Πέμπτη 13 Σεπτεμβρίου 2012

Γρηγόριος ὁ Θεολόγος

Τὰ μυστικὰ χρειάζεται νὰ λέγονται μὲ μυστικὸ τρόπο

ΟΥ παντός͵ ὦ οὗτοι͵ τὸ περὶ θεοῦ φιλοσοφεῖν͵ οὐ παντός· οὐχ οὕτω τὸ πρᾶγμα εὔωνον καὶ τῶν χαμαὶ ἐρχομένων. προσθήσω δέ͵ οὐδὲ πάντοτε͵ οὐδὲ πᾶσιν͵ οὐδὲ πάντα͵ ἀλλ΄ ἔστιν ὅτε͵ καὶ οἷς͵ καὶ ἐφ΄ ὅσον. οὐ πάντων μέν͵ ὅτι τῶν ἐξητασμένων καὶ διαβεβηκότων ἐν θεωρίᾳ͵ καὶ πρὸ τούτων καὶ ψυχὴν καὶ σῶμα κεκαθαρμένων͵ ἢ καθαιρομένων͵ τὸ μεριώτατον. μὴ καθαρῷ γὰρ ἅπτεσθαι καθαροῦ τυχὸν οὐδὲ ἀσφαλές͵ ὥσπερ οὐδὲ ὄψει σαθρᾷ ἡλιακῆς ἀκτῖνος. ὅτε δέ; ἡνίκα ἂν σχολὴν ἄγωμεν ἀπὸ τῆς ἔξωθεν ἰλύος καὶ ταραχῆς͵ καὶ μὴ τὸ ἡγεμονικὸν ἡμῶν συγχέηται τοῖς μοχθηροῖς τύποις καὶ πλανωμένοις͵ οἷον γράμμασι πονηροῖς ἀναμιγνύντων κάλλη γραμμάτων͵ ἢ βορβόρῳ μύρων εὐωδίαν. δεῖ γὰρ τῷ ὄντι σχολάσαι͵ καὶ γνῶναι θεόν· καὶ ὅταν λάβωμεν καιρόν͵ κρίνειν θεολογίας εὐθύτητα. τίσι δέ; οἷς τὸ πρᾶγμα διὰ σπουδῆς͵ καὶ οὐχ ὡς ἕν τι τῶν ἄλλων καὶ τοῦτο φλυαρεῖται ἡδέως͵ μετὰ τοὺς ἱππικούς͵ καὶ τὰ θέατρα͵ καὶ τὰ ᾄσματα͵ καὶ τὴν γαστέρα͵ καὶ τὰ ὑπὸ γαστέρα· οἷς καὶ τοῦτο μέρος τρυφῆς͵ ἡ περὶ ταῦτα ἐρεσχελία καὶ κομψεία τῶν ἀντιθέσεων. τίνα δὲ φιλοσοφητέον͵ καὶ ἐπὶ πόσον; ὅσα ἡμῖν ἐφικτά͵ καὶ ἐφ΄ ὅσον ἡ τοῦ ἀκούοντος ἕξις ἐφικνεῖται καὶ δύναμις· ἵνα μὴ καθάπερ αἱ ὑπερβάλλουσαι τῶν φωνῶν͵ ἢ τῶν τροφῶν͵ τὴν ἀκοὴν βλάπτουσιν ἢ τὰ σώματα͵ εἰ βούλει δέ͵ τῶν φορτίων τὰ ὑπὲρ δύναμιν τοὺς ὑποβαίνοντας͵ ἢ τὴν γῆν τῶν ὑετῶν οἱ σφοδρότεροι͵ οὕτω δὴ καὶ οὗτοι τοῖς στερροῖς͵ ἵν΄ οὕτως εἴπω͵ τῶν λόγων καταπιεσθέντες καὶ βαρυνθέντες ζημιωθεῖεν καὶ εἰς τὴν ἀρχαίαν δύναμιν. Καὶ οὐ λέγω τοῦτο μὴ δεῖν πάντοτε μεμνῆσθαι θεοῦ. μὴ πάλιν ἐπιφυέσθωσαν ἡμῖν οἱ πάντα εὔκολοι καὶ ταχεῖς. μνημονευτέον γὰρ θεοῦ μᾶλλον ἢ ἀναπνευστέον· καί͵ εἰ οἷόν τε τοῦτο εἰπεῖν͵ μηδὲ ἄλλο τι ἢ τοῦτο πρακτέον. κἀγὼ τῶν ἐπαινούντων εἰμὶ τὸν λόγον͵ ὃς μελετᾶν ἡμέρας καὶ νυκτὸς διακελεύεται͵ καὶ ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγεῖσθαι͵ καὶ εὐλογεῖν τὸν Κύριον ἐν παντὶ καιρῷ· εἰ δεῖ καὶ τὸ Μωυσέως εἰπεῖν͵ κοιταζόμενον͵ διανιστάμενον ὁδοιποροῦντα͵ ὅ τι οὖν ἄλλο πράττοντα͵ καὶ τῇ μνήμῃ τυποῦσθαι πρὸς καθαρότητα.

ὥστε οὐ τὸ μεμνῆσθαι διηνεκῶς κωλύω͵ τὸ θεολογεῖν δέ· οὐδὲ τὴν θεολογίαν͵ ὥσπερ ἀσεβές͵ ἀλλὰ τὴν ἀκαιρίαν· οὐδὲ τὴν διδασκαλίαν͵ ἀλλὰ τὴν ἀμετρίαν. ἢ μέλιτος μὲν πλησμονὴ καὶ κόρος ἔμετον ἐργάζεται͵ καίπερ ὄντος μέλιτος͵ καὶ καιρὸς τῷ παντὶ πράγματι͵ ὡς Σολομῶντι κἀμοὶ δοκεῖ͵ καὶ τὸ καλὸν οὐ καλόν͵ ὅταν μὴ καλῶς γίνηται͵ ὥσπερ ἄνθος ἐν χειμῶνι παντελῶς ἄωρον͵ καὶ γυναιξὶ κόσμος ἀνδρεῖος͵ ἢ γυναικεῖος ἀνδράσι͵ καὶ πένθει γεωμετρία͵ καὶ πότῳ δάκρυον͵ ἐνταῦθα δὲ μόνον τὸν καιρὸν ἀτιμάσομεν͵ οὗ μάλιστα τιμητέον τὸ εὔκαιρον; Μηδαμῶς͵ ὦ φίλοι καὶ ἀδελφοί· ἀδελφοὺς γὰρ ὑμᾶς ἔτι καλῶ͵ καίπερ οὐκ ἀδελφικῶς ἔχοντας· μὴ οὕτω διανοώμεθα͵ μηδὲ καθάπερ ἵπποι θερμοὶ καὶ δυσκάθεκτοι͵ τὸν ἐπιβάτην λογισμὸν ἀπορρίψαντες καὶ τὴν καλῶς ἄγχουσαν εὐλάβειαν ἀποπτύσαντες͵ πόρρω τῆς νύσσης θέωμεν· ἀλλ΄ εἴσω τῶν ἡμετέρων ὅρων φιλοσοφῶμεν͵ καὶ μὴ εἰς Αἴγυπτον ἐκφερώμεθα͵ μηδὲ εἰς Ἀσσυρίους κατασυρώμεθα͵ μηδὲ ᾄδωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας͵ πάσης ἀκοῆς λέγω͵ ξένης τε καὶ ἡμετέρας͵ ἐχθρᾶς καὶ φιλίας͵ εὐγνώμονος καὶ ἀγνώμονος͵ ἣ λίαν ἐπιμελῶς τηρεῖ τὰ ἡμέτερα͵ καὶ βούλοιτο ἂν τὸν σπινθῆρα τῶν ἐν ἡμῖν κακῶν γενέσθαι φλόγα͵ ἐξάπτει τε καὶ ἀναρριπίζει καὶ εἰς οὐρανὸν αἴρει ταῖς παρ΄ ἑαυτῆς αὔραις λανθάνουσα͵ καὶ ποιεῖ τῆς Βαβυλωνίας φλογὸς τὰ κύκλῳ καταφλεγούσης ὑψηλοτέραν. ἐπειδὴ γὰρ οὐκ ἐν τοῖς ἑαυτῶν δόγμασιν ἔχουσι τὴν ἰσχύν͵ ἐν τοῖς ἡμετέροις σαθροῖς ταύτην θηρεύουσι͵ καὶ διὰ τοῦτο͵ ὥσπερ αἱ μυῖαι τοῖς τραύμασιν͵ οὕτω τοῖς ἡμετέροις ἐπιτίθενται - εἴτε ἀτυχήμασι χρὴ λέγειν͵ εἴτε ἁμαρτήμασιν. ἀλλ΄ ἡμεῖς γε μὴ ἐπὶ πλεῖον ἡμᾶς αὐτοὺς ἀγνοήσωμεν͵ μηδὲ τὸ περὶ ταῦτα κόσμιον ἀτιμάσωμεν· ἀλλ΄ εἰ μὴ τὴν ἔχθραν καταλύσασθαι δυνατόν͵ ἐκεῖνό γε συμβῶμεν ἀλλήλοις͵ μυστικῶς τὰ μυστικὰ φθέγγεσθαι͵ καὶ ἁγίως τὰ ἅγια͵ καὶ μὴ ῥίπτειν εἰς βεβήλους ἀκοὰς τὰ μὴ ἔκφορα͵ μηδὲ σεμνοτέρους ἡμῶν ἀποφαίνωμεν τοὺς προσκυνοῦντας τοῖς δαιμονίοις καὶ τῶν αἰσχρῶν μύθων καὶ πραγμάτων θεραπευτάς͵ οἳ θᾶττον ἂν τοῦ αἵματος ἢ λόγων ἔστιν ὧν μεταδοῖεν τοῖς ἀμυήτοις.

