύες ἀπὸ τῶν ὑδάτων· ὥσπερ τὰ τετράποδα ζῷα βαλλόμενα εἰς τὴν θάλασσαν πνίγεται, ὥσπερ τὰ πετεινὰ περιπατοῦντα εἰς τὴν γῆν κατέχεται ὑπὸ τῶν θηρευτῶν, οὕτως καὶ ἡ ψυχὴ ἡ μὴ μένουσα ἐν τῇ γῇ ἐκείνῃ συμπνίγεται καὶ ἀπόλλυται· καὶ ἐὰν μὴ ἔχῃ τὸ πῦρ ἐκεῖνο τὸ θεϊκὸν ἀντὶ βρώσεως καὶ πόσεως καὶ ἐνδυμάτων καὶ καθαρισμοῦ καρδίας καὶ ἁγιασμοῦ ψυχῆς, κατέχεται ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ διαφθείρεται. Ἡμεῖς δὲ ζητήσωμεν, εἰ ἐσπάρημεν ἐν τῇ ἀοράτῳ γῇ ἐκείνῃ καὶ ἐφυτεύθημεν ἐν τῇ ἐπουρανίῳ ἀμπέλῳ.


Θεία διδαχή

ΟΣΟΙ υἱοί εἰσι τοῦ φωτὸς καὶ τῆς διακονίας τῆς καινῆς διαθήκης ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, οὗτοι παρὰ ἀνθρώπων οὐδὲν μανθάνουσι· θεοδίδακτοι γάρ εἰσιν. Αὐτὴ γὰρ ἡ χάρις ἐπιγράφει ἐν ταῖς καρδίαις αὐτῶν τοὺς νόμους τοῦ Πνεύματος. Οὐκ ὀφείλουσιν οὖν εἰς τὰς γραφὰς μόνον τὰς διὰ μέλανος γεγραμμένας πληροφορεῖσθαι, ἀλλὰ καὶ εἰς τὰς πλάκας τῆς καρδίας ἡ χάρις τοῦ Θεοῦ ἐγγράφει τοὺς νόμους τοῦ Πνεύματος καὶ τὰ ἐπουράνια μυστήρια. Ἡ γὰρ καρδία ἡγεμονεύει καὶ βασιλεύει ὅλου τοῦ σωματικοῦ ὀργάνου, καὶ ἐπὰν κατάσχῃ τὰς νομὰς τῆς καρδίας ἡ χάρις, βασιλεύει ὅλων τῶν μελῶν καὶ τῶν λογισμῶν· ἐκεῖ γάρ ἐστιν ὁ νοῦς καὶ ὅλοι οἱ λογισμοὶ τῆς ψυχῆς καὶ ἡ προσδοκία αὐτῆς, διὸ καὶ διέρχεται ἡ χάρις εἰς ὅλα τὰ μέλη τοῦ σώματος…

Ὥσπερ νοῦς τριετοῦς παιδίου οὐ δύναται χωρῆσαι ἢ καταλαβεῖν νοῦν τελείου σοφιστοῦ, ἐπειδήπερ ἐν μέσῳ παρῆλθε πολύς τις χρόνος, οὕτω καὶ οἱ Χριστιανοὶ ὡς βρέφη νήπια τὸν κόσμον κατανοοῦσιν, ἀφορῶντες εἰς τὸ μέτρον τῆς χάριτος· ξένοι γάρ εἰσι τοῦ αἰῶνος τούτου. Ἡ δὲ πόλις αὐτῶν καὶ ἡ ἀνάπαυσις ἄλλη ἐστίν. Ἔχουσι γὰρ οἱ Χριστιανοὶ τὴν παράκλησιν τοῦ Πνεύματος, δάκρυα καὶ πένθος καὶ στεναγμόν, καὶ αὐτὰ τὰ δάκρυα τρυφὴ αὐτοῖς ἐστιν· ἔχουσι δὲ καὶ φόβον ἐν χαρᾷ καὶ ἀγαλλιάσει. Καὶ οὕτως εἰσὶν ὡς ἄνθρωποι βαστάζοντες εἰς τὰς χεῖρας αὐτῶν τὸ αἷμα αὐτῶν, μὴ θαρροῦντες ἑαυτοῖς ἢ οἰόμενοί τι εἶναι, ἀλλ᾿ ὄντες ἐξουδενωμένοι καὶ ἀποδεδοκιμασμένοι παρὰ πάντας ἀνθρώπους.


Πειρασμοί

ΕΣΤΙ πηγὴ ῥέουσα ὕδωρ καθαρὸν καὶ ὑπόκειται βόρβορος· ὅταν ταράξῃ τις τὸν βόρβορον, ὅλη ἡ πηγὴ θολοῦται. Οὕτως καὶ ἡ ψυχὴ ὅταν ταράσσηται, θολοῦται καὶ κιρνᾶται τῇ κακίᾳ, καὶ ἕν τι γίνεται ὁ σατανᾶς μετὰ τῆς ψυχῆς (πνεύματα ἀμφότερα), κατὰ τὴν πορνείαν ἢ τὸν φόνον· διὰ τοῦτο «ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι». Πλὴν ἐν ἄλλῃ ὥρᾳ καθ᾿ ἑαυτήν ἐστιν ἡ ψυχὴ ἐνυπόστατος, μεταμελουμένη ἐφ᾿ οἷς ἔπραξε, καὶ κλαίει καὶ εὔχεται καὶ μνημονεύει Θεοῦ. Εἰ γὰρ πάντοτε ἦν ἡ ψυχὴ βεβυθισμένη εἰς τὸ κακόν, πῶς ἠδύνατο ταῦτα πράττειν, τοῦ σατανᾶ μηδέποτε θέλοντος εἰς μετάνοιαν ἔρχεσθαι τοὺς ἀνθρώπους; Ἄσπλαγχνος γὰρ ὑπάρχει. Καὶ ἡ γυνὴ κατὰ τὸ συντίθεσθαι τῷ ἀνδρὶ ἓν μετ᾿ αὐτοῦ. Ἄλλῃ δὲ ὥρᾳ κεχωρισμένοι εἰσίν, ὅτι πολλάκις ὁ εἷς αὐτῶν ἀποθνῄσκει καὶ ὁ ἕτερος ζῇ. Τοιοῦτόν τί ἐστι καὶ ἐπὶ τῇ κοινωνίᾳ τοῦ ἁγίου Πνεύματος. Ἕν πνεῦμα γίνονται· «ὁ κολλώμενος γὰρ τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι». Τοῦτο δὲ γίνεται, ὅταν καταποθῇ ὁ ἄνθρωπος ἐν αὐτῇ τῇ χάριτι.

Εἰσὶ δέ τινες ἔχοντες γεῦσιν Θεοῦ, ἔτι ἐνεργούμενοι ὑπὸ τοῦ ἀντικειμένου, καὶ ξενίζονται ἄπειροι ὄντες· ὅτι μετὰ τὴν ἐπίσκεψιν τοῦ Θεοῦ ἐνεργοῦσι λογισμοὶ εἰς τὰ μυστήρια τοῦ Χριστιανισμοῦ· οἱ ἐν αὐτοῖς δὲ γηράσαντες οὐ ξενίζονται. Καὶ ὥσπερ οἱ ἔμπειροι γεωργοὶ ἐκ τῆς πολλῆς συνηθείας, ὅτε γένηται εὐφορία, οὐ τελείως ἀμέριμνοί εἰσιν, ἀλλ᾿ ἐκδέχονται καὶ λιμὸν καὶ στενοχωρίαν, οὔτε δὲ πάλιν ὅταν καταλάβῃ αὐτοὺς λιμὸς ἢ στενοχωρία, ἐπὶ πολὺ ἀπελπίζουσι, γνωρίζοντες τὴν μεταβολήν, - οὕτως καὶ εἰς τὸ πνευματικόν. Ὅταν πειρασμοῖς ποικίλοις περιπέσῃ ἡ ψυχή, οὐ ξενίζεται οὔτε ἀπελπίζει, ἐπειδὴ οἶδεν ὅτι κατὰ συγχώρησιν ἀφίεται δοκιμασθῆναι καὶ παιδευθῆναι ὑπὸ τῆς κακίας· οὔτε δὲ πάλιν ὅτε ἐν πλούτῳ πολλῷ ἐστι καὶ ἀναπαύσει ἀμεριμνεῖ, ἀλλ᾿ ἐκδέχεται τὴν μεταβολήν. Καὶ ὁ ἥλιος, σῶμα καὶ δημιούργημα ὤν, καταλάμπων δὲ εἰς τόπους δυσώδεις ἔνθα ἐστὶ βόρβορος καὶ ἀκαθαρσίαι, οὐδὲν βλάπτεται ἢ μολύνεται, -πόσῳ μᾶλλον τὸ καθαρὸν καὶ ἅγιον Πνεῦμα, συνὸν τῇ ψυχῇ ἔτι ἐνεργουμένῃ ὑπὸ τοῦ πονηροῦ, οὐδὲν συμπεριλαμβάνει ἀπ᾿ αὐτῶν· καὶ γὰρ «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε»…

Εἰ δὲ οὐ λέγεις αὐτὸν (τὸν Θεὸν) περιέχειν τὰ πάντα καὶ τὴν γέενναν καὶ τὸν σατανᾶν, ποιεῖς αὐτὸν περίγραπτον εἰς ἐκεῖνον τὸν τόπον, ἐν ᾧ ἐστιν ὁ πονηρός, ἵνα ζητῶμεν ἄλλον ἀνώτερον αὐτοῦ· ἀνάγκη γὰρ τὸν Θεὸν πανταχοῦ εἶναι. Διὰ δὲ τὸ μυστήριον τῆς θεότητος καὶ τὴν λεπτότητα ἐν αὐτῷ περιεχόμενον τὸ σκότος οὐ καταλαμβάνει αὐτὸν οὔτε δύναται τὸ κακὸν μετέχειν τῆς καθαρότητος, εἰ καὶ ἐν αὐτῷ ἐστι. Τῷ οὖν Θεῷ οὐδὲν κακὸν ἐνυπόστατον, ἐπεὶ οὐδὲν ἀδικεῖται.

Ἡμῖν δέ ἐστι κακὸν διὰ τὸ οἰκεῖν ἐν τῇ καρδίᾳ καὶ ἐνεργεῖν, ὑποβάλλον λογισμοὺς πονηροὺς καὶ ῥυπαροὺς καὶ μὴ συγχωροῦν καθαρῶς προσεύχεσθαι, ἀλλ᾿ αἰχμαλωτίζον τὸν νοῦν εἰς τὸν αἰῶνα τοῦτον. Ἐνδέδυται οὖν τὰς ψυχάς, ἥψατο δὲ καὶ αὐτῶν τῶν ὀστέων καὶ μυελῶν. Ὥσπερ οὖν ἐστιν εἰς τὸν ἀέρα ὁ σατανᾶς καὶ ὁ Θεὸς παρὼν ἐκεῖ οὐδὲν ἀδικεῖται, οὕτως καὶ ἐν τῇ ψυχῇ ἐστιν ἡ ἁμαρτία· ὁμοίως δὲ καὶ χάρις Θεοῦ σύνεστι μηδὲν ἀδικουμένη. Ὥσπερ ἐὰν ᾖ δοῦλος ἐγγὺς τοῦ δεσπότου αὐτοῦ, οὗτος πάντοτε ἔγγιστα αὐτοῦ ὢν ὑπὸ φόβον ἐστί, μηδὲν ἄνευ αὐτοῦ διαπραττόμενος, οὕτως καὶ ἡμεῖς τῷ δεσπότῃ Χριστῷ τῷ καρδιογνώστῃ τοὺς λογισμοὺς ἡμῶν ἀνατιθέναι καὶ φανεροῦν ὀφείλομεν καὶ ἔχειν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν ἐπ᾿ αὐτόν, ὅτι «αὐτός μοῦ ἐστι πλοῦτος καὶ αὐτός μοῦ ἐστι πατήρ, αὐτός μοῦ ἐστι δόξα». Πάντοτε οὖν ἐν τῇ συνειδήσει ὀφείλεις ἔχειν τὴν μέριμναν καὶ τὸν φόβον. Ἐὰν δὲ καί τις μὴ ἔχῃ τὴν χάριν τοῦ Θεοῦ πεφυτευμένην καὶ πεπηγμένην ἐν ἑαυτῷ, ὥστε νυκτὸς καὶ ἡμέρας ὡς φυσικὸν εἶναι προσκεκολλημένον τῇ ψυχῇ τὸ καθ᾿ ὥραν ὁδηγοῦν αὐτὸν καὶ διϋπνίζον καὶ ὑπορθοῦν εἰς τὰ ἀγαθά, ἵνα γοῦν τὴν μέριμναν ἔχῃ, τὸν φόβον, τὸν πόνον ὡς φυσικὸν καὶ ἄτρεπτον, τὸν συντριμμὸν τῆς καρδίας πάντοτε πεπηγμένον.

Ὥσπερ δὲ μέλισσα κρυπτῶς ἐργαζομένη τὸ κηρίον ἐν τῷ κοσκίνῳ οὕτως καὶ ἡ χάρις κρυπτῶς ἐργάζεται ἐν ταῖς καρδίαις τὴν ἑαυτῆς ἀγάπην καὶ μεταβάλλει ἀπὸ πικρότητος εἰς γλυκύτητα, ἀπὸ τραχύτητος εἰς λειότητα. Ὥσπερ δὲ ἀργυροκόπος καὶ ἀναγλυφάριος ἀναγλύφων δίσκον κατὰ μέρος σκεπάζει ἅπερ γλύφει διάφορα ζῴδια· ἐπὰν δὲ τελέσῃ, τότε φανεροῖ αὐτὸν ἐξαστράπτοντα τῷ φωτί, -οὕτως καὶ ὁ Κύριος, ὁ ἀληθινὸς τεχνίτης, ἀναγλύφει τὰς καρδίας ἡμῶν καὶ ἀνακαινίζει ἐν μυστηρίῳ, ἕως οὗ ἐκδημήσωσιν ἐκ τοῦ σώματος, καὶ τότε φαίνεται τῆς ψυχῆς τὸ κάλλος…

Εἴ τινες ἐμπορεύονται τὸν ἐπουράνιον πλοῦτον, ἴσασιν οἱ συμπολῖται, τουτέστι τὰ πνεύματα τῶν ἁγίων καὶ τῶν ἀγγέλων, καὶ θαυμάζουσι λέγοντες· «εἰς μέγαν πλοῦτον εἰσῆλθον οἱ ἀδελφοὶ ἡμῶν οἱ ἐπὶ τῆς γῆς». Ἔχοντες οὖν οὗτοι μεθ᾿ ἑαυτῶν τὸν Κύριον ἐν τῇ ἀναλύσει, ἐν μεγάλῃ χαρᾷ ἔρχονται πρὸς τοὺς ἄνω, καὶ δέχονται αὐτοὺς οἱ τοῦ Κυρίου ἐκεῖ εὐτρεπίσαντες αὐτοῖς οἴκους καὶ παραδείσους καὶ ἐνδύματα ὁλολαμπρὰ καὶ πολυτελῆ.