ἀλλ΄ εἰδῶμεν͵ ὥσπερ ἐσθῆτος καὶ διαίτης καὶ γέλωτος καὶ βαδίσματος οὖσάν τινα κοσμιότητα͵ οὕτω καὶ λόγου καὶ σιωπῆς͵ ὅτι καὶ λόγον πρεσβεύομεν μετὰ τῶν ἄλλων τοῦ θεοῦ προσηγοριῶν καὶ δυνάμεων. ἔστω καὶ τὸ φιλόνεικον ἡμῶν ἔννομον. Τί γέννησιν ἀκούει θεοῦ καὶ κτίσιν͵ καὶ θεὸν ἐξ οὐκ ὄντων͵ καὶ τομὴν καὶ διαίρεσιν καὶ ἀνάλυσιν͵ ὁ πικρὸς τῶν λεγομένων ἀκροατής; τί δικαστὰς τοὺς κατηγόρους καθίζομεν; τί τὰ ξίφη τοῖς ἐχθροῖς ἐγχειρίζομεν; πῶς͵ οἴει͵ δέξεται τὸν περὶ τούτων λόγον͵ ἢ μεθ΄ οἵας τῆς διανοίας͵ ὁ τὰς μοιχείας ἐπαινῶν καὶ τὰς παιδοφθορίας καὶ προσκυνῶν τὰ πάθη καὶ μηδὲν ὑπὲρ τὸ σῶμα διανοηθῆναι δυνάμενος͵ ὁ χθὲς καὶ πρώην ἑαυτῷ στήσας θεούς͵ καὶ τούτους ἐπὶ τοῖς αἰσχίστοις γνωριζομένους; οὐχ ὑλικῶς; οὐκ αἰσχρῶς; οὐκ ἀμαθῶς; οὐκ ἀμαθῶς; οὐχ ὡς εἴωθεν; οὐ συνήγορον τῶν οἰκείων θεῶν καὶ παθῶν τὴν σὴν θεολογίαν ποιήσεται; εἰ γὰρ αὐτοὶ ταῖς φωναῖς ταύταις ἐπηρεάζομεν͵ σχολῇ γ΄ ἂν ἐκείνους πείσαιμεν φιλοσοφεῖν ἐν τοῖς ἡμετέροις· καὶ εἰ παρ΄ ἑαυτῶν εἰσὶν ἐφευρεταὶ κακῶν͵ πότε ἂν τῶν διδομένων ἀπόσχοιντο; ταῦτα ἡμῖν ὁ πρὸς ἀλλήλους πόλεμος. ταῦτα οἱ πλεῖον ὑπὲρ τοῦ Λόγου μαχόμενοι͵ ἢ ὅσον ἀρέσκει τῷ Λόγῳ͵ καὶ ταὐτὸν πάσχοντες τοῖς μαινομένοις͵ οἳ τοὺς ἰδίους οἴκους ἀνάπτουσιν͵ ἢ τοὺς παῖδας σπαράττουσιν͵ ἢ τοὺς γονέας περιωθοῦσιν͵ ὡς ἀλλοτρίους νομίζοντες. Ἐπεὶ δὲ ἀπεσκευασάμεθα τοῦ λόγου τὸ ἀλλότριον͵ καὶ εἰς τὴν ἀγέλην τῶν χοίρων ἀπεπεμψάμεθα τὸν πολὺν λεγεῶνα κατὰ βυθῶν χωρήσαντα͵ ὃ δεύτερόν ἐστι͵ πρὸς ἡμᾶς αὐτοὺς ἴδωμεν͵ καὶ ξέσω μεν εἰς κάλλος͵ ὥσπερ ἀνδριάντα͵ τὸν θεολόγον. ἐκεῖνο δὲ πρῶτον λογισώμεθα͵ τίς ἡ τοσαύτη περὶ τὸν λόγον φιλοτιμία καὶ γλωσσαλγία; τίς ἡ καινὴ νόσος αὕτη καὶ ἀπληστία; τί τὰς χεῖρας δήσαντες τὰς γλώσσας ὡπλίσαμεν; οὐ φιλοξενίαν ἐπαινοῦμεν; οὐ φιλαδελφίαν͵ οὐ φιλανδρίαν͵ οὐ παρθενίαν͵ οὐ πτωχοτροφίαν θαυμάζομεν; οὐ ψαλμῳδίαν͵ οὐ πάννυχον στάσιν͵ οὐ δάκρυον; οὐ τὸ σῶμα νηστείαις ὑποπιέζομεν; οὐ δι΄ εὐχῆς πρὸς θεὸν ἐκδημοῦμεν; οὐ τῷ κρείττονι τὸ χεῖρον ὑποζεύγνυμεν͵ τὸν χοῦν λέγω τῷ πνεύματι͵ ὡς ἂν οἱ τῷ κράματι δικαίως δικάζοντες; οὐ μελέτην θανάτου τὸν βίον ποιούμεθα; οὐ τῶν παθῶν δεσπόται καθιστάμεθα͵ μεμνημένοι τῆς ἄνωθεν εὐγενείας; οὐ θυμὸν τιθασσεύομεν ἐξοιδοῦντα καὶ ἀγριαίνοντα; οὐκ ἔπαρσιν καταβάλλουσαν͵ οὐ λύπην ἀλόγιστον͵ οὐχ ἡδονὴν ἀπαίδευτον͵ οὐ γέλωτα πορνικόν͵ οὐκ ὄψιν ἄτακτον͵ οὐκ ἀκοὴν ἄπληστον͵ οὐ λόγον ἄμετρον͵ οὐ διάνοιαν ἔκτοπον͵ οὐχ ὅσα παρ΄ ἡμῶν ὁ πονηρὸς καθ΄ ἡμῶν λαμβάνει͵ τὸν διὰ τῶν θυρίδων͵ ὡς ἡ γραφή φησιν͵ εἴτουν αἰσθητηρίων͵ εἰσάγων θάνατον; πᾶν μὲν οὖν τοὐναντίον͵ καὶ τοῖς ἄλλων πάθεσιν ἐλευθερίαν δεδώκαμεν͵ ὥσπερ οἱ βασιλεῖς τὰς ἐπινικίους ἀφέσεις͵ μόνον ἂν πρὸς ἡμᾶς νεύωσι͵ καὶ κατὰ θεοῦ φέρωνται θρασύτερον καὶ κακὸν οὐ καλοῦ πράγματος μισθὸν ἀντιδίδομεν͵ τῆς ἀσεβείας τὴν παρρησίαν.

Καίτοιγε͵ ὦ διαλεκτικὲ καὶ λάλε͵ ἐρωτήσω σέ τι μικρόν· Σὺ δὲ ἀπόκριναί͵ φησι τῷ Ἰὼβ ὁ διὰ λαίλαπος καὶ νεφῶν χρηματίζων. πότερον πολλαὶ μοναὶ παρὰ τῷ Θεῷ͵ ὅπερ ἀκούεις͵ ἢ μία; πολλαί͵ δώσεις δηλαδή͵ καὶ οὐ μία. πότερον δὲ πληρωθῆναι δεῖ πάσας͵ ἢ τὰς μέν͵ τὰς δὲ οὐ͵ ὡς εἶναι κενὰς καὶ μάτην ἡτοιμασμένας; ναὶ πάσας· οὐδὲν γὰρ εἰκῇ τῶν παρὰ Θεοῦ γενομένων. ταύτην δὲ ὅ τί ποτε θήσεις τὴν μονήν͵ ἔχοις ἂν εἰπεῖν; ἄρα τὴν ἐκεῖθεν ἀνάπαυσίν τε καὶ δόξαν τὴν ἀποκειμένην τοῖς μακαρίοις͵ ἢ ἄλλο τι; οὐκ ἄλλο ἢ τοῦτο. ἐπειδὴ τοῦτο ὡμολογήσαμεν͵ κἀκεῖνο προσεξετάσωμεν. ἔστι τι τὸ ταύτας προξενοῦν τὰς μονάς͵ ὡς ὁ ἐμὸς λόγος͵ ἢ οὐδέν; ἔστι πάντως. τί τοῦτο; τὸ διαφόρους εἶναι πολιτείας καὶ προαιρέσεις͵ καὶ ἄλλην ἀλλαχοῦ φέρειν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως͵ ὅπερ καὶ ὁδοὺς ὀνομάζομεν. πάσας οὖν ὁδευτέον͵ ἢ τινὰς τῶν ὁδῶν τούτων; εἰ μὲν οἷόν τε τὸν αὐτόν͵ πάσας· εἰ δὲ μή͵ ὅτι πλείστας· εἰ δὲ μή͵ τινάς· εἰ δὲ μηδὲ τοῦτο͵ μέγα κἂν εἰ μίαν διαφερόντως͵ ὥς γέ μοι φαίνεται. ὀρθῶς τοῦτο ὑπολαμβάνεις. τί οὖν; ὅταν ἀκούσῃς μίαν ὁδὸν εἶναι͵ καὶ ταύτην στενήν͵ τί σοι φαίνεται δηλοῦν ὁ λόγος; μίαν μὲν διὰ τὴν ἀρετήν· μία γάρ͵ κἂν εἰς πολλὰ σχίζηται· στενὴν δὲ διὰ τοὺς ἱδρῶτας καὶ τὸ μὴ πολλοῖς εἶναι βατήν͵ ὡς πρὸς τὸ πλῆθος τῶν ἐναντίων καὶ ὅσοι διὰ τῆς κακίας ὁδεύουσιν. οὕτω κἀμοὶ δοκεῖ. τί οὖν͵ ὦ βέλτιστε͵ εἴπερ τοῦτο οὕτως ἔχει͵ ὥσπερ τινὰ πενίαν καταγνόντες τοῦ ἡμετέρου λόγου͵ πάσας τὰς ἄλλας ὁδοὺς ἀφέντες͵ πρὸς μίαν ταύτην φέρεσθε καὶ ὠθεῖσθε τὴν διὰ λόγου καὶ θεωρίας͵ ὡς αὐτοὶ οἴεσθε͵ ὡς δὲ ἐγώ φημι͵ ἀδολεσχίας καὶ τερατείας; ἐπιτιμάτω Παῦλος ὑμῖν͵ τοῦτο πικρῶς ὀνειδίζων μετὰ τὴν ἀπαρίθμησιν τῶν χαρισμάτων͵ ἐν οἷς φησί· Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; καὶ τὰ ἑξῆς. Ἔστω δέ· ὑψηλὸς σύ͵ καὶ ὑψηλῶν πέρα͵ καὶ ὑπὲρ τὰς νεφέλας͵ εἰ βούλει͵ ὁ τῶν ἀθεάτων θεατής͵ ὁ τῶν ἀρρήτων ἀκροατής͵ ὁ μετὰ Ἠλίαν μετάρσιος͵ καὶ ὁ μετὰ Μωυσέα θεοφανείας ἠξιωμένος͵ καὶ μετὰ Παῦλον οὐράνιος. τί καὶ τοὺς ἄλλους αὐθήμερον πλάττεις ἁγίους͵ καὶ χειροτονεῖς θεολόγους͵ καὶ οἷον ἐμπνεῖς τὴν παίδευσιν͵ καὶ πεποίηκας λογίων ἀμαθῶν πολλὰ συνέδρια; τί τοῖς ἀραχνίοις ὑφάσμασιν ἐνδεσμεῖς τοὺς ἀσθενεστέρους͵ ὡς δή τι σοφὸν καὶ μέγα; τί σφηκιὰς ἐγείρεις κατὰ τῆς πίστεως; τί σχεδιάζεις ἡμῖν διαλεκτικῶν ἀνάδοσιν͵ ὥσπερ οἱ μῦθοι πάλαι τοὺς γίγαντας; τί τῶν ἀνδρῶν ὅσον κοῦφον καὶ ἄνανδρον͵ ὥσπερ τινὰ συρφετόν͵ εἰς μίαν χαράδραν συναγαγών͵ καὶ κολακείᾳ πλέον θηλύνας͵ καινὸν ἀσεβείας ἐργαστήριον ἐδημιούργησας͵ οὐκ ἀσόφως τὴν ἄνοιαν αὐτῶν ἐκκαρπούμενος; Ἀντιλέγεις καὶ τούτοις; καὶ οὐδαμοῦ σοι τἄλλα; καὶ τὴν γλῶσσαν δεῖ δυναστεύειν πάντως͵ καὶ οὐ κατέχεις τὴν ὠδῖνα τοῦ λόγου; ἔχεις καὶ ἄλλας ὑποθέσεις πολλάς τε καὶ φιλοτίμους. ἐκεῖ τρέψον μετὰ τοῦ χρησίμου τὴν νόσον.


Μονάδα ἐξ ἀρχῆς ὣς τὴν Τριάδα σταμάτησε

ΗΜΙΝ δὲ μοναρχία τὸ τιμώμενον· μοναρχία δέ͵ οὐχ ἣν ἓν περιγράφει πρόσωπον· ἔστι γὰρ καὶ τὸ ἓν στασιάζον πρὸς ἑαυτὸ πολλὰ καθίστασθαι· ἀλλ΄ ἣν φύσεως ὁμοτιμία συνίστησι καὶ γνώμης σύμπνοια καὶ ταὐτότης κινήσεως καὶ πρὸς τὸ ἓν τῶν ἐξ αὐτοῦ σύννευσις͵ ὅπερ ἀμήχανον ἐπὶ τῆς γεννητῆς φύσεως͵ ὥστε κἂν ἀριθμῷ διαφέρῃ͵ τῇ γε οὐσίᾳ μὴ τέμνεσθαι. διὰ τοῦτο μονὰς ἀπ΄ ἀρχῆς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη. καὶ τοῦτό ἐστιν ἡμῖν ὁ Πατήρ͵ καὶ ὁ Υἱός͵ καὶ τὸ ἅγιον Πνεῦμα· ὁ μὲν γεννήτωρ καὶ προβολεύς͵ λέγω δὲ ἀπαθῶς καὶ ἀχρόνως καὶ ἀσωμάτως· τῶν δέ͵ τὸ μὲν γέννημα͵ τὸ δὲ πρόβλημα ἢ οὐκ οἶδ΄ ὅπως ἄν τις ταῦτα καλέσειεν͵ ἀφελὼν πάντῃ τῶν ὁρωμένων. οὐ γὰρ δὴ ὑπέρχυσιν ἀγαθότητος εἰπεῖν θαρρήσομεν͵ ὃ τῶν παρ΄ Ἕλλησι φιλοσοφησάντων εἰπεῖν τις ἐτόλμησεν͵ οἷον κρατήρ τις ὑπερερρύῃ͵ σαφῶς οὑτωσὶ λέγων͵ ἐν οἷς περὶ πρώτου αἰτίου καὶ δευτέρου φιλοσοφεῖ· μή ποτε ἀκούσιον τὴν γέννησιν εἰσαγάγωμεν καὶ οἷον περίττωμά τι φυσικὸν καὶ δυσκάθεκτον͵ ἥκιστα ταῖς περὶ θεότητος ὑπονοίαις πρέπον. διὰ τοῦτο ἐπὶ τῶν ἡμετέρων ὅρων ἱστάμενοι τὸ ἀγέννητον εἰσάγομεν καὶ τὸ γεννητὸν καὶ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον͵ ὥς πού φησιν αὐτὸς ὁ Θεὸς καὶ Λόγος. Πότε οὖν ταῦτα; ὑπὲρ τὸ πότε ταῦτα. εἰ δὲ δεῖ τι καὶ νεανικῶς εἰπεῖν͵ ὅτε ὁ Πατήρ. πότε δὲ ὁ Πατήρ; οὐκ ἦν ὅτε οὐκ ἦν. τοῦτο οὖν καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. πάλιν ἐρώτα με͵ καὶ πάλιν ἀποκρινοῦμαί σοι. πότε ὁ Υἱὸς γεγέννηται; ὅτε ὁ Πατὴρ οὐ γεγέννηται. πότε δὲ τὸ Πνεῦμα ἐκπεπόρευται; ὅτε ὁ Υἱὸς οὐκ ἐκπεπόρευται͵ ἀλλὰ γεγέννηται ἀχρόνως καὶ ὑπὲρ λόγον· εἰ καὶ μὴ δυνάμεθα τὸ ὑπὲρ χρόνον παραστῆσαι θέλοντες χρονικὴν ἐκφυγεῖν ἔμφασιν· τὸ γὰρ ὅτε καὶ πρὸ τοῦδε καὶ μετὰ ταῦτα καὶ ἀπ΄ ἀρχῆς͵ οὐκ ἄχρονα͵ κἂν ὅτι μάλιστα βιαζώμεθα· πλὴν εἰ τὸ παρεκτεινόμενον τοῖς ἀιδίοις διάστημα τὸν αἰῶνα λαμβάνοιμεν͵ τὸ μὴ κινήσει τινὶ μηδὲ ἡλίου φορᾷ μεριζόμενον καὶ μετρούμενον͵ ὅπερ ὁ χρόνος. πῶς οὖν οὐ συνάναρχα͵ εἰ συναίδια; ὅτι ἐκεῖθεν͵ εἰ καὶ μὴ μετ΄ ἐκεῖνον. τὸ μὲν γὰρ ἄναρχον, καὶ ἀίδιον· τὸ ἀίδιον δέ͵ οὐ πάντως ἄναρχον͵ ἕως ἂν εἰς ἀρχὴν ἀναφέρηται τὸν Πατέρα. οὐκ ἄναρχα οὖν τῷ αἰτίῳ· δῆλον δὲ τὸ αἴτιον ὡς οὐ πάντως πρεσβύτερον τῶν ὧν ἐστιν αἴτιον· οὐδὲ γὰρ τοῦ φωτὸς ἥλιος. καὶ ἄναρχά πως τῷ χρόνῳ͵ κἂν σὺ μορμολύττῃ τοὺς ἁπλουστέρους· οὐ γὰρ ὑπὸ χρόνον τὰ ἐξ ὧν ὁ χρόνος. ... Ἀλλ΄ οὐ ταὐτόν͵ φησί͵ τὸ ἀγέννητον καὶ τὸ γεννητόν. εἰ δὲ τοῦτο͵ οὐδὲ ὁ Υἱὸς τῷ Πατρὶ ταὐτόν. ὅτι μὲν φανερῶς ὁ λόγος οὗτος ἐκβάλλει τὸν Υἱὸν τῆς θεότητος ἢ τὸν Πατέρα͵ τί χρὴ λέγειν; εἰ γὰρ τὸ ἀγέννητον οὐσία Θεοῦ͵ τὸ γεννητὸν οὐκ οὐσία· εἰ δὲ τοῦτο͵ οὐκ ἐκεῖνο. τίς ἀντερεῖ λόγος; ἑλοῦ τοίνυν τῶν ἀσεβειῶν ὁποτέραν βούλει͵ ὦ κεινὲ θεολόγε͵ εἴπερ ἀσεβεῖν πάντως ἐσπούδακας. ἔπειτα πῶς οὐ ταὐτὸν λέγεις τὸ ἀγέννητον καὶ τὸ γεννητόν; εἰ μὲν τὸ μὴ ἐκτισμένον καὶ ἐκτισμένον͵ κἀγὼ δέχομαι. οὐ γὰρ ταὐτὸν τῇ φύσει τὸ ἄναρχον καὶ τὸ κτιζόμενον. εἰ δὲ τὸ γεγεννηκὸς καὶ τὸ γεγεννημένον οὐ ταυτὸν λέγεις͵ οὐκ ὀρθῶς λέγεται. ταὐτὸν γὰρ εἶναι πᾶσα ἀνάγκη. αὕτη γὰρ φύσις γεννήματος͵ ταὐτὸν εἶναι τῷ γεγεννηκότι κατὰ τὴν φύσιν. ἢ οὕτω πάλιν· πῶς λέγεις τὸ ἀγέννητον καὶ τὸ γεννητόν; εἰ μὲν γὰρ τὴν ἀγεννησίαν αὐτὴν καὶ τὴν γέννησιν͵ οὐ ταὐτόν· εἰ δὲ οἷς ὑπάρχει ταῦτα͵ πῶς οὐ ταὐτόν; ἐπεὶ καὶ τὸ ἄσοφον καὶ τὸ σοφὸν ἀλλήλοις μὲν οὐ ταὐτά͵ περὶ ταὐτὸν δέ͵ τὸν ἄνθρωπον· καὶ οὐκ οὐσίας τέμνει͵ περὶ δὲ τὴν αὐτὴν οὐσίαν τέμνεται. ἢ καὶ τὸ ἀθάνατον͵ καὶ τὸ ἄκακον͵ καὶ τὸ ἀναλλοίωτον οὐσία Θεοῦ. ἀλλ΄ εἰ τοῦτο͵ πολλαὶ οὐσίαι Θεοῦ͵ καὶ οὐ μία. ἢ σύνθετον ἐκ τούτων τὸ θεῖον. οὐ γὰρ ἀσυνθέτως ταῦτα͵ εἴπερ οὐσίαι.