Οἱ τέλειοι χριστιανοί

ΟΙ ΤΕΛΕΙΟΙ Χριστιανοὶ οἱ καταξιωθέντες ἐλθεῖν εἰς μέτρα τελειότητος καὶ γενέσθαι ἐγγύτατοι βασιλέως, οὗτοι τῷ σταυρῷ τοῦ Χριστοῦ πάντοτε ἀφιερωμένοι εἰσίν. Ὥσπερ γὰρ ἐπὶ τῶν προφητῶν τὸ χρῖσμα ἦν ὅλων τιμιώτερον, ἐπειδὴ εἰς βασιλεῖς καὶ προφήτας ἐχρίοντο, οὕτω νῦν οἱ πνευματικοὶ τὸ ἐπουράνιον χρῖσμα χριόμενοι γίνονται Χριστοὶ κατὰ χάριν, ὥστε εἶναι αὐτοὺς βασιλεῖς καὶ προφήτας ἐπουρανίων μυστηρίων. Οὗτοί εἰσι καὶ υἱοὶ καὶ κύριοι καὶ θεοί, δεδεμένοι, ᾐχμαλωτισμένοι, βεβυθισμένοι, ἐσταυρωμένοι, ἀφιερωμένοι. Εἰ γὰρ τὸ χρῖσμα τοῦ ἐλαίου, ὅπερ ἦν φυτοῦ φαινομένου καὶ ξύλου ὁρατοῦ, τοσαύτην εἶχε δύναμιν, ὥστε τοὺς χριομένους ἀναντιρρήτως ἀξίωμα λαμβάνειν (ἦν γὰρ κεκυρωμένον, ὥστε καθίστασθαι αὐτοὺς βασιλεῖς· ὃ καὶ Δαβὶδ χρισθεὶς εὐθέως διωγμοῖς περιέπεσε καὶ ἐθλίβετο καὶ μετὰ ἑπτὰ ἔτη ἐγένετο βασιλεύς), -πόσῳ μᾶλλον ὅσοι χρίονται κατὰ τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον τὸ ἁγιαστικὸν καὶ χαροποιὸν «ἔλαιον τῆς ἀγαλλιάσεως», τὸ οὐράνιον καὶ πνευματικόν, δέχονται τὸ σίγνον τῆς βασιλείας ἐκείνης τῆς ἀφθάρτου καὶ ἀϊδίου δυνάμεως, τὸν ἀρραβῶνα τοῦ Πνεύματος, τὸ Πνεῦμα τὸ ἅγιον καὶ Παράκλητον (ἀκούει δὲ Παράκλητον διὰ τὸ παρακαλεῖν καὶ χαροποιεῖν τοὺς ἐν θλίψεσιν ὄντας).

Οὗτοι ἐκ τοῦ ξύλου τῆς ζωῆς, Ἰησοῦ Χριστοῦ, ἐκ τοῦ φυτοῦ τοῦ ἐπουρανίου χριόμενοι καταξιοῦνται ἐλθεῖν εἰς μέτρα τῆς τελειότητος, τῆς βασιλείας λέγω καὶ τῆς υἱοθεσίας, ὄντες συμμύσται ἐπουρανίου βασιλέως, ἔχοντες παρρησίαν πρὸς τὸν παντοκράτορα, εἰσερχόμενοι εἰς τὸ παλάτιον αὐτοῦ (ἔνθα οἱ ἄγγελοι καὶ τὰ πνεύματα τῶν ἁγίων), καὶ ἔτι ὄντες ἐν τῷ κόσμῳ τούτῳ. Μήπω γὰρ τὴν τελείαν κληρονομίαν λαβόντες τὴν εὐτρεπισμένην αὐτοῖς ἐν ἐκείνῳ τῷ αἰῶνι, ἀσφαλεῖς εἰσιν ἀπὸ τοῦ ἀρραβῶνος, οὗ ἐδέξαντο νῦν ὡς ἤδη ἐστεφανωμένοι καὶ βασιλεύοντες, καὶ οὐ ξενίζονται μέλλοντες συμβασιλεύειν Χριστῷ ἐπὶ τῷ πλεονασμῷ καὶ τῇ παρουσίᾳ τοῦ Πνεύματος. Διὰ τί; Ἐπειδὴ ὄντες ἔτι ἐν σαρκὶ εἶχον τὸν νόστον ἐκεῖνον τῆς γλυκύτητος καὶ τὴν ἐνέργειαν ἐκείνην τῆς δυνάμεως…

Ὥσπερ γὰρ ἐν τῇ συντελείᾳ περιαιρουμένου τοῦ στερεώματος λοιπὸν οἱ δίκαιοι ἐν τῇ βασιλείᾳ καὶ τῷ φωτὶ καὶ τῇ δόξῃ διάγουσι μηδὲν ἕτερον ὁρῶντες, ἢ καθὼς ὁ Χριστὸς ἐν δόξῃ ἐστὶ πάντοτε ἐν δεξιᾷ τοῦ Πατρός, οὕτως καὶ οὗτοι ἀπὸ τοῦ νῦν εἰς ἐκεῖνον τὸν αἰῶνα ἁρπαχθέντες καὶ αἰχμαλωτισθέντες πάντα τὰ ἐκεῖ κάλλη καὶ τὰς θαυματουργίας ὁρῶσιν. Ἡμεῖς γὰρ ἐπὶ γῆς ὄντες ἐν οὐρανοῖς ἔχομεν τὸ πολίτευμα, εἰς ἐκεῖνον τὸν κόσμον ἔχοντες τὴν διαγωγὴν καὶ τὴν πολιτείαν κατὰ τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον. Ὥσπερ γὰρ ὁ φαινόμενος ὀφθαλμὸς καθαρὸς ὢν καθαρῶς ὁρᾷ πάντοτε τὸν ἥλιον, οὕτως καὶ ὁ νοῦς τελείως καθαρισθεὶς πάντοτε ὁρᾷ τὴν δόξαν τοῦ φωτὸς τοῦ Χριστοῦ καὶ σύνεστι τῷ Κυρίῳ νυκτὸς καὶ ἡμέρας, ὃν τρόπον τὸ σῶμα τοῦ Κυρίου συναφθὲν τῇ θεότητι πάντοτε σύνεστι τῷ ἁγίῳ Πνεύματι.


Ἀρχὴ σοφίας

Ο ΒΟΥΛΟΜΕΝΟΣ προσελθεῖν τῷ Κυρίῳ καὶ ζωῆς αἰωνίου καταξιωθῆναι καὶ κατοικητήριον τοῦ Χριστοῦ γενέσθαι καὶ Πνεύματος ἁγίου πληρωθῆναι, ἵνα τοὺς καρποὺς τοῦ Πνεύματος καὶ τὰς ἐντολὰς τοῦ Χριστοῦ δυνηθῇ ποιῆσαι καθαρῶς καὶ ἀμώμως, οὕτως ὀφείλει ἄρξασθαι· πρῶτον πιστεύειν τῷ Κυρίῳ βεβαίως καὶ ἐπιδοῦναι ἑαυτὸν ἐξ ὅλου τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ καὶ ἀποτάξασθαι τῷ κόσμῳ κατὰ πάντα, ἵνα μὴ περί τι τῶν φαινομένων ὅλως ὁ νοῦς ἀσχολῆται, καὶ εἰς τὴν εὐχὴν πάντοτε χρὴ αὐτὸν προσκαρτερεῖν ἐν πίστει προσδοκίας τοῦ Κυρίου, τὴν ἐπίσκεψιν καὶ βοήθειαν αὐτοῦ πάντοτε ἐκδεχόμενον, τὸν σκοπὸν τοῦ νοὸς αὐτοῦ εἰς τοῦτο ἔχοντα διὰ παντός. Εἶτα βιάζεσθαι χρὴ ἑαυτὸν εἰς πᾶν ἀγαθὸν καὶ εἰς πάσας τὰς ἐντολὰς τοῦ Κυρίου, διὰ τὴν συνοῦσαν αὐτῷ ἁμαρτίαν, οἷον βιαζέσθω ἑαυτὸν εἰς τὸ ταπεινοφρονεῖν ἐνώπιον παντὸς ἀνθρώπου καὶ ἑαυτὸν ἐλάττω ἡγεῖσθαι καὶ χείρονα, μὴ ζητῶν τιμὴν ἢ ἔπαινον ἢ δόξαν ἀνθρώπων παρά τινος, καθὼς ἐν τῷ εὐαγγελίῳ γέγραπται, ἀλλὰ μόνον τὸν Κύριον ἀεὶ πρὸ ὀφθαλμῶν ἔχων καὶ τὰς ἐντολὰς αὐτοῦ, αὐτῷ βουλόμενος ἀρέσκειν μόνῳ· εἰς τὴν πραότητα τῆς καρδίας, ὥς φησιν ὁ Κύριος, «μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν»…

Καὶ αὐτὸ τὸ Πνεῦμα ἐν ἡμῖν εὔξηται, ἵνα αὐτὸ τὸ Πνεῦμα διδάξῃ ἡμᾶς εὐχὴν ἀληθινήν, ἣν νῦν καὶ βιαζόμενοι οὐκ ἔχομεν ταπεινοφροσύνην ἀληθινήν, ἣν νῦν καὶ μετὰ βίας οὐ δυνάμεθα ποιεῖν, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα καὶ πάσας τὰς ἐντολὰς τοῦ Κυρίου διδάξῃ ἡμᾶς ποιῆσαι ἐξ ἀληθείας ἀκόπως καὶ ἀβιάστως, ὡς αὐτὸ τὸ Πνεῦμα οἶδε πληροῦν ἡμᾶς τῶν καρπῶν αὐτοῦ· καὶ οὕτως τῶν ἐντολῶν τοῦ Θεοῦ πληρωθεισῶν ὑφ᾿ ἡμῶν διὰ τοῦ Πνεύματος αὐτοῦ τοῦ μόνου γινώσκοντος τὸ θέλημα τοῦ Κυρίου καὶ τελειώσαντος ἡμᾶς τοῦ Πνεύματος εἰς ἑαυτὸ καὶ τελειωθέντος εἰς ἡμᾶς καθαρισθέντας ἀπὸ παντὸς μολυσμοῦ καὶ σπίλου τῆς ἁμαρτίας, ὥσπερ νύμφας καλὰς τὰς ψυχὰς ἡμῶν καθαρὰς καὶ ἀμώμους παραστήσῃ τῷ Χριστῷ, ἀναπαυομένων ἡμῶν ἐν Θεῷ ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἀναπαυομένου τοῦ Θεοῦ ἐν ἡμῖν εἰς τοὺς ἀπεράντους αἰῶνας. Δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ τῷ ἐλέει καὶ τῇ ἀγάπῃ, ὅτι εἰς τοιαύτην τιμὴν καὶ δόξαν κατηξίωσε τὸ γένος τῶν ἀνθρώπων· υἱοὺς Πατρὸς ἐπουρανίου κατηξίωσεν αὐτοὺς καὶ ἰδίους ἀδελφοὺς προσηγόρευσεν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν


Τὴν ὥρα τοῦ θανάτου

ΟΤΑΝ ἐξέλθῃ ἐκ τοῦ σώματος ψυχὴ ἀνθρώπου, μυστήριόν τι μέγα ἐκεῖ ἐπιτελεῖται. Ἐὰν γὰρ ᾖ ὑπεύθυνος ἐν ἁμαρτίαις, ἔρχονται χοροὶ δαιμόνων καὶ ἄγγελοι ἀριστεροί, καὶ δυνάμεις σκότους παραλαμβάνουσι τὴν ψυχὴν ἐκείνην καὶ κρατοῦσιν εἰς τὸ ἴδιον μέρος. Καὶ οὐκ ὀφείλει τις ἐπὶ τούτοις ξενίζεσθαι. Εἰ γὰρ ζῶν καὶ ὢν ἐν τῷ αἰῶνι τούτῳ ὑπετάγη καὶ ὑπήκουσε καὶ δοῦλος ἐγένετο αὐτοῖς, πόσῳ μᾶλλον ὅταν ἐξέρχηται ἐκ τοῦ κόσμου, κατέχεται καὶ κρατεῖται ὑπ᾿ αὐτῶν. Ἀπὸ δὲ τοῦ μέρους τοῦ ἀγαθοῦ ὀφείλεις νοῆσαι, ὅτι οὕτως ἔχει τὰ πράγματα· καὶ γὰρ τοῖς ἁγίοις δούλοις τοῦ Θεοῦ ἀπὸ τοῦ νῦν εἰσιν ἄγγελοι παραμένοντες καὶ πνεύματα ἅγια κυκλοῦντα αὐτοὺς καὶ φυλάττοντα, καὶ ὅταν ἐξέλθωσιν ἀπὸ τοῦ σώματος, οἱ χοροὶ τῶν ἀγγέλων παραλαμβάνουσιν αὐτῶν τὰς ψυχὰς εἰς τὸ ἴδιον μέρος, εἰς τὸν καθαρὸν αἰῶνα, καὶ οὕτως αὐτοὺς προσάγουσι τῷ Κυρίῳ.


Μή περιφρονεῖς τὴν ψυχή σου

ΜΗ ἁπλῶς τῇ νοερᾷ τῆς ψυχῆς οὐσίᾳ προσχῇς, ἀγαπητέ, τίμιόν τι σκεῦός ἐστιν ἡ ἀθάνατος ψυχή. Ἴδε πόσος ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Θεός, εἰ μὴ μόνον εἰς σέ. Βλέπε σοῦ τὸ ἀξίωμα καὶ τὴν εὐγένειαν, ὅτι μὴ δι᾿ ἀγγέλων, ἀλλὰ δι᾿ ἑαυτοῦ ἦλθεν ὁ Κύριος εἰς σὴν πρεσβείαν, ὥστε σὲ τὸν ἀπολωλότα ἀνακαλέσασθαι, τὸν τετραυματισμένον, καὶ ἀποδοῦναί σοι τὴν πρώτην πλάσιν τοῦ καθαροῦ Ἀδάμ. Δεσπότης γὰρ ἦν ὁ ἄνθρωπος ἀπὸ τοῦ οὐρανοῦ καὶ τῶν κάτω, καὶ διακριτικὸς παθῶν καὶ δαιμόνων ἀλλότριος, καθαρὸς ἀπὸ ἁμαρτίας, «εἰκὼν καὶ ὁμοίωμα» Θεοῦ, διὰ δὲ τῆς παραβάσεως ἀπολωλώς ἐστι καὶ τετραυματισμένος καὶ νενεκρωμένος· ἠμαύρωσε γὰρ τὸν νοῦν ὁ σατανᾶς. Ἔν τινι οὕτως ἐστὶ καὶ ἔν τινι ζῇ καὶ διακρίνει καὶ ἔχει θέλημα.


Ἀπαλλαγὴ κακῶν

ΕΙ ΑΝΘΡΩΠΟΣ ἀνθρώπῳ σύνεστι καὶ οἶδε τὰ αὐτοῦ, καὶ σὺ εἴκοσιν ἐτῶν ὑπάρχων οἶδας τὰ τοῦ πλησίον, ἆρα αὐτὸς ὁ σατανᾶς ἀπὸ γενετῆς συνών σοι οὐκ οἶδε τοὺς διαλογισμούς σου; Ἑξακισχιλίων γὰρ ἤδη ἐστὶν ἐτῶν. Καὶ οὐ λέγομεν αὐτὸν πρὸ τοῦ πειράσαι τὸν ἄνθρωπον εἰδέναι, τί μέλλει ποιεῖν. Πειράζει γὰρ ὁ πειράζων, οὐκ οἶδε δέ, εἰ ὑπακούει αὐτῷ ἢ μὴ ὑπακούει, ἕως ἂν τὸ θέλημα δοῦλον δῷ ἡ ψυχή. Οὔτε πάλιν λέγομεν, ὅτι ὅλους τοὺς λογισμοὺς τῆς καρδίας καὶ τὰς ἐνθυμήσεις οἶδεν ὁ διάβολος. Ὥσπερ γὰρ ἐὰν ᾖ δένδρον καὶ ἔχῃ κλάδους πολλοὺς καὶ πολλὰ μέλη· πρὸς λόγον δύο ἢ τρεῖς κλάδους τοῦ δένδρου δύναταί τις κατασχεῖν, οὕτω καὶ ἡ ψυχὴ πολλοὺς ἔχει κλάδους καὶ πολλὰ μέλη. Λοιπόν εἰσί τινες κλάδοι λογισμῶν καὶ νοημάτων καὶ κατέχει αὐτοὺς ὁ σατανᾶς, καὶ εἰσὶν ἄλλοι λογισμοὶ καὶ νοήματα μὴ κατεχόμενοι ὑπὸ τοῦ σατανᾶ…

Ὅταν πλεονάσῃ ἡ δωρεὰ τοῦ Θεοῦ καὶ ἡ χάρις εἰς τὸν ἄνθρωπον, καὶ πλουτῇ εἰς τὸν Κύριον, σύνεστι δὲ ἡ κακία μερικῶς, οὐ δύναται βλάψαι τὸν ἄνθρωπον οὔτε ἔχει ἰσχύν τινα ἢ νομὴν κατ᾿ αὐτοῦ. Ἡ γὰρ τοῦ Κυρίου ἔλευσις καὶ ἡ πρόνοια διὰ τοῦτο γέγονεν, ἵνα τοὺς τῇ κακίᾳ δεδουλωμένους ὄντας καὶ ἐνόχους καὶ ὑποτεταγμένους ἐλευθερώσῃ καὶ ποιήσῃ νικητὰς τοῦ θανάτου τῆς ἁμαρτίας. Οὐκ ὀφείλουσιν οὖν οἱ ἀδελφοὶ ξενίζεσθαι, εἴγε ὑπό τινων θλίβονται πρὸς τὸ κακίας ἀπαλλαγῆναι…

Εἰ δὲ ὁ Θεὸς εἰς τοσαύτας ὕβρεις καὶ πάθη καὶ ταπείνωσιν κατῆλθε, σὺ ὁ φύσει βόρβορος καὶ φύσεως θνητῆς, ὅσα ἂν ταπεινωθῇς, οὐδὲν ὅμοιον τῷ δεσπότῃ σου ποιήσεις; Ὁ Θεὸς διὰ σὲ ἑαυτὸν ἐταπείνωσε, καὶ σὺ διὰ σεαυτὸν οὐ ταπεινοῦσαι, ἀλλ᾿ ἐπαίρῃ καὶ τυφοῦσαι; Ἦλθε γὰρ τὰς σὰς θλίψεις καὶ τὰ βάρη λαβεῖν καὶ τὴν αὐτοῦ ἀνάπαυσιν σοὶ δοῦναι· καὶ σὺ οὐ θέλεις πόνους βαστάσαι καὶ παθεῖν, ἵνα οὕτω δυνηθῇ σου τὰ τραύματα ἰάσεως τυχεῖν; Δόξα τῇ ἀνοχῇ καὶ μακροθυμίᾳ αὐτοῦ εἰς τοὺς αἰῶνας. Ἀμήν.


Ὁ πραγματικὸς αὑτοσεβασμός

ΓΝΩΘΙ σου τὴν εὐγένειαν, ὢ ἄνθρωπε, καὶ τὸ ἀξίωμα, πῶς τίμιος εἶ, ἀδελφὸς Χριστοῦ, φίλος βασιλέως, νύμφη τοῦ ἐπουρανίου νυμφίου. Ὁ γὰρ δυνηθεὶς ἐπιγνῶναι τὸ ἀξίωμα τῆς ἑαυτοῦ ψυχῆς, οὗτος δύναται ἐπιγνῶναι τὴν δύναμιν καὶ τὰ μυστήρια τῆς θεότητος καὶ μᾶλλον ἐντεῦθεν ταπεινωθῆναι· ἐπειδὴ διὰ δυνάμεως Θεοῦ βλέπει τις τὴν πτῶσιν ἑαυτοῦ. Ἀλλ᾿ ὃν τρόπον αὐτὸς διὰ παθημάτων καὶ σταυροῦ παρῆλθε καὶ οὕτως ἐδοξάσθη καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρός, οὕτω χρὴ καὶ σὲ συμπαθεῖν καὶ συσταυρωθῆναι καὶ οὕτως ἀνελθεῖν καὶ συγκαθίσαι καὶ συναφθῆναι τῷ σώματι τοῦ Χριστοῦ καὶ πάντοτε συμβασιλεύειν ἐν ἐκείνῳ τῷ αἰῶνι, «εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν»…

Ὥσπερ ἐὰν ᾖ βασιλεὺς καὶ εὕρῃ πενιχράν τινα κόρην ῥάκη ἐνδεδυμένην, καὶ μὴ ἐπαισχυνθῇ, ἀλλὰ ἄρῃ αὐτῆς τὰ ῥυπαρὰ ἐνδύματα καὶ ἀποπλύνῃ τὴν μελανίαν καὶ κοσμήσῃ αὐτὴν ἐνδύμασι λαμπροῖς καὶ ποιήσῃ αὐτὴν κοινωνὸν βασιλέως καὶ τῆς τραπέζης αὐτοῦ, καὶ τῆς εὐωχίας μεταδῷ αὐτῇ, οὕτως καὶ ὁ Κύριος εὗρε τὴν ψυχὴν τετραυματισμένην καὶ πεπληγμένην καὶ ἔδωκεν αὐτῇ φάρμακον καὶ ἐξέδυσεν αὐτὴν τὰ μέλανα ἐνδύματα καὶ τὴν αἰσχρότητα τῆς κακίας καὶ ἐνέδυσεν αὐτὴν ἐνδύματα βασιλικά, ἐπουράνια τῆς θεότητος, φωτεινὰ καὶ ἔνδοξα, καὶ ἐπέθηκεν αὐτῇ στέφανον καὶ ἐποίησεν αὐτὴν κοινωνὸν τραπέζης βασιλικῆς εἰς χαρὰν καὶ ἀγαλλίασιν· καὶ ὥσπερ ὅταν ᾖ παράδεισος καὶ ἔχῃ ἐκεῖ δένδρα καρποφόρα καὶ ὅλα εὐώδη, καὶ ὦσιν ἐκεῖ τόποι πολλοῖς ἐπιτερπεῖς, ὅλοι ὡραῖοι καὶ πεπληρωμένοι εὐωδίας καὶ ἀναπαύσεως, καὶ ὅστις ἂν ἀπέλθῃ ἐκεῖ, εὐφραίνεται καὶ ἀναπαύεται, -οὕτως γίγνονται αἱ ψυχαὶ ἐν τῇ βασιλείᾳ. Ὅλοι εἰσὶν ἐν χαρᾷ, ἐν εὐφροσύνῃ καὶ εἰρήνῃ βασιλεῖς καὶ κύριοι καὶ θεοί· γέγραπται γάρ· «βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων».

Οὐκ ἔστιν οὖν τὸ τυχὸν ὁ Χριστιανισμός· «τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστίν». Ἐπίγνωθι οὖν σου τὴν εὐγένειαν, ὅτι εἰς βασιλικὸν ἀξίωμα ἐκλήθης, «γένος ἐκλεκτόν, ἱεράτευμα καὶ ἔθνος ἅγιον»· τὸ γὰρ μυστήριον τοῦ Χριστιανισμοῦ ξένον ἐστὶ τοῦ κόσμου τούτου. Ἡ μὲν φαινομένη δόξα τοῦ βασιλέως καὶ ὁ πλοῦτος ἐπίγειά ἐστι καὶ φθαρτὰ καὶ παρερχόμενα, ἐκείνη δὲ ἡ βασιλεία καὶ ὁ πλοῦτος πράγματά ἐστι θεῖα, πράγματα ἐπουράνια καὶ ἔνδοξα, μηδέποτε παρερχόμενα ἢ λυόμενα· συμβασιλεύουσι γὰρ τῷ ἐπουρανίῳ βασιλεῖ ἐν τῇ ἐπουρανίῳ ἐκκλησίᾳ. Καὶ «πρωτότοκος μέν ἐστιν αὐτὸς ἐκ νεκρῶν», πρωτότοκοι δὲ καὶ αὐτοί. Ἀλλὰ καίπερ τοιοῦτοι ὄντες ἐκλεκτοὶ καὶ δόκιμοι παρὰ Θεῷ, παρ᾿ ἑαυτοῖς εἰσιν ἐλάχιστοι καὶ λίαν ἀποδεδοκιμασμένοι. Καὶ τοῦτο αὐτοῖς ὡς φυσικὸν καὶ πηκτόν ἐστι, τὸ μηδὲν ἑαυτοὺς ἡγεῖσθαι…

Τὸ οὖν πρᾶγμα τοῦ Χριστιανισμοῦ τοιοῦτόν τί ἐστι· γεῦσις ἀληθείας, βρῶσις καὶ πόσις ἐξ ἀληθείας, φαγεῖν ἐστι καὶ πιεῖν διὰ δυνάμεως καὶ ἐνεργείας. Ὥσπερ ἐὰν ᾖ πηγή, καὶ ὤν τις ἐκεῖ διψῶν ἄρχηται πίνειν, εἶτα ἐν τῷ μεταξὺ ἀποσπάσῃ τις αὐτὸν καὶ μὴ δώῃ ἐμπλησθῆναι ὅσον θέλει, λοιπὸν μᾶλλον ἐκκαίεται γευσάμενος τοῦ ὕδατος καὶ ἐπιζητεῖ σπουδαιότερον, -οὕτως καὶ εἰς τὸ πνευματικὸν γεύεταί τις καὶ μεταλαμβάνει τροφῆς ἐπουρανίου, εἶτα ἐν τῷ μεταξὺ ὑποστέλλει καὶ οὐδεὶς αὐτῷ δίδωσιν ἐμπλησθῆναι…

Ἐπίσταται ὁ Κύριος τὴν ἀσθένειαν τοῦ ἀνθρώπου, ὅτι ταχέως ὑπεραίρεται· διὰ τοῦτο ὑποστέλλει καὶ παραχωρεῖ γυμνασθῆναι καὶ θλιβῆναι τὸν ἄνθρωπον. Εἰ γὰρ μικρὸν λαμβάνεις καὶ οὐδείς σε βαστάζει, ἀλλὰ τυφοῦσαι, πόσῳ μᾶλλον εἰ ὑφ᾿ ἕν σοί τις ἐδίδου ἐμπλησθῆναι, οὐκ ἄν σε οὐδεὶς ἔφερεν. Ἀλλ᾿ εἰδὼς ὁ Θεὸς τὴν ἀσθένειάν σου οἰκονομεῖ σε εἰς θλίψεις, ἵνα ταπεινὸς γένῃ καὶ σπουδαιότερος τοῦ ἐπιζητεῖν τὸν Θεόν…

Ἄλλο ἐστὶ διηγήσασθαι περὶ πολέμου καὶ γενναίων ἀθλητῶν καὶ πολεμιστῶν, καὶ ἄλλο ἐστὶ τὸ ἀπελθεῖν τινα εἰς παράταξιν πολέμου καὶ συμβαλεῖν τοῖς ἐχθροῖς καὶ εἰσελθεῖν καὶ ἐξελθεῖν καὶ λαβεῖν καὶ δοῦναι καὶ ἀπενέγκασθαι τὰ νικητήρια. Οὕτω κἂν τοῖς πνευματικοῖς, ἄλλο ἐστὶ τὸ γνώσει τινὶ καὶ νοῒ διηγεῖσθαι λόγους, καὶ ἄλλο ἐστὶ τὸ ἐν ὑποστάσει καὶ ἔργῳ καὶ ἐν πληροφορίᾳ καὶ ἐν τῷ ἔνδον ἀνθρώπῳ καὶ τῷ νῷ ἔχειν τὸν θησαυρὸν καὶ τὴν χάριν καὶ τὴν γεῦσιν καὶ τὴν ἐνέργειαν τοῦ ἁγίου Πνεύματος. Οἱ γὰρ ψιλοὺς λόγους λέγοντες φαντάζονται καὶ φυσιοῦνται ὑπὸ τοῦ νοὸς αὐτῶν. «Ὁ γὰρ λόγος» φησὶν «ἡμῶν καὶ τὸ κήρυγμα οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγων, ἀλλ᾿ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως», καὶ πάλιν ἀλλαχοῦ λέγει· «τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου». Ὁ τοιοῦτος οὐ πίπτει.