Μεταθέσεις βίου

ΔΥΟ γεγόνασι μεταθέσεις βίων ἐπιφανεῖς ἐκ τοῦ παντὸς αἰῶνος͵ αἳ καὶ δύο διαθῆκαι καλοῦνται καὶ σεισμοὶ γῆς͵ διὰ τὸ τοῦ πράγματος περιβόητον· ἡ μὲν ἀπὸ τῶν εἰδώλων ἐπὶ τὸν νόμον͵ ἡ δὲ ἀπὸ τοῦ νόμου πρὸς τὸ εὐαγγέλιον. καὶ τρίτον σεισμὸν εὐαγγελιζόμεθα͵ τὴν ἐντεῦθεν ἐπὶ τὰ ἐκεῖσε μετάστασιν͵ τὰ μηκέτι κινούμενα͵ μηδὲ σαλευόμενα. ταὐτὸν δὲ αἱ δύο διαθῆκαι πεπόνθασι. τί τοῦτο; οὐκ ἀθρόως μετεκινήθησαν͵ οὐδὲ ὁμοῦ τῇ πρώτῃ κινήσει τῆς ἐγχειρήσεως. τίνος ἕνεκα; εἰδέναι γὰρ ἀναγκαῖον. ἵνα μὴ βιασθῶμεν͵ ἀλλὰ πεισθῶμεν. τὸ μὲν γὰρ ἀκούσιον οὐδὲ μόνιμον· ὥσπερ ἃ βίᾳ κατέχεται τῶν ῥευμάτων ἢ τῶν φυτῶν· τὸ δὲ ἑκούσιον μονιμώτερόν τε καὶ ἀσφαλέστερον. καὶ τὸ μὲν τοῦ βιασαμένου͵ τὸ δὲ ἡμέτερον· καὶ τὸ μὲν ἐπιεικείας θεοῦ͵ τὸ δὲ τυραννικῆς ἐξουσίας. οὔκουν ᾤετο δεῖν ἄκοντας εὖ ποιεῖν͵ ἀλλ΄ ἑκόντας εὐεργετεῖν. διὰ τοῦτο παιδαγωγικῶς τε καὶ ἰατρικῶς τὸ μὲν ὑφαιρεῖ τῶν πατρίων͵ τὸ δὲ συγχωρεῖ͵ μικρόν τι τῶν πρὸς ἡδονὴν ἐνδιδούς· ὥσπερ οἱ ἰατροὶ τοῖς ἀρρωστοῦσιν͵ ἵνα ἡ φαρμακεία παραδεχθῇ διὰ τῆς τέχνης φαρματτομένη τοῖς χρηστοτέροις. οὐ γὰρ ῥᾴστη τῶν ἐν ἔθει καὶ τῷ μακρῷ χρόνῳ τετιμημένων ἡ μετάθεσις. λέγω δὲ τί; ἡ πρώτη τὰ εἴδωλα περικόψασα τὰς θυσίας συνεχώρησεν· ἡ δευτέρα τὰς θυσίας περιελοῦσα τὴν περιτομὴν οὐκ ἐκώλυσεν· εἶτα ὡς ἅπαξ ἐδέξαντο τὴν ὑφαίρεσιν͵ καὶ τὸ συγχωρηθὲν συνεχώρησαν· οἱ μὲν τὰς θυσίας͵ οἱ δὲ τὴν περιτομήν· καὶ γεγόνασιν͵ ἀντὶ μὲν ἐθνῶν͵ Ἰουδαῖοι· ἀντὶ δὲ τούτων͵ Χριστιανοί͵ ταῖς κατὰ μέρος μεταθέσεσι κλαπέντες ἐπὶ τὸ εὐαγγέλιον. πειθέτω σὲ τοῦτο Παῦλος͵ ἐκ τοῦ περιτέμνειν καὶ ἁγνίζεσθαι προελθὼν ἐπὶ τὸ λέγειν· Ἐγὼ δέ͵ ἀδελφοί͵ εἰ περιτομὴν κηρύσσω͵ τί ἔτι διώκομαι; ἐκεῖνο τῆς οἰκονομίας͵ τοῦτο τῆς τελειότητος. Τούτῳ τὸ τῆς θεολογίας εἰκάζειν ἔχω͵ πλὴν ὅσον ἐκ τῶν ἐναντίων. ἐκεῖ μὲν γὰρ ἐκ τῶν ὑφαιρέσεων ἡ μετάθεσις· ἐνταῦθα δὲ διὰ τῶν προσθηκῶν ἡ τελείωσις. ἔχει γὰρ οὕτως. ἐκήρυσσε φανερῶς ἡ παλαιὰ τὸν Πατέρα͵ τὸν Υἱὸν ἀμυδρότερον. ἐφανέρωσεν ἡ καινὴ τὸν Υἱόν͵ ὑπέδειξε τοῦ Πνεύματος τὴν θεότητα. ἐμπολιτεύεται νῦν τὸ Πνεῦμα͵ σαφεστέραν ἡμῖν παρέχον τὴν ἑαυτοῦ δήλωσιν. οὐ γὰρ ἦν ἀσφαλές͵ μήπω τῆς τοῦ Πατρὸς θεότητος ὁμολογηθείσης͵ τὸν Υἱὸν ἐκδήλως κηρύττεσθαι· μηδὲ τῆς τοῦ Υἱοῦ παραδεχθείσης͵ τὸ Πνεῦμα τὸ ἅγιον͵ ἵν΄ εἴπω τι καὶ τολμηρότερον͵ ἐπιφορτίζεσθαι· μὴ καθάπερ τροφῇ τῇ ὑπὲρ δύναμιν βαρηθέντες καὶ ἡλιακῷ φωτὶ σαθροτέραν ἔτι προσβαλόντες τὴν ὄψιν καὶ εἰς τὸ κατὰ δύναμιν κινδυνεύσωσι· ταῖς δὲ κατὰ μέρος προσθήκαις͵ καί͵ ὡς εἶπε Δαβίδ͵ ἀναβάσεσι͵ καὶ ἐκ δόξης εἰς δόξαν προόδοις καὶ προκοπαῖς͵ τὸ τῆς Τριάδος φῶς ἐκλάμψῃ τοῖς λαμπροτέροις. διὰ ταύτην͵ οἶμαι͵ τὴν αἰτίαν καὶ τοῖς μαθηταῖς κατὰ μέρος ἐπιδημεῖ͵ τῇ τῶν δεχομένων δυνάμει παραμετρούμενον͵ ἐν ἀρχῇ τοῦ εὐαγγελίου͵ μετὰ τὸ πάθος͵ μετὰ τὴν ἄνοδον͵ τὰς δυνάμεις ἐπιτελοῦν͵ ἐκφυσώμενον͵ ἐν γλώσσαις πυρίναις φαινόμενον. καὶ ὑπὸ Ἰησοῦ κατ΄ ὀλίγον ἐκφαίνεται͵ ὡς ἐπιστήσεις καὶ αὐτὸς ἐντυγχάνων ἐπιμελέστερον· Ἐρωτήσω͵ φησί͵ τὸν πατέρα καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν͵ τὸ Πνεῦμα τῆς ἀληθείας· ἵνα μὴ ἀντίθεος εἶναι δόξῃ τις͵ καὶ ὡς ἀπ΄ ἄλλης τινὸς ἐξουσίας ποεῖσθαι τοὺς λόγους. εἶτα͵ Πέμψει μέν͵ ἐν δὲ τῷ ὀνόματί μου. τὸ Ἐρωτήσω παρείς͵ τὸ Πέμψει τετήρηκεν. εἶτα͵ Πέμψω͵ τὸ οἰκεῖον ἀξίωμα· εἶτα͵ ῞Ηξει͵ ἡ τοῦ Πνεύματος ἐξουσία.