Ποιοί εἶναι οἱ πτωχοὶ τῷ πνεύματι

ΔΕΙ τὸν πιστεύοντα αἰτεῖν τὸν Θεόν, μεταλλαγῆναι τῆς προαιρέσεως αὐτοῦ μεταβολῇ καρδίας μεταβαλλομένης ἀπὸ πικρότητος εἰς γλυκασίαν, καὶ μνημονεύειν πῶς ὁ τυφλὸς ἰάθη, ἡ αἱμορροοῦσα ὁμοίως ἁψαμένη τοῦ κρασπέδου ἰάσεως ἔτυχε, λεόντων φύσις ἡμερώθη, πυρὸς φύσις ἐνεκρώθη, πηγὴ πικρὰ ἐγλυκάνθη. Ὅτι τὸ ἄκρως καλὸν ὁ Θεός ἐστι. Πρὸς ὃν ὀφείλεις συναγαγεῖν τὸν νοῦν καὶ τοὺς λογισμοὺς καὶ μηδὲν ἄλλο ἐννοεῖν ἢ τὴν προσδοκίαν αὐτοῦ καθορᾶν.

Ἤτω οὖν ἡ ψυχὴ ὡς τέκνα ῥεμβόμενα συνάγουσα καὶ νουθετοῦσα τοὺς ἀπὸ τῆς ἁμαρτίας ἐσκορπισμένους λογισμούς, εἰσαγέτω εἰς τὸν οἶκον τοῦ σώματος αὐτῆς, ἀεὶ προσδοκῶσα τὸν Κύριον ἐν νηστείᾳ καὶ ἀγάπῃ, πότε ἐλθὼν ἐξ ἀληθείας συναγάγῃ αὐτήν. Ἀδήλου δὲ τοῦ μέλλοντος ὄντος, ἐλπιζέτω πλέον ἔτι τῷ κυβερνήτῃ καλῶς ἐπελπίζουσα καὶ μνημονευέτω, πῶς καὶ Ῥαὰβ οὖσα μετὰ ἀλλοφύλων ἐπίστευσεν Ἰσραηλίταις καὶ μετ᾿ αὐτῶν κατηξιώθη· οἱ δὲ Ἰσραηλῖται τῇ ἀγάπῃ εἰς Αἴγυπτον μετεστράφησαν. Ὡς οὖν οὐδὲν ἔβλαψε τὴν Ῥαὰβ ἡ μετὰ τῶν ἀλλοφύλων οἴκησις, ἀλλ᾿ ἡ πίστις ᾠκείωσε τῇ μερίδι τῶν Ἰσραηλιτῶν, οὕτως οὐδὲν βλάψει ἁμαρτία τοὺς ἐν ἐλπίδι καὶ πίστει τὸν λυτρωτὴν ἐκδεχομένους, ὃς παραγενόμενος μεταβάλλει τοὺς λογισμοὺς τῆς ψυχῆς καὶ ποιεῖ αὐτοὺς θεϊκούς, οὐρανίους, ἀγαθούς, καὶ διδάσκει τὴν ψυχὴν εὐχὴν ἀληθινήν, ἀπερίσπαστον, ἀρέμβαστον…

Ἐὰν μὴ ἡμεῖς χαυνωθῶμεν καὶ παραδῶμεν τὰς νομὰς τοῖς ἀτάκτοις λογισμοῖς τῆς κακίας, ἀλλὰ τῷ θελήματι ἡμῶν ἕλκωμεν τὸν νοῦν, βιαζόμενοι τοὺς λογισμοὺς πρὸς τὸν Κύριον, πάντως ὁ Κύριος τῷ θελήματι αὐτοῦ ἐλεύσεται πρὸς ἡμᾶς καὶ ἐξ ἀληθείας συναγάγῃ ἡμᾶς πρὸς ἑαυτόν· πᾶσα γὰρ ἡ εὐαρέστησις καὶ ἡ διακονία ἐν τοῖς διαλογισμοῖς ἐστιν. Ὥστε σπούδασον ἀρέσαι τῷ Κυρίῳ προσδοκῶν αὐτὸν ἀεὶ ἔσωθεν, ζητῶν αὐτὸν ἐν τοῖς διαλογισμοῖς καὶ βιαζόμενος καὶ ἀναγκάζων τὸ ἑαυτοῦ θέλημα καὶ τὴν προαίρεσιν πρὸς αὐτὸν ἀεὶ ἀνατείνεσθαι. Καὶ ὅρα πῶς ἔρχεται πρὸς σὲ καὶ μονὴν ποιεῖται παρὰ σοί. Ὅσον γὰρ συνάγεις τὸν νοῦν σου εἰς τὴν ζήτησιν αὐτοῦ, πολὺ πλέον αὐτὸς ἀναγκάζεται ὑπὸ τῆς ἰδίας εὐσπλαγχνίας καὶ χρηστότητος ἐλθεῖν πρός σε καὶ ἀναπαῦσαί σε. Ἕστηκε γὰρ θεωρῶν σου τὸν νοῦν, τοὺς διαλογισμούς, τὰς ἐνθυμήσεις, ἐπισκοπῶν πῶς ζητεῖς αὐτὸν καὶ εἰ ἐξ ὅλης τῆς ψυχῆς σου, εἰ μὴ νωθρῶς, εἰ μὴ ἀμελῶς.

Καὶ ὅταν ἴδῃ τὴν σπουδήν σου πρὸς τὴν αὐτοῦ ζήτησιν, τότε φανεροῦται καὶ ἐπιφαίνεταί σοι καὶ τῆς αὐτοῦ βοηθείας μεταδίδωσι καὶ τὴν νίκην σοι ποιεῖ, ῥυόμενός σε ἐκ τῶν ἐχθρῶν σου. Θεωρήσας γὰρ πρότερον τὴν σὴν πρὸς αὐτὸν ζήτησιν καὶ ὡς ὅλην σου τὴν προσδοκίαν ἀδιαλείπτως πρὸς αὐτὸν ἔχεις, οὕτως διδάσκει καὶ δίδωσί σοι εὐχὴν ἀληθινήν, ἀγάπην ἀληθινήν, ἥτις ἐστὶν αὐτὸς ἐν σοὶ πάντα γιγνόμενος, παράδεισος, «ξύλον ζωῆς», μαργαρίτης, στέφανος, οἰκοδόμος, γεωργός, παθητός, ἀπαθής, ἄνθρωπος, Θεός, οἶνος, «ὕδωρ ζῶν», πρόβατον, νυμφίος, πολεμιστής, ὅπλον, «πάντα ἐν πᾶσι» Χριστός. Καὶ ὥσπερ τὸ νήπιον οὐκ οἶδεν ἑαυτὸ θεραπεῦσαι ἢ τημελῆσαι, ἀλλὰ μόνον ἀποβλέπει πρὸς τὴν μητέρα, κλαῖον πότε σπλαγχνισθεῖσα τοῦτο ἀναλάβηται, οὕτως αἱ πισταὶ ψυχαὶ μόνῳ τῷ Κυρίῳ ἐπελπίζουσιν ἀεί, πᾶσαν δικαιοσύνην αὐτῷ ἀπονέμουσαι. Ὥσπερ γὰρ χωρὶς τῆς ἀμπέλου τὸ κλῆμα ψύγεται, οὕτως καὶ ὁ ἄνευ Χριστοῦ δικαιοῦσθαι θέλων. Ὡς «ὁ λῃστὴς καὶ ὁ κλέπτης ἐστὶν ὁ μὴ διὰ τῆς εἰσόδου εἰσερχόμενος, ἀλλὰ ἀλλαχόθεν ἀναβαίνων», ὡς ὁ ἄνευ τοῦ δικαιοῦντος ἑαυτῷ δικαιούμενος…

Ἀποσκοποῦσα ἡ πιστὴ καὶ φιλαλήθης ψυχὴ εἰς τὰ ἀποκείμενα αἰώνια ἀγαθὰ τοῖς δικαίοις καὶ εἰς τὴν ἄρρητον τῆς μελλούσης ἐπιφοιτᾶν θείας χάριτος εὐεργεσίαν, ἀναξίαν ἑαυτὴν καὶ τὴν σπουδὴν αὐτῆς καὶ πόνον καὶ κάματον ἡγεῖται πρὸς τὰς ἀρρήτους ἐπαγγελίας τοῦ Πνεύματος. Οὗτός ἐστιν ὁ πτωχὸς τῷ πνεύματι, ὃν ὁ Κύριος μακαρίζει· οὗτός ἐστιν ὁ πεινῶν καὶ διψῶν τὴν δικαιοσύνην· οὗτός ἐστιν ὁ συντετριμμένος τὴν καρδίαν. Οἱ τοιαύτην προαίρεσιν ἀναλαμβάνοντες καὶ σπουδὴν καὶ πόνον καὶ πόθον ἀρετῆς καὶ ἕως τέλους ἐν αὐτῷ διαμένοντες, τῆς ζωῆς καὶ τῆς αἰωνίου βασιλείας ἐπιτυχεῖν ἐξ ἀληθείας δυνήσονται. Μὴ τοίνυν τις τῶν ἀδελφῶν κατεπαιρέσθω τοῦ ἀδελφοῦ καὶ εἰς οἴησιν προκοπτέτω, ὑπὸ τῆς κακίας ὑποκλεπτόμενος, ὡς ὅτι «ἰδοὺ ἐγὼ χάρισμα πνευματικὸν κέκτημαι»· οὐκ ἔστι γὰρ ἄξιον ταῦτα Χριστιανοὺς ἐνθυμεῖσθαι. Τί γὰρ ποιεῖ ἡ αὔριον εἰς ἐκεῖνον, οὐκ οἶδας· καὶ ποῖον τέλος ἐκείνου καὶ ποῖον τὸ σόν, ἀγνοεῖς. Ἀλλ᾿ ἕκαστος ἑαυτῷ προσέχων ἀνακρινέτω τὴν ἰδίαν συνείδησιν πάντοτε καὶ δοκιμαζέτω τὸ ἔργον αὐτοῦ τῆς καρδίας, ποίαν σπουδὴν καὶ ἀγῶνα ὁ νοῦς ἔχει πρὸς τὸν Θεόν. Καὶ εἰς τὸν τέλειον σκοπὸν τῆς ἐλευθερίας καὶ ἀπαθείας καὶ τῆς καταπαύσεως τοῦ Πνεύματος ἀποσκοπῶν, ἀπαύστως τρεχέτω καὶ ἀόκνως, ἐν μηδενὶ χαρίσματι ἢ καὶ δικαιώματι πληροφορούμενος.


Γράφει οὐράνια εἰκόνα

ΠΑΝΤΑΣ ἀνθρώπους θέλει ὁ Κύριος τῆς γεννήσεως καταξιωθῆναι ταύτης. Ὑπὲρ πάντων γὰρ ἀπέθανε καὶ πάντας εἰς ζωὴν ἐκάλεσε. Ζωὴ δέ ἐστιν ἡ ἄνωθεν ἐκ τοῦ Θεοῦ γέννησις. Ἄνευ γὰρ ταύτης ζῆσαι ψυχὴν ἀδύνατον, ὥς φησιν ὁ Κύριος· «ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ». Ὥστε πάλιν ὅσοι πιστεύουσι τῷ Κυρίῳ καὶ προσερχόμενοι καταξιοῦνται τῆς γεννήσεως ταύτης, χαρὰν ἐμποιοῦσι καὶ μεγίστην ἀγαλλίασιν ἐν οὐρανοῖς τοῖς γεννήσασι γονεῦσι, πάντες τε ἄγγελοι καὶ δυνάμεις ἅγιαι χαίρουσιν ἐπὶ τῇ ψυχῇ τῇ ἐκ Πνεύματος γεννηθείσῃ καὶ γενομένῃ πνεῦμα. Τοῦτο γὰρ τὸ σῶμα ὁμοίωμα τυγχάνει τῆς ψυχῆς, ἡ δὲ ψυχὴ εἰκὼν τοῦ Πνεύματος ὑπάρχει. Καὶ ὥσπερ τὸ σῶμα χωρὶς τῆς ψυχῆς νεκρόν ἐστι, μηδὲν δυνάμενον διαπράξασθαι, οὕτως χωρὶς τῆς ἐπουρανίου ψυχῆς, τοῦ θεϊκοῦ Πνεύματος, νεκρὰ τυγχάνει ἀπὸ τῆς βασιλείας ἡ ψυχή, μηδὲν δυναμένη διαπράξασθαι τῶν τοῦ Θεοῦ ἄνευ τοῦ Πνεύματος.