Τώρα εἶναι ὁ καιρὸς τῆς παιδείας καὶ κάθαρσης

ΟΙΔΑ στιλβουμένην ῥομφαίαν͵ καὶ μεθύουσαν μάχαιραν ἐν τῷ οὐρανῷ͵ σφάζειν͵ ἐξουθενεῖν͵ ἀτεκνοῦν κελευομένην͵ ἕως σαρκῶν͵ καὶ μυελῶν͵ καὶ ὀστέων μὴ φείδεσθαι. Οἶδα͵ ὡς ἄρκτον ἀπορουμένην͵ τὸν ἀπαθῆ͵ καὶ ὡς πάρδαλιν ἀπαντῶντα κατὰ τὴν ὁδὸν Ἀσσυρίων͵ οὐ τῶν τότε μόνον͵ ἀλλὰ καὶ εἴ τις νῦν τὴν κακίαν Ἀσσύριος· καὶ οὐκ ἐνὸν φυγεῖν τὸ κράτος τῆς ὀργῆς αὐτοῦ καὶ τὸ τάχος͵ ὅταν γρηγορήσῃ ἐπὶ τὰ ἀσεβήματα ἡμῶν͵ καὶ τοὺς ἐχθροὺς αὐτοῦ καταδιώκῃ ζῆλος͵ ἐσθίειν εἰδὼς τοὺς ὑπεναντίους. Οἶδα ἐκτιναγμὸν͵ καὶ ἀνατιναγμὸν͵ καὶ βρασμὸν͵ καὶ καρδίας θραυσμὸν͵ καὶ παράλυσιν γονάτων͵ καὶ τοιαῦτα ὄντα τὰ τῶν ἀσεβῶν ἐπιτίμια· ἐῶ γὰρ λέγειν τὰ ἐκεῖθεν δικαιωτήρια͵ οἷς ἡ ἐνταῦθα φειδὼ παραδίδωσιν͵ ὡς βέλτιον εἶναι νῦν παιδευθῆναι καὶ καθαρθῆναι͵ ἢ τῇ ἐκεῖθεν βασάνῳ παραπεμφθῆναι͵ ἡνίκα κολάσεως καιρὸς͵ οὐ καθάρσεως. Ὥσπερ γὰρ θανάτου κρείττων ὁ ἐνταῦθα Θεοῦ μνημονεύων͵ καὶ κάλλιστα τῷ θείῳ Δαβὶδ τοῦτο πεφιλοσόφηται· οὕτως οὐκ ἔστιν ἐν ᾅδῃ τοῖς ἀπελθοῦσιν ἐξομολόγησις καὶ διόρθωσις. Συνέκλεισε γὰρ ὁ Θεὸς ἐνταῦθα μὲν καὶ βίον καὶ πρᾶξιν͵ ἐκεῖ δὲ τὴν τῶν πεπραγμένων ἐξέτασιν. ... Ἡνίκα θρόνοι προτίθενται͵ καὶ Παλαιὸς ἡμερῶν προκαθέζεται͵ καὶ βίβλοι ἀνοίγονται͵ καὶ ποταμὸς πυρὸς ἕλκεται͵ καὶ τὸ φῶς ἔμπροσθεν͵ καὶ τὸ σκότος ἡτοιμασμένον· καὶ πορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς͵ τῆς ἐν Χριστῷ νῦν κρυπτομένης͵ καὶ ὕστερον αὐτῷ συμφανερουμένης· οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως͵ ἣν ἤδη παρὰ τοῦ κρίνοντος αὐτοὺς λόγου οἱ μὴ πιστεύσαντες κατεκρίθησαν· καὶ τοὺς μὲν τὸ ἄφραστον φῶς διαδέξεται͵ καὶ ἡ τῆς ἁγίας καὶ βασιλικῆς θεωρία Τριάδος ἐλλαμπούσης τρανώτερόν τε καὶ καθαρώτερον͵ καὶ ὅλης ὅλῳ νοῒ μιγνυμένης͵ ἣν δὴ καὶ μόνην μάλιστα βασιλείαν οὐρανῶν ἐγὼ τίθεμαι· τοῖς δὲ μετὰ τῶν ἄλλων βάσανος͵ μᾶλλον δὲ πρὸ τῶν ἄλλων͵ τὸ ἀπεῤῥίφθαι Θεοῦ καὶ ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα.


Τώρα εἶναι ἡ ἡμέρα τῆς σωτηρίας

ΩΣ ΕΣΤΙΝ ἄτοπον χρήματα μὲν προαρπάζειν͵ ὑγείαν δὲ ἀναβάλλεσθαι, καὶ σώματα μὲν προκαθαίρειν͵ ψυχῆς δὲ κάθαρσιν ταμιεύεσθαι, καὶ τῆς μὲν κάτω δουλείας ἐλευθερίαν ζητεῖν͵ τῆς ἄνω δὲ μὴ ἐφίεσθαι, καὶ ὅπως μὲν οἰκήσεις μεγαλοπρεπῶς ἢ ἀμφιέσῃ πᾶσαν ποιεῖσθαι σπουδήν͵ ὅπως δὲ αὐτὸς πλείστου ἄξιος ἔσῃ͵ μηδὲν φροντίζειν, καὶ ἄλλους μὲν εὖ ποιεῖν πρόθυμον εἶναι͵ σαυτὸν δὲ μὴ βούλεσθαι. Καὶ εἰ μὲν ὤνιον ἦν σοι τὸ ἀγαθὸν μηδενὸς ἂν φείδεσθαι χρήματος, εἰ δὲ πρόκειται τὸ φιλάνθρωπον καταφρονεῖς τῷ ἑτοίμῳ τῆς εὐποιΐας. Πᾶς σοι καιρὸς ἐκπλύσεως͵ ἐπειδὴ πᾶς ἀναλύσεως. Μετὰ Παύλου βοῶ σοι͵ τῆς μεγάλης φωνῆς· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος͵ ἰδοὺ νῦν ἡμέρα σωτηρίας· οὐχ ἕνα καιρόν͵ ἀλλὰ πάντα τοῦ νῦν ὁρίζοντος. Καὶ πάλιν· Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός͵ λύων τὴν νύκτα τῆς ἁμαρτίας· ἐπειδὴ Ἐν νυκτὶ ἐλπὶς πονηρά͵ κατὰ τὸν Ἡσαΐαν͵ καὶ τῷ πρωῒ ληφθῆναι λυσιτελέστερον. ... Ἀεὶ τὴν σωτηρίαν ἐργάζου καὶ πᾶς ἔστω σοι καιρὸς τοῦ βαπτίσματος ὅρος. Ἐὰν ἀεὶ τὸ σήμερον παρατρέχων ἐπιτηρῇς τὸ εἰς αὔριον͵ λανθάνεις ταῖς κατὰ μικρὸν ἀναβολαῖς ὑπὸ τοῦ Πονηροῦ κλεπτόμενος͵ ὥσπερ ἐκείνου τρόπος. Ἐμοὶ δὸς τὸ παρόν͵ Θεῷ τὸ μέλλον, ἐμοὶ τὴν νεότητα͵ Θεῷ τὸ γῆρας, ἐμοὶ τὰς ἡδονάς͵ ἐκείνῳ τὴν ἀχρηστίαν.


Ὑποταγή

ΜΗΠΟΤΕ τοσοῦτον δοῦναι πένθει σωματικῷ (τὴν ἑαυτοῦ μητέρα)͵ καίτοιγε διαφερόντως καμπτομένην καὶ τοῖς τῶν ξένων πάθεσιν͵ ὥστε ἢ γοεράν ποτε πρὸ τῆς εὐχαριστίας ῥαγῆναι φωνὴν ἢ δάκρυον ἐκπεσεῖν βλεφάρου μυστικῶς σφραγισθέντος ἢ σχῆμα πένθιμον παραμένειν͵ καίτοιγε πολλῶν πολλάκις συμπεσόντων αὐτῇ λυπηρῶν͵ λαμπρᾶς παρούσης ἡμέρας. Ψυχῆς γὰρ εἶναι θεοφιλοῦς ὑποκλίνειν τοῖς θείοις ἅπαν ἀνθρώπινον.


Καθένας καὶ ἡ δύναμή του

ΕΚΑΣΤΟΣ ὅ τι ἂν οἷός τε ᾖ καρποφορείτω τῷ Θεῷ ἐν καιρῷ παντὶ καὶ ἰδέᾳ πάσῃ καὶ βίων καὶ περιστάσεων͵ κατὰ τὸ μέτρον τῆς παρούσης αὐτῷ δυνάμεως͵ κατὰ τὸ δοθὲν αὐτῷ χάρισμα, ἵνα πᾶσι μέτροις τῆς ἀρετῆς͵ πάσας τὰς ἐκεῖθεν μονὰς πληρώσωμεν͵ τοσοῦτον θερίσαντες͵ ὅσον ἐσπείραμεν͵ μᾶλλον δὲ τοσοῦτον ἐναποθέμενοι ταῖς θείαις ληνοῖς͵ ὅσον ἐγεωργήσαμεν. Εἰσφερέτω τις͵ ὁ μὲν χρήματα͵ ὁ δὲ τὸ μηδὲν ἔχειν, ὁ μὲν τὸ προθυμεῖσθαι͵ ὁ δὲ τὸ τὸν προθυμούμενον ἀποδέχεσθαι, ὁ μὲν πρᾶξιν ἐπαινετὴν ὁ δὲ θεωρίαν εὔστοχον, ὁ μὲν λόγον καίριον͵ ὁ δὲ σιωπὴν εὔλογον, ὁ μέν τις διδασκαλίαν ἄπταιστον καὶ βίον μὴ ἀνθιστάμενον͵ ὁ δὲ ἀκοὴν εὐπειθῆ καὶ εὐγνώμονα, ὁ μὲν παρθενίαν ἁγνὴν καὶ κόσμου παντελῶς ἀποτέμνουσαν͵ ὁ δὲ γάμον σεμνὸν καὶ μὴ πάντη Θεοῦ χωρίζοντα, ὁ μὲν νηστείαν ἄτυφον͵ ὁ δὲ ἀπόλαυσιν μὴ ἀκόλαστον, ἄλλος τὸ ἐν προσευχαῖς ἀπερίσπαστον καὶ ὕμνοις πνευματικοῖς͵ ἄλλος τὸ ἐν προστασίᾳ τῶν δεομένων· πάντες δάκρυα͵ πάντες κάθαρσιν͵ ἀνάβασιν πάντες καὶ τὸ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. ... Τῇ τιμίᾳ τοῦ Θεοῦ σκηνῇ τῆσδε τῆς Ἐκκλησίας͵ ἣν ὁ Κύριος ἔπηξε καὶ οὐκ ἄνθρωπος͵ ἣ διαφόροις ἀρετῆς συνοικοδομεῖται κάλλεσιν͵ ὁ μὲν μικρὸν ὁ δὲ μεῖζον͵ πάντες δὲ ὁμοίως εἰσφέρωμεν εἰς ἔργον τέλειον͵ εἰς κατοικητήριον Χριστοῦ͵ εἰς ναὸν ἅγιον͵ συντιθέμενοι καὶ συναρμολογούμενοι τῇ ἀρχιτεκτονίᾳ τοῦ Πνεύματος. Πάντως δὲ οὐδὲν εἰσοίσομεν τοσοῦτον͵ ὅσον εἰλήφαμεν͵ κἂν πάντα εἰσφέρωμεν. Ἐπεὶ καὶ τὸ εἶναι ἡμῖν ἐκ Θεοῦ καὶ τὸ εἰδέναι Θεὸν καὶ αὐτὸ τὸ ἔχειν ὃ εἰσενέγκωμεν. Τὸ δὲ κάλλιστον καὶ φιλανθρωπότατον͵ ὅτι μὴ τῇ ἀξίᾳ τοῦ διδομένου͵ τῇ δὲ δυνάμει καὶ τῇ διαθέσει τοῦ καρποφοροῦντος μετρεῖ Θεὸς τὴν ἐπίδοσιν.


Τί θέλεις γιὰ σένα;

ΤΙ σοι θέλεις γενέσθαι; / Ψυχὴν ἐμὴν ἐρωτῶ. / Τί σοι μέγ΄ ἢ τί μικρὸν / Τῶν τιμίων βροτοῖσι; / Ζήτει μόνον τι λαμπρὸν / Καὶ δώσομεν προθύμως. / Θέλεις τὰ Γύγεώ σοι / Τοῦ Λυδίου γενέσθαι͵ / Καὶ δακτύλῳ τυραννεῖν͵ / Τὴν σφενδόνην ἑλίσσων͵ / Κρύπτουσαν͵ εἰ κρύπτοιτο͵ / Φαίνουσαν͵ εἰ φαίνοιτο; / Θέλεις τὰ Μίδεώ σοι / Τοῦ πλουσίως θανόντος͵ / Ὧ χρυσὸς ἦν τὰ πάντα͵ / Χρυσοῦν φέροντα λιμὸν / Εὐχῆς δίκην ἀμέτρου; / Θέλεις λίθους διαυγεῖς͵ / Πλάτη τε γῆς λιπώσης͵ / Καὶ ποιμνίων ἀριθμούς, / Βοῶν τε καὶ καμήλων; / Οὐ ταῦτα δώσομέν σοι· / Λαβεῖν γὰρ οὐδὲ λῷον͵ / Ἀλλ΄ οὔτ΄ ἔμοιγ΄ ἀνυστόν. / Ἔῤῥιψα γὰρ μερίμνας͵ / Ἀφ΄ οὗ Θεῷ προσῆλθον. / Θέλεις θρόνους τε κ΄ ἀρχάς͵ / Καιροῦ φρύαγμα πίπτον͵ / Ἵν΄ αὔριον καθεσθῇς / Κάτω βλέπων ταπεινόν͵ / Ἄλλου τραχηλιῶντος͵ / Ὃς ἦν παραστάτης σοι͵ / Τυχὸν δὲ καὶ κακῶν τις; / Θέλεις γάμῳ δεθῆναι͵ / Βλακεύμασιν ἀνάγνοις͵ / Καιροῖς δὲ συστραφῆναι· / Θέλεις νόσον γλυκεῖαν͵ / Εὐτεκνίας μέριμναν; / Εὐτεκνίαν δ΄ ἂν εἴπω / Δυστεκνίαν͵ τί φήσεις; / Θέλεις λόγοις βοᾶσθαι͵ / Καὶ συλλέγειν θέατρα; / Ποθεῖς νόμους πιπράσκειν / Οὐκ ἐνδίκοις παλαισμοῖς͵ / Φέρειν τε καὶ φέρεσθαι / Πρὸ βημάτων ἀθέσμων; / Αἰχμὴν θέλεις τινάσσειν͵ / Πνέων ἀρήϊόν τι͵ / Καὶ στέμμα τ΄ ἐξ ἀγώνων͵ / Θηροκτόνον τε κάρτος; / Ποθεῖς κρότους ἐν ἄστει͵ / Καὶ χάλκεος τυποῦσθαι; / Σκιὰν θέλεις ὀνείρων͵ / Μεταῤῥέουσαν αὖραν͵ / Ροῖζον βέλους ἀνίχνου͵ / Ψόφον χερὸς κροτούσης;

Τί γὰρ μέγ΄ εὖ φρονοῦσι / Τῶν σήμερον μὲν ὄντων͵ / Ἐς αὔριον δ΄ ἀπόντων· / Ὧν καὶ κακοῖς μέτεστιν͵ / Ὧν οὐ συνέρχεταί τι / Ἐντεῦθεν ἐξιοῦσι; / Τί οὖν; ἐπεὶ τάδ΄ οὐχί͵ / Τί σοι θέλεις γενέσθαι; / Θέλεις θεὸς γενέσθαι͵ / Θεὸς Θεοῦ μεγίστου Παραστάτης φαεινὸς͵ / Σὺν ἀγγέλοις χορεύων; / Ἴθι͵ πρόβαινε͵ ταρσοὺς / Ὀξυπτέρου μενοινῆς / Κυκλουμένη πρὸς ὕψος. / Ἐγὼ πτερὸν καθαίρω / Ἐγὼ λόγοις ἐπαίρω͵ / Ὡς εὔπτερόν τιν΄ ὄρνιν / Ἐς αἰθέρα προπέμψω. / Σὺ δ΄͵ εἰπέ μοι͵ κάκιστον / Ὧ σαρκίον δυσῶδες͵ / Ἐπεὶ συνεζύγην σοι͵ / Ἡ δεσπότις μαγείρῳ͵ / Τί σοι θέλεις γενέσθαι͵ / Πρὸς τὸ πνοὴν κρατεῖσθαι; / Οὐ γὰρ πλέον χρεωστῶ͵ / Κἂν πόλλ΄ ἔχειν βιάζῃ / Θέλεις τράπεζαν εὔπνουν / Μύρων τε καὶ μαγείρων / Σοφίσμασιν περισσοῖς; / Καὶ βαρβίτων χερῶν τε / Κροτήματ΄ οὐκ ἄνοιστρα; / Ἁβρῶν κλάσεις τε παίδων / Κινουμένων ἀνάνδρως / Καὶ παρθένων ἑλιγμοὺς / Γυμνουμένων ἀθέσμως; / Ἃ τοῖς πότοις τυποῦσιν / Ὅσοι φιλοῦσιν ὕβριν͵ / Τὸν μαινόλην ἑτοίμως / Ὑποφλέγοντες οἶνον. / Ταῦτ΄ εἰ θέλεις παρ΄ ἡμῶν͵ / Ἔχεις μέν͵ ἀγχόνην δέ. / Τοιαῦτα τοῖς ἀπλήστοις / Ἐγὼ φίλοις πορίζω. / Οἶκός σε πέτρινός τις / Αὐτώροφος καλύπτῃ͵ / ῍Η μικρὸν ἔργον ὥρας͵ / Εἰ δεῖ τι καὶ πονῆσαι. / Τὸ δ΄ ἔσθος ᾖ καμήλων / Τρίχες͵ νόμῳ δικαίων͵ / ῍Η καὶ δέρος͵ παλαιᾶς / Γυμνώσεως κάλυμμα. / Στιβὰς μὲν ἡ τυχοῦσα͵ / Ποαὶ͵ κλάδοι τε θάμνων / Ἅπλωμα πορφυροῦν τι͵ / Καὶ συμπόταις ἀταρβές. / Τράπεζα δ΄ αὐτόθεν σοι / Γλυκὺ πνέουσ΄ ἀνείσθω͵ / Ἃ γῆ φίλη δίδωσιν / Ἄτεχνα δῶρα πᾶσιν. / Ἐπεὶ δ΄ ἐθήκαμέν σε / Καὶ θρέψομεν προθύμως. / Θέλεις φαγεῖν; / ἔχ΄ ἄρτον. / Ἔχ΄ ἄλφιτ΄͵ εἰ παρείη· / Ἅλες δέ σοι τὸ πέμμα͵ / Θύμος θ΄ ὃν οὐ μετροῦμεν͵ / Ἀπραγμάτευτον ὄψον· / Ἔνδεια δ΄ ἄλλο μεῖζον. / Θέλεις πιεῖν; βρύει σοι / Ὕδωρ͵ κρατὴρ ἀείῤῥους͵ / Ποτὸν μέθης ἄποιον͵ / Ἀκλήματον γάνυσμα. / Ζητεῖς δὲ καὶ τρυφᾷν τι; / Μηδ΄ ὀξίνης φθονείσθω.