Ὥσπερ γὰρ ὁ εἰκονογράφος προσέχει τῷ προσώπῳ τοῦ βασιλέως καὶ γράφει, καὶ ἐπὰν ἐξ ἐναντίας ᾖ τὸ πρόσωπον τοῦ βασιλέως προσέχον αὐτῷ γράφοντι, εὐκόλως καὶ καλῶς ἐκεῖνος ζωγραφεῖ τὴν εἰκόνα· ἐπὰν δὲ ἀποστρέψῃ τὸ πρόσωπον, οὐ δύναται γράψαι διὰ τὸ μὴ ἀτενίζειν αὐτὸ τῷ γράφοντι, -τὸν αὐτὸν τρόπον καὶ ὁ καλὸς ζωγράφος Χριστὸς τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀτενίζουσι διαπαντὸς πρὸς αὐτὸν εὐθέως ζωγραφεῖ κατὰ τὴν εἰκόνα αὐτοῦ ἐπουράνιον ἄνθρωπον· ἐκ τοῦ αὐτοῦ Πνεύματος, ἐκ τῆς ὑποστάσεως αὐτοῦ, τοῦ φωτὸς τοῦ ἀνεκλαλήτου, γράφει εἰκόνα οὐράνιον καὶ δίδωσιν αὐτῇ τὸν καλὸν καὶ ἀγαθὸν αὐτῆς νυμφίον. Εἴ τις οὖν οὐκ ἀτενίζει διαπαντὸς πρὸς αὐτόν, τῶν πάντων ὑπεριδών, οὐ μὴ γράψῃ ὁ Κύριος αὐτοῦ τὴν εἰκόνα ἐκ τοῦ ἑαυτοῦ φωτός. Χρὴ τοίνυν ἀτενίζειν ἡμᾶς εἰς αὐτόν, πιστεύοντας καὶ ἀγαπῶντας αὐτόν, πάντα ῥίψαντας καὶ αὐτῷ προσέχοντας, ἵνα γράψας τὴν ἑαυτοῦ εἰκόνα τὴν ἐπουράνιον ἀποστείλῃ ἐν ταῖς ψυχαῖς ἡμῶν, καὶ οὕτως φορέσαντες τὸν Χριστὸν ζωὴν αἰώνιον λάβωμεν καὶ ἀπεντεῦθεν πληροφορηθέντες ἀναπαῶμεν…

Χρὴ τοίνυν τὸν ζητοῦντα πιστεῦσαι καὶ προσελθεῖν τῷ Κυρίῳ, παρακαλεῖν, ἐντεῦθεν λαβεῖν τὸ θεϊκὸν Πνεῦμα. Αὐτὸ γάρ ἐστιν ἡ ζωὴ τῆς ψυχῆς, καὶ διὰ τοῦτο ἐποιήσατο τὴν ἔλευσιν ὁ Κύριος, ἵνα ζωὴν ἐντεῦθεν δῷ τῇ ψυχῇ τὸ Πνεῦμα αὐτοῦ. «Ἕως» γάρ φησιν «ἔχετε τὸ φῶς, πιστεύετε εἰς τὸ φῶς». «ἔρχεται νύξ, ὅτε οὐκέτι δύνασθε ἐργάζεσθαι». Εἴ τις τοίνυν οὐκ ἐζήτησεν ἐντεῦθεν καὶ ἔλαβε ζωὴν τῇ ψυχῇ, τὸ θεϊκὸν φῶς τοῦ Πνεύματος, ἐν τῷ ἐξέρχεσθαι τοῦ σώματος ἐν τοῖς ἀριστεροῖς τόποις τοῦ σκότους ἤδη ἀφορίζεται, εἰς βασιλείαν οὐρανῶν μὴ εἰσερχόμενος, ἐν γεέννῃ τὸ τέλος ἔχων μετὰ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ.

Ἢ ὥσπερ χρυσίον ἢ ἀργύριον, ἐπὰν ἐμβληθῇ τῷ πυρί, καθαρώτερον καὶ δοκιμώτερον γίνεται καὶ οὐδὲν δύναται ἀλλοιῶσαι αὐτό, οἷον ξύλα ἢ χόρτος (πάντα γὰρ ἐσθίει τὰ προσερχόμενα αὐτῷ, πῦρ γὰρ γίγνονται), οὕτως καὶ ἡ ψυχὴ ἐν τῷ πυρὶ τοῦ Πνεύματος ἀναστρεφομένη καὶ τῷ θεϊκῷ φωτί, ὑπ᾿ οὐδενός τι κακὸν πείσεται τῶν πονηρῶν πνευμάτων· εἰ δὲ καὶ προσεγγίσει τι αὐτῇ, ἀναλίσκεται ὑπὸ τοῦ ἐπουρανίου πυρὸς τοῦ Πνεύματος. Ἤ ὥσπερ πετεινὸν ἐπὰν ἐν ὕψει πετασθῇ, ἀμέριμνόν ἐστιν ὡς μηδὲν δεδοικὸς θηρευτὰς ἢ θηρία πονηρά (ἄνω γάρ που ὂν πάντων καταγελᾷ), οὕτω καὶ ψυχὴ λαβοῦσα τὰς πτέρυγας τοῦ Πνεύματος καὶ εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν πετομένη, πάντων ἀνωτέρα οὖσα, πάντων καταγελᾷ…

Προσδεχώμεθα τοίνυν τὸν Θεὸν καὶ Κύριον, τὸν ἀληθινὸν θεραπευτήν, ὃς μόνος δυνατός ἐστιν ἐλθὼν ἰάσασθαι τὰς ψυχὰς ἡμῶν, κεκοπιακὼς πολλὰ δι᾿ ἡμᾶς. Κρούει γὰρ ἀεὶ τὰς θύρας τῶν καρδιῶν ἡμῶν, ἵνα ἀνοίξωμεν αὐτῷ καὶ εἰσελθὼν ἀναπαῇ εἰς τὰς ψυχὰς ἡμῶν, καὶ νίψωμεν καὶ ἀλείψωμεν αὐτοῦ τοὺς πόδας, καὶ μονὴν παρ᾿ ἡμῖν ποιήσῃ. Καὶ γὰρ ἐκεῖ ὀνειδίζει ὁ Κύριος τὸν μὴ νίψαντα τοὺς πόδας αὐτοῦ, καὶ πάλιν ἀλλαχοῦ λέγει· «ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω. Ἐάν τις ἀνοίξῃ μοι, καὶ εἰσελεύσομαι πρὸς αὐτόν». Διὰ τοῦτο γὰρ πολλὰ παθεῖν ὑπέμεινε, δοὺς τὸ ἑαυτοῦ σῶμα εἰς θάνατον καὶ ἐξαγοράσας ἡμᾶς τῆς δουλείας, ἵνα ἐλθὼν ἐν τῇ ψυχῇ ἡμῶν μονὴν ποιήσῃ παρ᾿ αὐτῇ. Διὰ τοῦτο ἐκείνοις τοῖς ἐξ ἀριστερῶν ἐν τῇ κρίσει ὑπ᾿ αὐτοῦ πεμπομένοις εἰς γέενναν μετὰ τοῦ διαβόλου φησὶν ὁ Κύριος· «ξένος ἤμην καὶ οὐ συνηγάγετέ με· ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψων καὶ οὐκ ἐποτίσατέ με»· ἡ γὰρ τροφὴ αὐτοῦ καὶ ἡ πόσις καὶ ἄμφιον καὶ στέγη καὶ ἀνάπαυσις ἐν ταῖς ψυχαῖς ἡμῶν ἐστιν. Ἀεὶ τοίνυν κρούει, βουλόμενος εἰσελθεῖν πρὸς ἡμᾶς. Δεξώμεθα τοίνυν αὐτὸν καὶ εἰσαγάγωμεν ἔνδον ἡμῶν· ὅτι καὶ ἡμῶν ἡ τροφὴ καὶ ἡ πόσις καὶ ἡ ζωὴ ἡ αἰώνιος αὐτός ἐστι. Καὶ πᾶσα ψυχὴ ἡ μὴ δεξαμένη αὐτὸν ἔνδον νῦν καὶ ἀναπαύσασα, μᾶλλον δὲ ἀναπαεῖσα ἐν αὐτῷ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ τῶν ἁγίων κληρονομίαν οὐκ ἔχει οὔτε εἰς τὴν ἐπουράνιον πόλιν εἰσελθεῖν δύναται. Αὐτὸς δέ, Κύριε Ἰησοῦ Χριστέ, εἰσάγαγε ἡμᾶς εἰς αὐτὴν δοξάζοντάς σου τὸ ὄνομα σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.


Τὸ ἐπουράνιο ἔνδυμα

EΚΑΣΤΟΝ τῶν δένδρων ἔνδοθεν ἐκφέρει τὰ ἐνδύματα φαινόμενα, φύλλα καὶ ἄνθη καὶ καρπούς· ὁμοίως καὶ τὰ σπέρματα ἔνδοθεν ἐνδύματα φέρει φαινόμενα· καὶ τὰ κρίνα ἔνδοθεν ἐκφέρει ἐνδύματα καὶ καλλωπίζει τὴν χλόην. Οὕτω καὶ τῶν Χριστιανῶν ὅσοι κατηξιώθησαν ἀπεντεῦθεν κτήσασθαι τὸ ἐπουράνιον ἔνδυμα, αὐτὸ ἐκεῖνο ἔχουσι ταῖς ψυχαῖς αὐτῶν ἐμμένον. Καὶ ἐπειδὴ ἀπὸ Θεοῦ προώρισται διαλυθῆναι τὴν κτίσιν ταύτην καὶ παρελθεῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸ ἐνδῦσαν καὶ δοξάσαν ἀπὸ τοῦ νῦν ἔνδυμα οὐράνιον τὴν ψυχήν, ὅπερ ἐκτήσαντο ἐν τῇ καρδίᾳ, ἐκεῖνο καὶ τὰ γυμνὰ σώματα, ἅπερ ἀνίστανται ἐκ τῶν τάφων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὰ ἐγειρόμενα σώματα, ἀλλὰ δῆλον ὅτι περιβαλεῖ ταῦτα δόξαν, ὃ ἀπὸ τοῦ νῦν λαμβάνουσιν οἱ Χριστιανοὶ δόμα καὶ ἔνδυμα ἀόρατον καὶ οὐράνιον. Ὥσπερ δὲ τὰ πρόβατα ἢ αἱ κάμηλοι χόρτον εὑρίσκοντα λάβρως καὶ ὀξέως προσέρχονται τοῖς βρώμασι καὶ ἐγκλείουσι τροφὴν ἑαυτοῖς, ἐν δὲ καιρῷ πείνης αὐτὸ ἐκεῖνο ἐκ τῆς κοιλίας ἀναφέρουσι καὶ ἀναμαρυκῶνται καὶ ἔχει ὡς τροφήν, ἅπερ ἐνεθηκίασε πρότερον, -οὕτως καὶ ὅσοι νῦν ἥρπασαν τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἐγεύσαντο τῆς ἐπουρανίου βρώσεως, ἐν Πνεύματι ζήσαντες, ἐν τῷ καιρῷ τῆς ἀναστάσεως αὐτὸ ἐκεῖνο ἔχουσι σκεπάζον καὶ θάλπον αὐτῶν ὅλα τὰ μέλη.

Καθὼς οὖν εἴπομεν τὴν διαφορὰν τῶν σπερμάτων, ὅτι πολλὰ ἐν μιᾷ γῇ σπείρεται καὶ διαφόρους καρποὺς δίδωσι μὴ ἐοικότας ἀλλήλοις, ὁμοίως καὶ περὶ τῶν δένδρων, ὅτι τὰ μὲν αὐτῶν εἰσι μείζω, τὰ δὲ μικρότερα, μία δὲ γῆ τὰς ῥίζας ὅλων κατέχει, οὕτως καὶ ἡ ἐπουράνιος ἐκκλησία, μία οὖσα ἀναρίθμητός ἐστιν, ἕκαστος δὲ ἰδίως κεκόσμηται ὑπὸ τῆς δόξης τοῦ Πνεύματος. Ὥσπερ γὰρ τὰ πετεινὰ ἀπὸ τοῦ σώματος τὰ ἐνδύματα τῶν πτερῶν ἐκφέρει διαφορὰ δέ ἐστιν ἐν αὐτοῖς πολλή· τὰ μὲν γὰρ προσγειότερον πέτανται, τὰ δὲ ἐν ἀέρι ἵπτανται· ἢ ὥσπερ ὁ οὐρανὸς εἷς ἐστι καὶ ἔχει πολλοὺς ἀστέρας ἐν ἑαυτῷ, τοὺς μὲν λαμπροτέρους, τοὺς δὲ μείζονας, τοὺς δὲ μικροτέρους, ὅλοι δὲ ἐν οὐρανῷ πεπηγμένοι εἰσίν, - οὕτως καὶ οἱ ἅγιοι ἐν ἑνὶ οὐρανῷ τῆς θεότητος καὶ ἐν τῇ ἀοράτῳ γῇ διαφόρως ἐρριζωμένοι εἰσίν.