Ἀλλ΄ οὐ τάδ΄ ἀρκέσει σοι; / Τετρημένῳ ποθεῖς δὲ / Πίθῳ κακῶς ἐπαντλεῖν / Τὰς ἡδονὰς ἀπλήστως; / Ἄλλον πόθει ποριστήν. / Ἐμοὶ γὰρ οὐ σχολή σε / Θάλπειν σύνοικον ἐχθρὸν͵ / Ἵν΄ ὡς ὄφις κρυμωθείς͵ / Θέρμῃ δ΄ ἔπειτα λυθεὶς͵ / Ἐγκόλπιός με τρώσῃς͵ / Θέλεις δόμους ἀμέτρους / Χρυσωρόφους͵ γραφῆς τε / Καὶ ψηφίδος σοφισμούς͵ / Κινουμένους σχεδόν τι· / Πλακός τε λάμψιν ἁβρᾶς / Ἀντίχροον͵ πολύχρουν; / Θέλεις περιῤῥέουσαν / Ἐσθῆτα τῶν ἀθίκτων͵ / Ἐν δακτύλοις τε πλοῦτον͵ / Γελώμενόν τε κάλλος / Τοῖς σωφρονεῖν μαθοῦσιν͵ / Ἐμοὶ δὲ καὶ μάλιστα / Ὧ κάλλος ἐστὶν εἴσω; / Τοῖς μὲν κάτω δὴ ταῦτα / Ὑμῖν βροτοῖσι φάσκω͵ / Οἳ ζῆτε τὸ πρὸς ὥραν͵ / Μηδὲν πλέον βλέποντες. / Τοῖς δ΄ εὐγενῶς βιοῦσιν͵ / Ἐπαξίως τε μοίρας / Τῆς ἐκ Θεοῦ κραθείσης / Τῷ πηλινῷ πάχει μου / (Σκόπει πένητος ὄγκον)͵ / Οἵαν τροφὴν χορηγῶ; / Δίελθέ μοι φλογώδη / Ρομφαίαν͵ ὦ θεόφρον. / Θείων γενοῦ γεωργὸς / Φυτῶν Λόγῳ θαλλόντων͵ / Ὧν μ΄ ἐστέρησεν ἐχθρὸς / Δι΄ ἡδονῆς συλήσας. / Ξύλῳ πάλιν πρόσελθε / Ζωῆς ἀεὶ μενούσης. / Ἡ δ΄ ἔστιν͵ ὡς ἀνεῦρον͵ / Γνῶσις Θεοῦ μεγίστου͵ / Φάους ἑνὸς τριλαμποῦς͵ / Πρὸς ὃν τὰ πάντα τείνει. / Οὕτω μὲν αὐτὸς αὑτῷ / Πᾶς τις σοφῶν λαλήσει. / Ὃς δ΄ οὐ θέλει λαλῆσαι͵ / Μάτην βίον παρῆλθεν͵ / Εἴ περ μάτην παρῆλθεν͵ / Μὴ σὺν κακῷ μεγίστῳ.


Ἦρθε, Χριστέ μου, πάλι ὁ δράκος

ΟΙΜΟΙ προσῆλθε͵ Χριστέ μου͵ πάλιν δράκων. / Οἴμοι προσῆλθε δειλιῶντί μοι σφόδρα. / Οἴμοι γέγευμαι τοῦ ξύλου τῆς γνώσεως. / Οἴμοι φθονεῖσθαι δ΄ ὁ φθόνος πέπεικέ με. / Οὔτ΄ εἰμὶ θεῖος καὶ βέβλημ΄ ἔξω τρυφῆς. / Ρομφαία͵ μικρὸν τὴν κακὴν σβέσον φλόγα͵ / Ὡς ἂν πάλιν δέξῃ με τῶν φυτῶν ἔσω / Χριστῷ συνεισελθόντα λῃστὴν ἐκ ξύλου.


Ὑπομονή

ΠΟΙΗΣΩΜΕΘΑ κεφαλὴν μὴ τὴν κάτω Ἱερουσαλήμ͵ ἀλλὰ τὴν ἄνω μητρόπολιν· μὴ τὴν ὑπὸ στρατοπέδων νῦν πατουμένην͵ ἀλλὰ τὴν ὑπ΄ ἀγγέλων δοξαζομένην. Θύσωμεν μὴ μόσχους νέους͵ μηδὲ ἀμνοὺς κέρατα ἐκφέροντας καὶ ὁπλάς͵ παρ΄ οἷς πολὺ τὸ νεκρὸν καὶ ἀναίσθητον, ἀλλὰ θύσωμεν τῷ Θεῷ θυσίαν αἰνέσεως ἐπὶ τὸ ἄνω θυσιαστήριον͵ μετὰ τῆς ἄνω χοροστασίας. Διάσχωμεν τὸ πρῶτον καταπέτασμα͵ τῷ δευτέρῳ προσέλθωμεν͵ εἰς τὰ Ἅγια τῶν ἁγίων παρακύψωμεν. Εἴπω τὸ μεῖζον͵ ἡμᾶς αὐτοὺς θύσωμεν τῷ Θεῷ· μᾶλλον δὲ θύωμεν καθ΄ ἑκάστην ἡμέραν καὶ πᾶσαν κίνησιν. Πάντα ὑπὲρ τοῦ Λόγου δεχώμεθα͵ πάθεσι τὸ πάθος μιμώμεθα͵ αἵματι τὸ αἷμα σεμνύνωμεν͵ ἐπὶ τὸν σταυρὸν ἀνίωμεν πρόθυμοι. Γλυκεῖς οἱ ἧλοι͵ καὶ εἰ λίαν ὀδυνηροί. Τὸ γὰρ μετὰ Χριστοῦ πάσχειν καὶ ὑπὲρ Χριστοῦ͵ τοῦ μετ΄ ἄλλων τρυφᾷν αἱρετώτερον.

Ἂν Σίμων ἦς Κυρηναῖος͵ τὸν σταυρὸν ἆρον καὶ ἀκολούθησον. Ἂν συσταυρωθῇς ὡς λῃστής͵ ὡς εὐγνώμων τὸν Θεὸν γνώρισον· εἰ κἀκεῖνος μετὰ ἀνόμων ἐλογίσθη διὰ σὲ καὶ τὴν σὴν ἁμαρτίαν͵ σὺ γενοῦ δι΄ ἐκεῖνον ἔννομος. Προσκύνησον τὸν διὰ σὲ κρεμασθέντα καὶ κρεμάμενος κέρδανόν τι καὶ παρὰ τῆς κακίας· ὤμνησαι τῷ θανάτῳ τὴν σωτηρίαν· εἰς τὸν παράδεισον εἴσελθε μετὰ Ἰησοῦ͵ ὥστε μαθεῖν ὧν ἐκπέπτωκας· Τὰ ἐκεῖ κάλλη θεώρησον· τὸν γογγυστὴν ἄφες ἀποθανεῖν ἔξω͵ μετὰ τῆς βλασφημίας. Κἂν Ἰωσὴφ ᾖς ὁ ἀπὸ Ἀριμαθαίας͵ αἴτησαι τὸ σῶμα παρὰ τοῦ σταυροῦντος· σὸν γενέσθω τὸ τοῦ κόσμου καθάρσιον. Κἂν Νικόδημος ᾖς͵ ὁ νυκτερινὸς θεοσεβής͵ μύροις αὐτὸν ἐνταφίασον. Κἂν Μαρία τις ᾖς κἂν ἡ ἄλλη Μαρία κἂν Σαλώμη κἂν Ἰωάννα͵ δάκρυσον ὀρθρία. Ἴδε πρώτη τὸν λίθον ἡρμένον͵ τυχὸν δὲ καὶ τοὺς ἀγγέλους καὶ Ἰησοῦν αὐτόν. Φθέγξαι τι· φωνῆς ἄκουσον. Ἂν ἀκούσῃς, Μή μου ἅπτου͵ πόῤῥω στῆθι͵ σεβάσθητι τὸν Λόγον͵ ἀλλὰ μὴ λυπηθῇς. Οἶδε γὰρ οἷς ὀφθῇ πρῶτον.