Ὁ πλοῦτος τῶν χριστιανῶν

H ΕΛΕΥΣΙΣ τοῦ Κυρίου πᾶσα διὰ τὸν ἄνθρωπον γεγένηται τὸν τεθανατωμένον ἐν τάφῳ σκότους, ἁμαρτίας, πνεύματος ἀκαθάρτου καὶ δυνάμεων πονηρῶν, ἵνα ἐν τῷ αἰῶνι τούτῳ νῦν ἀναστήσῃ καὶ ζωοποιήσῃ τὸν ἄνθρωπον καὶ καθαρίσῃ ἀπὸ πάσης μελανίας καὶ φωτίσῃ αὐτὸν τῷ ἰδίῳ φωτὶ καὶ ἀμφιάσῃ αὐτὸν τὰ ἑαυτοῦ ἐνδύματα τῆς θεότητος τὰ οὐράνια. Ἐν δὲ τῇ ἀναστάσει τῶν σωμάτων, ὧν προανέστησαν καὶ προεδοξάσθησαν αἱ ψυχαί, τότε καὶ τὰ σώματα συνδοξάζονται καὶ φωτίζονται τῇ ἀπὸ τοῦ νῦν πεφωτισμένῃ καὶ δεδοξασμένῃ ψυχῇ· ἔστι γὰρ αὐτῶν οἶκος καὶ σκηνὴ καὶ πόλις ὁ Κύριος. «τὸ οἰκητήριον δὲ τὸ ἐξ οὐρανοῦ» τὸ ἀχειροποίητον περιβέβληνται, δόξαν φωτὸς θεϊκοῦ, ὡς τέκνα φωτὸς γενόμενοι. Οὐ προσέξουσιν ἀλλήλοις ὀφθαλμῷ πονηρῷ· πονηρία γὰρ ἐξήρθη. «οὐκ ἔστιν ἐκεῖ ἄρσεν καὶ θῆλυ, δοῦλος καὶ ἐλεύθερος», εἰς θεϊκὴν γὰρ φύσιν ἅπαντες μεταβάλλονται, Χριστοὶ καὶ θεοὶ καὶ τέκνα Θεοῦ γενόμενοι. Ἐκεῖ ἀνεπαισχύντως τότε λαλήσει εἰρήνην ἀδελφὸς ἀδελφῇ· ἓν γάρ εἰσιν ἐν Χριστῷ πάντες καὶ πᾶσαι. Ἐν ἑνὶ φωτὶ ἀναπαυόμενοι προσέξει ἕτερος τῷ ἑτέρῳ, καὶ ἐν τῷ προσέχειν εὐθέως πάλιν εἰς ἀλήθειαν ἐκλάμψουσιν, εἰς ἀληθινὴν θέαν φωτὸς ἀρρήτου.

Οὕτως πολλοῖς σχήμασι καὶ πολλαῖς καὶ ποικίλαις δόξαις θεϊκαῖς ἀλλήλοις ἐνορῶσι, καὶ ἕκαστος ἐκπλήσσεται καὶ ἀγαλλιᾷ ἀγαλλιάσει ἀνεκλαλήτῳ προσέχων τῇ τοῦ ἑτέρου δόξῃ. Ὁρᾷς πῶς αἱ τοῦ Θεοῦ δόξαι ἄφραστοί εἰσι καὶ ἀκατάληπτοι, φωτὸς ἀρρήτου καὶ ἀϊδίων μυστηρίων καὶ ἀναριθμήτων ἀγαθῶν ὑπάρχουσαι. Ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις τὰ τῆς γῆς φυτὰ ἢ σπέρματα ἢ ἄνθη ποικίλα ἀδύνατόν τινι καταλαβεῖν ἀριθμῷ καὶ τὸν πάντα πλοῦτον τῆς γῆς ἀμήχανόν τινι μετρῆσαι ἢ ἐπίστασθαι, ἢ ὥσπερ ἐν τῇ θαλάσσῃ τὰ ἐν αὐτῇ ζῷα ἢ τὸν ἀριθμὸν ἢ τὰ γένη ἢ τὴν διαφορὰν ἢ τὸ μέτρον τοῦ ὕδατος αὐτῆς ἢ τὸ μέτρον τοῦ τόπου αὐτῆς ἀδύνατόν τινι τῶν ἀνθρώπων καταλαβεῖν, ἢ ὥσπερ ἐν τῷ ἀέρι τὸν ἀριθμὸν τῶν πετεινῶν ἢ τὰ γένη ἢ τὴν ποικιλίαν ἀδύνατον γνῶναι, ἢ ὥσπερ τὸ τοῦ οὐρανοῦ μέγεθος ἢ τὰς θέσεις τῶν ἄστρων ἢ τὸν δρόμον αὐτῶν ὥς ἐστιν ἀδύνατον καταλαβεῖν, -οὕτως ἐστὶν ἀδύνατον εἰπεῖν ἢ διαγορεῦσαι τὸν πλοῦτον τῶν Χριστιανῶν τὸν ἀπέραντον καὶ ἀκατάληπτον. Εἰ γὰρ τὰ κτίσματα ταῦτα τοσοῦτον ἄπειρα καὶ ἀκατάληπτα τοῖς ἀνθρώποις τυγχάνει, πόσῳ μᾶλλον ὁ Κτίσας καὶ Κατασκευάσας αὐτά.

Ὀφείλει οὖν τις μᾶλλον ἀγαλλιαθῆναι καὶ χαρῆναι, ὅτι τοσοῦτος πλοῦτος καὶ κληρονομία τοῖς Χριστιανοῖς ἡτοίμασται, ὥστε μηδένα δυνηθῆναι εἰπεῖν ἢ ἐξαγορεῦσαι. Μετὰ πάσης οὖν σπουδῆς καὶ ταπεινοφροσύνης προσελθεῖν δεῖ ἐπὶ τὸν ἀγῶνα τῶν Χριστιανῶν καὶ λαβεῖν ἐκεῖνον τὸν πλοῦτον· κληρονομία γὰρ καὶ μερὶς τῶν Χριστιανῶν αὐτός ἐστιν ὁ Θεός· «Κύριος» γάρ φησι «μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου». Δόξα τῷ ἑαυτὸν διδόντι καὶ συγκιρνῶντι τὴν ἁγίαν φύσιν Αὐτοῦ ταῖς ψυχαῖς τῶν Χριστιανῶν εἰς τοὺς αἰῶνας. Ἀμήν


Ἡ θεία χάρη καὶ ἡ ἁμαρτία

TΟ ΤΙΜΙΟΝ σκεῦος τῆς ψυχῆς ἐν πολλῇ βαθύτητι τυγχάνει, ὥς πού φησιν· «ἄβυσσον καὶ καρδίαν αὐτὸς ἐρευνᾷ». Ἐκτραπέντος γὰρ τοῦ ἀνθρώπου τῆς ἐντολῆς καὶ ὑπὸ ἀπόφασιν ὀργῆς γεγενημένου, λαβοῦσα αὐτὸν ὑποχείριον ἡ ἁμαρτία, καὶ αὐτὴ ὥσπερ ἄβυσσός τις πικρίας ἐν λεπτότητι καὶ βαθύτητι τυγχάνουσα, εἰσελθοῦσα ἔνδον, τὰς νομὰς τῆς ψυχῆς κατέσχεν ἕως τῶν βαθυτάτων αὐτῆς ταμείων. Τοιούτῳ δὲ τρόπῳ παρεικάσωμεν τὴν ψυχὴν καὶ τὴν ἁμαρτίαν μιγεῖσαν, ὥσπερ ὅταν ᾖ δένδρον μέγιστον, ἔχον πολλοὺς κλῶνας, ἔχῃ δὲ καὶ τὰς ῥίζας ἐν τοῖς βαθυτάτοις τῆς γῆς, οὕτω τὰς νομὰς τῶν βαθυτάτων τῆς ψυχῆς ταμιείων ἡ παρεισελθοῦσα ἁμαρτία κατασχοῦσα, ἐν συνηθείᾳ γέγονε καὶ προλήψει, ἑκάστῳ νηπιόθεν συναυξανομένη καὶ συνανατρεφομένη καὶ τὰ κακὰ ἐκδιδάσκουσα.

Ἐπὰν τοίνυν χάριτος θείας ἐνέργεια ἐπισκιάσῃ τῇ ψυχῇ κατὰ τὸ μέτρον τῆς ἑκάστου πίστεως, καὶ δέξηται ἄνωθεν βοήθειαν, ἀκμὴν ἐν μέρει τινὶ ἐπεσκίασεν ἡ χάρις, μὴ νομίσῃ οὖν τις ὅλην τὴν ψυχὴν πεφωτίσθαι. Ἀκμὴν πολλὴ νομὴ τῆς κακίας ἔνδον ἐστί, καὶ πολλοῦ πόνου χρεία καὶ καμάτου τῷ ἀνθρώπῳ συμφωνοῦντος τῇ πρὸς αὐτὸν χάριτι. Διὰ τοῦτο γὰρ καὶ ἀπὸ μέρους ἤρξατο ἡ θεία χάρις ἐπιφοιτᾶν τῇ ψυχῇ, δυναμένη ῥοπῇ ὥρας τὸν ἄνθρωπον καθαρίσασα τελειῶσαι, ἀλλ᾿ ἵνα δοκιμάσῃ τὴν προαίρεσιν τοῦ ἀνθρώπου, εἰ τὴν ἀγάπην πρὸς Θεὸν ὁλόκληρον ἀποσῴζει, μὴ συνδυάζων τῷ πονηρῷ ἐν μηδενί, ἀλλ᾿ ὅλον τῇ χάριτι ἑαυτὸν ἐκδιδούς·

καὶ οὕτως εὐδοκιμοῦσα ἡ ψυχὴ χρόνοις καὶ καιροῖς καὶ τὴν χάριν ἐν μηδενὶ λυποῦσα μήτε ἐνυβρίζουσα ἐκ τοῦ κατ᾿ ὀλίγον βοηθεῖται. Καὶ αὐτὴ δὲ ἡ χάρις νομὴν λαμβάνει ἐν τῇ ψυχῇ καὶ ἕως τῶν βαθυτάτων αὐτῆς μερῶν καὶ διαλογισμῶν ἐρριζοῦται, ἐν καιροῖς πλείοσιν εὐδοκιμούσης καὶ συμφωνούσης τῆς ψυχῆς τῇ χάριτι, ἕως οὗ ὅλη ἡ ψυχὴ περιληφθῇ ὑπὸ τῆς ἐπουρανίου χάριτος, λοιπὸν βασιλευούσης ἐν αὐτῷ τῷ σκεύει…

Ὅσοι ὑπεδέξαντο τὸν σπόρον τῆς θεότητος, οὗτοι ἀοράτως ἔχουσιν αὐτόν, καὶ διὰ τὴν σύνοικον ἁμαρτίαν ἐν σκοτεινοῖς καὶ φοβεροῖς τόποις κρύπτουσιν. Ἐὰν οὖν ἀσφαλίσωνται ἑαυτοὺς καὶ τηρήσωσι τὸ σπέρμα, οὗτοι τῷ δέοντι καιρῷ ἀναγεννῶνται εἰς τὸ φανερόν, καὶ λοιπὸν ἐν τῇ διαλύσει τοῦ σώματος οἱ ἄγγελοι καὶ πάντες οἱ ἄνω χοροὶ ἱλαροῖς προσώποις προσδέχονται αὐτούς. Ἐὰν δὲ ὑποδεξάμενος τὰ ὅπλα τοῦ Χριστοῦ εἰς τὸ πολεμῆσαι ἀνδρείως χαυνωθῇ, εὐθέως ὁ τοιοῦτος παραδίδοται τοῖς ἐχθροῖς, καὶ ἐν τῇ διαλύσει τοῦ σώματος ἀπὸ σκότους τοῦ νῦν περιέχοντος αὐτὸν εἰς ἄλλο χαλεπώτερον σκότος χωρεῖ καὶ ἀπώλειαν.


Ἡ ἑνότητα τῶν ἀρετῶν

TΟΥΤΟ γινώσκετε, ἀγαπητοί, ὅτι ἀλλήλων πᾶσαι αἱ ἀρεταὶ ἐκδέδενται καὶ ἀλλήλων ἐκκρέμανται, ὥσπερ [σει]ρά τις ἅλυσις πνευματικὴ μία ἀπὸ τῆς μιᾶς ἀπηρτημέναι. Ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις ἀπὸ τῆς ὑπακοῆς, ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος. Ὥσπερ τὸ ἐναντίον μέρος ἓν ἀφ᾿ ἑνὸς τὰ κακὰ ἐκδέδενται· τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ τῆς ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνότητος, ἡ χαυνότης ἀπὸ τῆς ὀλιγωρίας, ἡ ὀλιγωρία ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς ἀνυπομονησίας, ἡ ἀνυπομονησία ἀπὸ τῆς φιληδονίας, καὶ τὰ λοιπὰ μέλη τῆς κακίας ἀλλήλων εἰσὶν ἐκκρεμάμενα-οὕτως ἐν τῷ ἀγαθῷ μέρει ἀλλήλων αἱ ἀρεταί εἰσιν ἀπηρτημέναι.

Κεφάλαιον δὲ πάσης σπουδῆς ἀγαθῆς καὶ κορυφαῖον τῶν κατορθωμάτων ἐστὶν ἡ τῆς προσευχῆς καρτέρησις, δι᾿ ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ Θεοῦ αἰτήσεως ὁσημέραι προσκτᾶσθαι δυνάμεθα. Ἐπειδὴ πρὸς Θεὸν ἁγιότητος κοινωνία μυστική τις διὰ πνευματικῆς ἐνεργείας καὶ συνάφειά τις διαθέσεως αὐτοῦ τοῦ νοῦ ἐν ἀγάπῃ ἀρρήτῳ πρὸς Κύριον τῇ εὐχῇ τοῖς καταξιουμένοις γίνεται καὶ εἰς ἔρωτα θεῖον καὶ πόθον ἔμπυρον ὑπὸ τῆς πνευματικῆς ἀγάπης τοῦ Θεοῦ ἕλκεται ὁσημέραι ὁ ἑαυτὸν ταῖς εὐχαῖς προσκαρτερεῖν ἀναγκάζων καὶ τὴν τοῦ πνεύματος χάριν τῆς τελειότητος αὐτεξουσίῳ προαιρέσει ἕκαστος ὑποδέχεται τοῦ Θεοῦ αὐτῷ διδόντος.


Τί ἀρέσει στὸν Θεό;

ΩΣΠΕΡ μήτηρ ἐὰν ἔχῃ τέκνα καὶ ἀπέρχονται ἁπλῶς καὶ ὡς ἔτυχε ῥέμβονται, οὐχὶ λαβοῦσα συναγάγῃ εἰς τὸν οἶκον αὐτὰ παιδεύουσα καὶ νουθετοῦσα; Οὕτω καὶ ἡ ψυχὴ ὀφείλει συνάγειν πανταχόθεν τοὺς ἑαυτῆς λογισμοὺς ῥεμβομένους, ὥσπερ ἑαυτῆς τέκνα. Κἂν ὑπὸ τῆς ἁμαρτίας καὶ τῶν μεριμνῶν σκορπίζονται, ὅμως τὸ ἑαυτῆς δυνατὸν ἀεὶ ἀπαύστως ὀφείλει συνάγειν τοὺς λογισμοὺς εἰς τὸν οἶκον τοῦ σώματος αὐτῆς, εἰς ἑαυτήν, καὶ ἀεὶ προσδοκᾶν τὸν Κύριον ἐν πίστει βεβαίᾳ καὶ ἀγάπῃ, πότε ἐλθὼν ἐξ ἀληθείας συναγάγῃ αὐτὴν εἰς ἑαυτὸν καὶ ποιήσῃ τοὺς λόγους αὐτῆς θεϊκούς, λογικούς, οὐρανίους καὶ διδάξῃ αὐτὴν εὐχὴν ἀληθινήν, ἀπερίσπαστον, ἀρέμβαστον. Εἰ δὲ καὶ εἰς εὐχὴν κείμενοι τοῖς λογισμοῖς ἔξω ῥεμβόμεθα καὶ μὴ συνάγομεν ἑαυτούς, ἀλλ᾿ ἐπιδίδομεν καὶ χαυνοῦμεν ἑαυτοὺς τοῖς λογισμοῖς τῆς ἁμαρτίας καὶ μὴ τὸ θέλημα ἡμῶν ἕλκῃ καὶ βιάζηται τοὺς λογισμοὺς πρὸς τὸν Κύριον, πῶς αὐτὸς ὁ Κύριος θελήματι τῷ ἑαυτοῦ ἔλθῃ πρὸς ἡμᾶς καὶ ἐξ ἀληθείας συναγάγῃ ἡμᾶς πρὸς ἑαυτὸν ἡμῶν χαυνωμένων καὶ ῥεμβομένων ἔξω τοῖς λογισμοῖς; (ἐὰν τὸ σῶμα εἰς εὐχὴν δὴ κεῖται, οὐκ ἀφίῃς τὸν Κύριον ἐλθεῖν πρός σε τῷ ἑαυτοῦ θελήματι, ὥσπερ οὐδὲ σὺ τῷ σῷ θελήματι σπεύδεις πρὸς αὐτόν).

Πᾶσα γὰρ ἡ εὐαρέστησις τῷ Θεῷ καὶ ἡ διακονία τῆς ψυχῆς ἐν τοῖς λογισμοῖς ἐστιν. Σπούδασον ἔσωθεν ἀρέσαι αὐτῷ πάντοτε, ἔσωθεν προσδοκῶν αὐτόν, ἀεὶ σπουδαίως ἔσωθεν ζητῶν αὐτὸν ἐν τοῖς διαλογισμοῖς καὶ βιαζόμενος καὶ ἀναγκάζων τὸ ἑαυτοῦ θέλημα καὶ τὴν προαίρεσιν διαπαντὸς πρὸς αὐτόν, καὶ ὄψει πῶς καὶ αὐτὸς τῷ θελήματι αὐτοῦ ἔρχεται πρός σε καὶ μονὴν ποιεῖται παρὰ σοί. Ὅσον γὰρ σὺ τὸν νοῦν σου ἀναγκάζεις εἰς τὴν ζήτησιν αὐτοῦ, αὐτὸς πολὺ μᾶλλον ἀναγκάζεται ὑπὸ τῆς εὐσπλαγχνίας καὶ χρηστότητος αὐτοῦ ἐλθεῖν πρός σε καὶ ἀναπαῦσαί σε πνευματικῶς. Οὐκ ἀφέστηκέ σου ὅλως, ἕστηκεν ἀοράτως πρός σε, θεωρῶν σου τὸν νοῦν, τοὺς διαλογισμούς, τὰς ἐνθυμήσεις, θεωρῶν πῶς ζητεῖς αὐτόν· εἰ ἐξ ὅλης ψυχῆς, εἰ μὴ νωθρῶς, εἰ μὴ ἀμελείᾳ καὶ χαυνώσει νοός, εἰ μὴ τοῖς πάθεσι τῆς ἀτιμίας συνεργῶν. Καὶ ὅτε ἴδῃ σε ὅτι πάντοτε σπουδαίως ἕλκεις πανταχόθεν τοὺς διαλογισμούς σου πρὸς τὴν αὐτοῦ μόνην ζήτησιν, τότε αὐτὸς φανεροῦται καὶ ἐπιφαίνεται τῇ ψυχῇ σου ἀρρήτῳ καὶ ἐπιθυμητ{ικ}ῷ κάλλει καταλάμπων σε καὶ οὕτω βοηθείας τῆς ἐξ αὐτοῦ μεταδίδωσί σοι καὶ τὴν νίκην ἐν σοὶ πᾶσαν ποιεῖται, ῥυόμενός σε ἐκ τῶν ἀοράτων ἐχθρῶν σου, θεωρήσας πρότερον τὴν σὴν πρὸς αὐτὸν ὀρθὴν καὶ ἀπερίσπαστον ζήτησιν καὶ τοῦ νοός σου τὴν προσδοκίαν ἀδιαλείπτως καὶ τὴν εἰς αὐτὸν εὐθείαν ἀγάπην καὶ οὕτω διδάσκει σε καὶ δίδωσί σοι ἀληθινὴν εὐχήν, ἀγάπην ἀληθινήν, πίστιν ἀληθείας καὶ ἀληθινὴν χαράν, ἥτις αὐτός ἐστιν ὁ Κύριος πάντα ἐν σοὶ γινόμενος.

Εἰσέρχεται γάρ τις κλῖναι γόνυ, καὶ ἡ καρδία πληροῦται ἐκ τῆς θείας ἐνεργείας καὶ εὐφραίνεται ἡ ψυχὴ μετὰ τοῦ Κυρίου ὡς νύμφη μετὰ τοῦ νυμφίου κατὰ τὸν λόγον Ἠσαΐου τοῦ προφήτου λέγοντος· «ὃν τρόπον εὐφραίνεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπί σοι». Καὶ συμβαίνει ὅτι ἀσχολεῖται ὁ τοιοῦτος πᾶσαν ἡμέραν καὶ ἐν μιᾷ ὥρᾳ δίδωσιν ἑαυτὸν εἰς εὐχὴν καὶ ἁρπάζεται ἐν τῇ προσευχῇ ὁ ἔσω ἄνθρωπος εἰς ἄπειρον βάθος ἐκείνου τοῦ αἰῶνος ἐν ἡδύτητι πολλῇ, ὥστε ξενίζεσθαι τὸν νοῦν ὅλον ὄντα μετέωρον καὶ ἡρπασμένον ἐκεῖ, ὥστε κατ᾿ ἐκεῖνον τὸν καιρὸν λήθην γενέσθαι ἐν τοῖς λογισμοῖς τοῦ φρονήματος τοῦ ἐπιγείου, διὰ τὸ μεστωθῆναι τοὺς λογισμοὺς καὶ αἰχμαλωτισθῆναι εἰς τὰ θεῖα καὶ ἐπουράνια, εἰς τὰ ἀπέραντα καὶ ἀκατάληπτα πράγματα, εἰς θαυμάσιά τινα, ἃ ἀνθρωπίνῳ στόματι φρασθῆναι ἀδύνατον, ὥστε ἐν ἐκείνῃ τῇ ὥρᾳ εὔχεσθαι καὶ λέγειν ὅτι «εἴθε ἀπῆλθεν ἡ ψυχὴ σὺν τῇ εὐχῇ»…

Ἡ μὲν χάρις ἀδιαλείπτως σύνεστι καὶ ἐρρίζωται καὶ ἐζύμωται ἐκ νέας ἡλικίας καὶ ὡς φυσικὸν καὶ πεπηγμένον ἐγένετο αὐτὸ τὸ συνὸν τῷ ἀνθρώπῳ, μία δὲ οὖσα ἡ χάρις πολυτρόπως ὡς θέλει πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ οἰκονομεῖ. Ποτὲ μὲν πλέον ἐκκαίεται καὶ ἀνάπτε[ται] τὸ πῦρ, ποτὲ δὲ ὥσπερ πραΰτερον καὶ μαλακώτερον καὶ τοῦτο τὸ φῶς κατὰ καιρούς τινας πλέον ὑφάπτεται καὶ λάμπει, ποτὲ δὲ ὑποστέλλεται καὶ στυγνάζει, καίτοι ἡ λαμπὰς πάντοτε καιομένη ἐστὶ καὶ λάμπουσα, ὅταν δὲ φαιδρυνθῇ, πλέον ἐν μέθῃ ἐξετάζεται τῆς ἀγάπης τοῦ Θεοῦ, πότε δὲ κατ᾿ οἰκονομίαν ἐνδίδωσι, καίτοι συνὸν τὸ φῶς ἀμβλύτερόν ἐστι.

Πλὴν καὶ ἐπεφάνη τισὶ τὸ σημεῖον τοῦ σταυροῦ διὰ φωτὸς καὶ προσεπάγη τῷ ἔσω ἀνθρώπῳ. Ἄλλοτε πάλιν ἐν εὐχῇ ὡς ἐν ἐκστάσει γέγονεν ὁ ἄνθρωπος καὶ εὑρέθη εἰς θυσιαστήριον ἑστὼς ἐν ἐκκλησίᾳ καὶ προσηνέχθησαν τῷ τοιούτῳ ἄρτοι τρεῖς ὡς δι᾿ ἐλαίου ἐζυμωμένοι, καὶ ὅσῳ ἤσθιεν, ἐκεῖνο πλέον ηὔξανε καὶ ἐμηκύνετο. Ἄλλοτε πάλιν ὥσπερ ἔνδυμά τι φωτεινὸν ἦν οἷον οὐκ ἔστιν ἐπὶ τῆς γῆς εἰς τὸν αἰῶνα τοῦτον οὔτε ὑπὸ ἀνθρωπίνων χειρῶν δυνατὸν κατασκευασθῆναι. Καὶ ὃν τρόπον εἰς τὸ ὄρος ἀνελθόντος τοῦ Κυρίου μετὰ Ἰωάννου καὶ Πέτρου καὶ Ἰακώβου μετεμορφώθη τὰ ἱμάτια αὐτοῦ καὶ ἐξήστραψεν· οὕτως ἦν τὸ ἔνδυμα ἐκεῖνο καὶ ἐθαμβοῦτο καὶ ἐθαύμαζεν ὁ ἄνθρωπος ἐνδεδυμένος. Ἐν ἄλλῳ δὲ καιρῷ αὐτοῦ τοῦ φωτὸς ἀδιαλείπτως φαίνοντος ἐν τῇ καρδίᾳ ἠνοίγετο ἐνδότερον καὶ βαθύτερον καὶ ἀπόκρυφον φῶς καὶ [ὁ] καινὸς κόσμος καὶ ὁ φωτεινὸς συνῆν τῷ Κυρίῳ αἰνῶν καὶ δοξολογῶν, ὥστε ὅλον τὸν ἄνθρωπον καταποθέντα εἰς ἐκείνην τὴν γλυκύτητα καὶ θεωρίαν μηκέτι ἔχειν αὐτόν, ἀλλ᾿ εἶναι ὡς μωρὸν καὶ βάρβαρον τῷ κόσμῳ τούτῳ διὰ τὴν ὑπερβάλλουσαν ἀγάπην καὶ ἡδύτητα καὶ διὰ τὰ ἀπόκρυφα μυστήρια ὡς τὸν ἄνθρωπον κατ᾿ ἐκεῖνον τὸν καιρὸν ἐλευθερωθέντα φθάσαι εἰς τὰ τέλεια μέτρα καὶ εἶναι καθαρὸν καὶ ἐλεύθερον ἀπὸ τῆς ἁμαρτίας.

Ἀλλὰ μετὰ ταῦτα ὑπέστειλεν ἡ χάρις καὶ ἦλθε τὸ κάλυμμα τῆς ἐναντίας δυνάμεως· φαίνεται δέ πως μερικῶς, καὶ ἔστη εἰς βαθμὸν κατώτερον τῆς τελειότητος. Ὡς ἵνα εἴπωμεν, δεῖ δεκαδύο βαθμοὺς παρελθεῖν τινα καὶ φθάσαι εἰς τὴν τελειότητα. Ἐν καιρῷ τινι ἔφθασε καταλαβεῖν ἐκεῖνο τὸ μέτρον καὶ εἰσελθεῖν εἰς τὴν τελειότητα, πάλιν ἐνδίδωσιν ἡ χάρις καὶ κατέρχεται παρὰ ἕνα βαθμὸν καὶ στήκει εἰς τοὺς ἕνδεκα. Εἷς δέ τις πλούσιος ἐν τῇ χάριτι πάντοτε, νυκτὸς καὶ ἡμέρας εἰς τὰ τέλεια μέτρα ἕστηκεν, ὢν ἐλεύθερος καὶ καθαρὸς πάντοτε, αἰχμάλωτος καὶ μετέωρος. Καὶ νῷ ἐδείχθη μοι ἐκεῖνα τὰ θαυμάσια καὶ ὧν πεῖραν ἔλαβεν ὁ ἄνθρωπος -συνῆν γὰρ αὐτῷ πάντοτε- καὶ οὐκ ἠδύνατο τὴν οἰκονομίαν τοῦ λόγου ἢ τὸ βάρος ὑποδέξασθαι οὔτε ἠνείχετο ἀκούειν τι ἢ μεριμνᾶν κἂν εἰς τὸ τυχὸν περὶ ἑαυτοῦ οὔτε περὶ τῆς αὔριον, εἰ μὴ μόνον κεῖσθαι ἐν μιᾷ γωνίᾳ μετέωρος καὶ μεμεθυσμένος. Ὥστε τὸ τέλειον μέτρον οὐκ ἐδόθη, ἵνα δυνηθῇ σχολάσαι εἰς τὴν μέριμναν τῶν ἀδελφῶν καὶ εἰς τὴν διακονίαν τοῦ λόγου πάλιν «τὸ μεσότοιχον τοῦ φραγμοῦ» διαλέλυται.

Τὰ δὲ πράγματα οὕτως ἐστίν. Ὡς γνοφώδης τις δύναμις ἐπίκειται καὶ σκεπάζει ἐλαφρῶς ὡς ἀὴρ παχύς, καίτοι πάντοτε τῆς λαμπάδος καιομένης καὶ φαινούσης, ἀλλ᾿ ὥσπερ ἐπίκειται ἐκείνῳ τῷ φωτὶ κάλυμμα· ὅθεν ὁμολογεῖ ὁ τοιοῦτος, ὅτι οὐκ ἔστι τέλειος οὔτε ἐλεύθερος τὸ ὅλον ἐκ τῆς ἁμαρτίας· ὥστε εἰπεῖν καὶ ἐλεύθερος καὶ οὐκ ἐλεύθερος καὶ διαλέλυται καὶ τέθραυσται «τὸ μεσότοιχον τοῦ φραγμοῦ», καὶ πάλιν ἔν τινι οὐ διαλέλυται τὸ ὅλον. Οὔτε δὲ πάντοτε ἴση [ἡ] εὐχή ἐστι· ἔστι γὰρ καιρὸς ὅτε πλέον ἐξάπτει καὶ παρακαλεῖ καὶ ἀναπαύει καὶ ἔστι καιρὸς ὅτε ὑποστέλλει καὶ στυγνάζει, ὡς αὐτὴ ἡ χάρις οἰκονομεῖ πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ. Ὅμως εἰσελθὼν εἰς τὸ μέτρον τὸ τέλειον ἐν καιροῖς καὶ γευσάμενος καὶ πεῖραν ἔχων ἐκείνου τοῦ αἰῶνος, ἀκμὴν [δὲ] οὐδένα εἶδον τέλειον Χριστιανὸν ἢ ἐλεύθερον, ἀλλὰ καὶ ἀναπαύεταί τις ἐν τῇ χάριτι καὶ εἰσέρχεται εἰς μυστήρια καὶ ἀποκαλύψεις καὶ εἰς ἡδύτητα πολλὴν τῆς χάριτος, καὶ ἡ ἁμαρτία ἀκμὴν ἔσω σύνεστιν. Αὐτοὶ δὲ διὰ τὴν ὑπερβάλλουσαν χάριν καὶ τὸ ἐν αὐτοῖς φῶς νομίζουσιν ἐλεύθεροι καὶ τέλειοι εἶναι, παρὰ ἀπειρίαν σφαλλόμενοι, ἐπειδὴ ἔχουσι τῆς χάριτος ἐνέργειαν. Ἀκμὴν δὲ οὐδένα εἶδον ἐλεύθερον, ἐπειδὴ κἀγὼ μερικῶς ἐν καιροῖς τισιν εἰσῆλθον εἰς τὸ μέτρον ἐκεῖνο καὶ οἶδα καταμαθεῖν, πῶς ἔστι τέλειος ὁ ἄνθρωπος.


Ἡ δωρεὰ τῆς θείας χάρης

ΩΣΠΕΡ ἵνα ᾖ ἥλιος καὶ ὦσιν ἐξ αὐτοῦ ἀκτῖνες πολλαί, ἢ ἵνα ᾖ δένδρον ὑψηλὸν καὶ ἔχῃ κλάδους καὶ κλῶνας, ἢ ἵνα ᾖ πόλις μεγάλη ἔχῃ γειτονίας πολλάς, ἢ ἵνα ᾖ ἐπαρχία ἔχουσα πατρίδας ὑφ᾿ ἑαυτήν· οὕτως ἐστὶν ἡ νοερὰ οὐσία ἡ ἀθάνατος ψυχή, κάλλος τίμιον ὑπὲρ πάντα τὰ δημιουργήματα, εἰκὼν καὶ ὁμοίωμα Θεοῦ. Λοιπὸν ἔρχεται ἡ χάρις καὶ εἰς δύο ἀκτῖνας τῆς ψυχῆς ἐπιλάμπει ἢ ἀπὸ ὅλου τοῦ δένδρου εἰς δύο κλάδους ἢ ἀπὸ ὅλης τῆς πόλεως εἰς δύο γειτονίας ἢ ἀπὸ ὅλης τῆς ἐπαρχίας εἰς δύο πατρίδας. Ἔτι δὲ τὰ πλείονα μέρη τῆς ψυχῆς κατέχεται ὑπὸ τῆς κακίας καὶ ὑποκλέπτεται ἡ ψυχὴ καὶ νομίζει, ὅτι ὅλη δι᾿ ὅλου τοῦ ἀγαθοῦ μέρους καὶ τῆς χάριτος γέγονεν. Πρὸς λόγον πέντε λίτρας χρυσοῦ κτησάμενός τις ἐνόμισεν, ὅτι ἑκατὸν λίτρας χρυσίου ἐκτήσατο; Μὴ τὸ ἔμβρυον τὸ ἐν τῇ μήτρᾳ ἤδη ἐγένετο ἄνθρωπος; Ἤ ὁ τιθεὶς ἕνα λίθον τοῦ θεμελίου ἤδη ἐτελείωσε τὸ οἰκοδόμημα; Ἤ ὁ σπόρος ὁ χωσθεὶς ἤτοι τὸ ἀνελθὸν ἐξ αὐτοῦ φῦμα ἤδη ἐγένετο στάχυς; μὴ ὁ πλέων ἔμπορος ἅμα τῷ ἄρξασθαι πραγματεύεσθαι ἤδη ἐπλήρωσε τὴν ἐνθήκην; καὶ ὁ μετέχων χάριτος παρὰ τοῦτο ἐγένετο τέλειος Χριστιανός; Ἀκμὴν οἱ πρῶτοι καὶ μεγάλοι οὕτως εἰσὶ πρὸς τὴν τελειότητα ὡς ὀφφικιάλιος πρὸς ἡγεμόνα ἢ ὡς προτίκτωρ πρὸς κόμητα ἢ στρατηλάτην ἢ ὡς ῥυάκιον πρὸς Εὐφράτην ποταμόν. Ὁ ἔχων πρόθεσιν ἀπελθεῖν εἰς πόλιν μακρὰν ἀπὸ [διαστήματος] τριάκοντα μονῶν, δύο ἢ τρεῖς μονὰς ἐὰν ἀπέλθῃ, μὴ νομίσῃ, ὅτι εἰσῆλθεν εἰς τὴν πόλιν.

Ἐπειδὴ οὖν ἡ ἐναντία δύναμις προτρεπτική ἐστιν, οὐκ ἀναγκαστική, καὶ ἡ θεία χάρις προτρεπτικὴ διὰ τὸ αὐτεξούσιον καὶ λυτὸν τῆς φύσεως. Λοιπὸν ἐὰν ποιήσῃ τὸ κακὸν ὁ ἄνθρωπος προτρεπόμενος ὑπὸ τοῦ σατανᾶ, οὐ κρίνεται ἀντ᾿ αὐτοῦ ὁ σατανᾶς, ἀλλ᾿ αὐτὸς ὁ ἄνθρωπος τιμωρεῖται καὶ κολάζεται ἰδίῳ θελήματι ὑπήκοος γενόμενος τῆς κακίας. Ὁμοίως καὶ ἐὰν ῥέψῃ ὁ ἄνθρωπος εἰς τὸ ἀγαθὸν καὶ γένηται μετ᾿ αὐτοῦ χάρις Θεοῦ οὐκ ἐπιγράφει τὸ ἀγαθὸν ἑαυτῇ ἡ χάρις, ἀλλὰ ἀποδίδωσι τῷ ἀνθρώπῳ καὶ δοξάζει αὐτόν, ἐπειδὴ ἑαυτῷ αἴτιος ἐγένετο ὁ ἄνθρωπος τοῦ ἀγαθοῦ. Λυτῆς γάρ ἐστι φύσεως οὗτος καὶ οὐχ οἷον ἐρχομένη ἡ χάρις πρὸς αὐτὸν ἀναγκαστικῇ δυνάμει δεσμεῖ αὐτοῦ τὸ θέλημα. Καὶ λοιπὸν ἑκόντα καὶ ἄκοντα ποιεῖ αὐτὸν ἄτρεπτον ἀγαθόν, ἀλλὰ παραχωρεῖ τῷ αὐτεξουσίῳ καίτοι συνοῦσα ἡ θεία δύναμις, ἵνα ἀποδειχθῇ τὸ θέλημα τοῦ ἀνθρώπου, εἰ τιμᾷ τὴν χάριν εἰ οὐ τιμᾷ, εἰ συμφωνεῖ εἰ οὐ συμφωνεῖ. Πολλοὶ γὰρ ἐτίμησαν καὶ συνεφώνησαν, καὶ ἄλλοι ἐξετράπησαν. Τί λέγει ὁ ἀπόστολος· «ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;» τῇ γὰρ φύσει τῶν ἀνθρώπων «νόμος οὐ κεῖται» αὐτεξουσίῳ προαιρέσει δυναμένῃ τραπῆναι ἐπὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν. Τί λέγει ὁ Κύριος· «πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη». Θέλει ὁ Κύριος ἀναφθῆναι αὐτοῦ τὸ οὐράνιον πῦρ εἰς τὰς καρδίας τῶν ἀνθρώπων, καὶ οἱ μὲν θέλουσιν, οἱ δὲ οὐ θέλουσιν, καθὼς λέγει· «ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, καὶ οὐκ ἠθελήσατε». Θεωρεῖς ὅτι ὁ Κύριος θέλει, καὶ αὐτοὶ οἱ ἄνθρωποι οὐ θέλουσι προσεγγίζειν τῷ Κυρίῳ· τῷ δὲ Θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.


Κάθαρση

H ΡΑΒΔΟΣ Μωϋσέως δύο ἔφερεν εἰκόνας, τοῖς μὲν ἐχθροῖς ἀπήντα ὄφις δάκνων καὶ ἀναιρῶν, τοῖς δὲ Ἰσραηλίταις βακτηρία, ἐφ᾿ ἣν ἐπεστηρίζοντο. Οὕτω καὶ τὸ ξύλον τοῦ ἀληθινοῦ Μωϋσέως, ὅς ἐστι Χριστός, τῶν μὲν ἐχθρῶν ἐστι θάνατος, τῶν πνευμάτων τῆς πονηρίας, καὶ ἐχθρός, τῆς δὲ ψυχῆς ἡμῶν βακτηρία καὶ ἔρεισμα ἀσφαλὲς καὶ ζωή, ἐφ᾿ ᾗ ἐπαναπαύεται. Τύποι γὰρ καὶ σκιαὶ τὸ πρὶν ἐγίνοντο τούτων τῶν ἀληθινῶν πραγμάτων. Σκιὰ γάρ ἐστι καὶ εἰκὼν ἡ παλαιὰ λατρεία τῆς νῦν λατρείας. Καὶ ἡ σκηνὴ καὶ ἡ περιτομὴ καὶ ἡ κιβωτὸς καὶ ἡ στάμνος καὶ τὸ μάννα καὶ ἡ ἱερατεία καὶ τὸ θυμίαμα καὶ τὰ βαπτίσματα, καὶ ἁπαξαπλῶς πάντα ὅσα γέγονεν ἐν τῷ Ἰσραὴλ ἢ ἐν τῷ νόμῳ Μωϋσέως ἢ ἐν τοῖς προφήταις, διὰ τὴν ψυχὴν ταύτην ἐγίνοντο τὴν κατ᾿ εἰκόνα Θεοῦ γεγενημένην καὶ πεσοῦσαν ὑπὸ ζυγὸν δουλείας καὶ ὑπὸ βασιλέα ἁμαρτίας πικρᾶς. Ταύτῃ γὰρ ἠθέλησεν ὁ Θεὸς κοινωνῆσαι καὶ ταύτην ἡρμόσατο ἑαυτῷ εἰς νύμφην βασιλέως καὶ ταύτην καθαρίζει ἐκ τοῦ ῥύπου, καὶ ἐκπλύνων λαμπρύνει ἀπὸ τῆς μελανίας καὶ τῆς αἰσχρότητος αὐτῆς καὶ ζωοποιεῖ ἐκ τῆς νεκρότητος καὶ ἰᾶται ἐκ τῆς συντρίψεως, καὶ εἰρηνεύει αὐτήν, τὴν ἔχθραν καταλλάσσων. Κτίσμα γὰρ οὖσα εἰς νύμφην τῷ υἱῷ τοῦ βασιλέως ἡρμόσθη καὶ τῇ ἰδίᾳ αὐτοῦ δυνάμει ὁ Θεὸς παραδέχεται αὐτὴν πρῶτον συμμεταβάλλων αὐτήν, ἕως αὐξήσῃ αὐτὴν τῇ ἰδίᾳ αὐξήσει. Τείνει γὰρ αὐτὴν καὶ μηκύνει εἰς ἀπέραντον καὶ ἀμέτρητον αὔξησιν, ἕως ἀξία νύμφη αὐτοῦ καὶ ἄμωμος γένηται. Πρῶτον γὰρ γεννᾷ αὐτὴν δι᾿ ἑαυτοῦ καὶ αὔξει αὐτὴν ἐν ἑαυτῷ, ἕως ἀπολάβῃ τὸ τέλειον μέτρον τῆς ἀγάπης αὐτοῦ. Αὐτὸς γὰρ τέλειος ὢν νυμφίος λαμβάνει αὐτὴν τελείαν νύμφην εἰς τὴν ἁγίαν καὶ μυστικὴν καὶ ἄχραντον κοινωνίαν τοῦ γάμου, καὶ τότε συμβασιλεύει αὐτῷ εἰς τοὺς ἀπεράντους αἰῶνας.

Ταῦτα τὰ δωρήματα καὶ ταῦτα τὰ χαρίσματα ἐδωρήσατο ὁ Θεὸς τῇ ψυχῇ τῇ ἀνθρωπείᾳ καὶ οὕτω τείνει αὐτὴν εἰς πλάτος ἄπειρον, ἕως τελειώσει αὐτήν, καὶ τότε πάντων κυριεύει ἀπολαβοῦσα τὸν ἐπουράνιον νυμφίον. Οὐδὲν γὰρ τῶν ἔργων αὐτοῦ ἠγάπησεν ὁ Θεὸς οὕτως ὡς τὸν ἄνθρωπον, καὶ οὐδὲν τῶν κτισμάτων οὕτως ἠγάπησε τὸν Θεὸν ὡς ὁ ἄνθρωπος.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

______________________________________ Αρχειοθήκη αναρτησεων ιστολογίου