Ἐγκαίνισον τὴν ἀνάστασιν· τῇ Εὔᾳ βοήθησον͵ τῇ πρώτῃ πεσούσῃ͵ τῇ πρώτῃ Χριστὸν ἀσπάσασθαι καὶ γνωρίσαι τοῖς μαθηταῖς. Γενοῦ Πέτρος ἢ Ἰωάννης· ἐπὶ τὸν τάφον ἐπείχθητι͵ ἀντιτρέχων͵ συντρέχων͵ τὴν καλὴν ἅμιλλαν ἁμιλλώμενος. Κἂν προληφθῇς τῷ τάχει͵ τῇ σπουδῇ νίκησον μὴ παρακύψας εἰς τὸ μνημεῖον͵ ἀλλ΄ ἔνδον γενόμενος. Κἂν ὡς Θωμᾶς ἀπολειφθῇς͵ τῶν μαθητῶν συνηγμένων͵ οἷς Χριστὸς ἐμφανίζεται͵ ὅταν ἴδῃς͵ μὴ ἀπιστήσῃς· κἂν ἀπιστήσῃς͵ τοῖς λέγουσι πίστευσον· εἰ δὲ μηδὲ τούτοις͵ τοῖς τύποις τῶν ἥλων πιστώθητι. Ἂν εἰς ᾅδου κατίῃ͵ συγκάτελθε. Γνῶθι καὶ τὰ ἐκεῖσε τοῦ Χριστοῦ μυστήρια͵ τίς ἡ οἰκονομία τῆς διπλῆς καταβάσεως͵ τίς ὁ λόγος· ἁπλῶς σώζει πάντας ἐπιφανεὶς ἢ κακεῖ τοὺς πιστεύοντας.

Κἂν εἰς οὐρανοὺς ἀνίῃ͵ συνάνελθε· γενοῦ μετὰ τῶν παραπεμπόντων ἀγγέλων ἢ τῶν δεχομένων. Ἀρθῆναι ταῖς πύλαις διακέλευσαι͵ ὑψηλοτέραις γενέσθαι͵ ἵν΄ ἐκ τοῦ παθεῖν ὑψηλότερον δέξωνται. Ἀπόκριναι τοῖς ἀποροῦσι διὰ τὸ σῶμα καὶ τὰ τοῦ Πάθους σύμβολα͵ οἷς μὴ κατελθὼν συνανέρχεται καὶ διὰ τοῦτο πυνθανομένοις· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; ὅτι Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πᾶσί τε οἷς ἀεὶ πεποίηκε καὶ ποιεῖ καὶ τῷ νῦν πολέμῳ καὶ τροπαίῳ περὶ τῆς ἀνθρωπότητος· καὶ δὸς τῷ διπλῷ τῆς ἐρωτήσεως διπλῆν τὴν ἀπόκρισιν. Κἂν θαυμάζωσι͵ λέγοντες͵ κατὰ τὴν Ἡσαΐου δραματουργίαν· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ καὶ τῶν γηίνων; ἢ Πῶς ἐρυθρὰ τὰ ἱμάτια τοῦ ἀναίμου καὶ ἀσωμάτου͵ ὡς ληνοβάτου͵ καὶ πλήρη ληνὸν πατήσαντος; προβαλοῦ τὸ ὡραῖον τῆς στολῆς τοῦ πεπονθότος σώματος͵ τῷ Πάθει καλλωπισθέντος καὶ τῇ Θεότητι λαμπρυνθέντος͵ ἧς οὐδὲν ἐρασμιώτερον͵ οὐδὲ ὡραιότερον.


Τάξη στὰ θεμέλια τοῦ παντός

ΕΜΒΛΕΨΑΤΕ εἰς τὸν οὐρανὸν ἄνω καὶ εἰς τὴν γῆν κάτω καὶ ἐννοήσατε πῶς συνέστη τὸ πᾶν καὶ ὅθεν καὶ τί πρὸ τῆς διακοσμήσεως ἦν καὶ τί νῦν ὄνομα τῷ παντί. Τάξει τὰ πάντα διεκοσμήθη καὶ ὁ διακοσμήσας Λόγος· καίτοιγε ὡς ἓν τὰ πάντα καὶ ἀθρόως ὑποστῆναι δυνατὸν ἦν (ὁ γὰρ τοῖς οὐκ οὖσι τὸ εἶναι δοὺς καὶ τοῖς γενομένοις τὰς ἰδέας καὶ τὰ σχήματα͵ οὐδ΄ ὁμοῦ τὸ πᾶν ἀναδεῖξαι καὶ διακοσμῆσαι ἀσθενὴς ἦν) ἀλλὰ διὰ τοῦτο πρῶτόν τι καὶ δεύτερον ἀριθμεῖται καὶ τρίτον καὶ τὰ ἑξῆς͵ ἵνα τάξις εὐθὺς συνεισέλθῃ τοῖς κτίσμασι. Τάξις οὖν τὸ πᾶν συνεστήσατο. Τάξις συνέχει καὶ τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια· τάξις ἐν νοητοῖς· τάξις ἐν αἰσθητοῖς· τάξις ἐν ἀγγέλοις· τάξις ἐν ἄστροις καὶ κινήσει καὶ μεγέθει καὶ σχέσει τῇ πρὸς ἄλληλα καὶ λαμπρότητι. Ἄλλη δόξα ἠλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ· τάξις ἐν ὥραις καὶ καιροῖς͵ ἐν κόσμῳ προϊοῦσί τε καὶ ὑπαπιοῦσι καὶ διὰ τῆς μεσότητος τὸ αὐστηρὸν τιθασσεύουσι· τάξις ἐν ἡμέρας καὶ νυκτὸς μέτροις καὶ διαστήμασι. Τάξις ἐν στοιχείοις͵ ἐξ ὧν τὰ σώματα· τάξις περιήγαγεν οὐρανὸν͵ ἥπλωσεν ἀέρα͵ γῆν ὑπέθηκεν ἢ καὶ ὑπερέθηκε͵ φύσιν ὑγρὰν ἔχεε καὶ συνήγαγεν͵ ἀνέμους ἀφῆκε καὶ οὐκ ἐπαφῆκεν͵ ὕδωρ ἔδησεν ἐν νεφέλαις καὶ οὐ κατέσχεν͵ ἀλλ΄ ἔσπειρεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς͵ εὐτάκτως καὶ ὁμοτίμως· καὶ ταῦτα οὐκ ἐπ΄ ὀλίγον͵ οὐδὲ εἰς ἕνα καιρὸν ἢ χρόνον͵ ἀλλ΄ ἀπ΄ ἀρχῆς εἰς τέλος͵ τὴν αὐτὴν ὁδὸν εὐθυνόμενα καὶ περιπορευόμενα͵ πεπηγότα τε καὶ κινούμενα͵ τὸ μὲν τῷ Λόγῳ͵ τὸ δὲ τῇ ῥεύσει· Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται. Τοῦτο τῆς πήξεως· καὶ εἴ τι γέγονεν ἢ γεννήσεται͵ τοῦτο τοῦ ῥεύματος.

Καὶ τάξεως μὲν ἐπικρατούσης͵ κόσμος τὸ Πᾶν καὶ τὸ κάλλος ἀκίνητον. Ἀταξία δὲ καὶ ἀκοσμία͵ ἐν μὲν ἀέρι τοὺς σκηπτοὺς ἐν δὲ γῇ τοὺς σεισμοὺς ἐν δὲ θαλάσσῃ τὰς ἐπικλύσεις ἐν δὲ πόλεσι καὶ οἴκοις πολέμους ἐν δὲ τοῖς σώμασι τὰς ἀῤῥωστίας͵ ἐν δὲ ταῖς ψυχαῖς τὰς ἁμαρτίας͵ ἐκαινοτόμησεν. Ταῦτα πάντα οὐ τάξεως͵ οὐδὲ εἰρήνης͵ ἀλλὰ ταραχῆς καὶ ἀταξίας ὀνόματα. Καὶ τὴν θρυλλουμένην δὲ φθορὰν καὶ προσδοκωμένην͵ μὴ ἄλλο τι͵ ἀδελφοὶ͵ ἢ πλεονασμὸν ἀταξίας εἶναι νομίζωμεν. Συνδεῖ μὲν γὰρ τάξις͵ λύει δὲ ἀταξία͵ ὅταν λύσαι τὸ πᾶν ἢ μεταποιῆσαι παραστῇ τῷ συνδήσαντι.

Τάξις καὶ τοῖς ζώοις ἅπασι γένεσιν καὶ τροφὴν καὶ τὰς καταλλήλους ἑκάστῳ χώρας ἐνομοθέτησε. Καὶ οὔτε δελφῖνά τις εἶδεν αὔλακα τέμνοντα͵ οὔτε βοῦν δι΄ ὕδατος ὀλισθαίνοντα· ὥσπερ οὐδ΄ ἥλιον ἐν νυκτὶ μειούμενον ἢ πληρούμενον οὔτε σελήνην ἐν ἡμέρᾳ πυρσεύουσαν· ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις͵ πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· νὺξ καὶ ἄνθρωπος ὕπνῳ συστέλλεται καὶ τὰ θηρία παῤῥησιάζεται καὶ ζητεῖ τροφὴν ἕκαστον τὴν διδομένην παρὰ τοῦ κτίσαντος· ἡμέρα καὶ τὰ θηρία συνάγεται καὶ ἄνθρωπος ἐπὶ τὴν ἐργασίαν ἐπείγεται· καὶ ἀλλήλοις ὑποχωροῦμεν ἐν τάξει͵ νόμῳ καὶ λόγῳ φύσεως. Προσθήσω τὸ μέγιστόν τε καὶ οἰκειότατον. Τάξις ἐκ λογικοῦ τε καὶ ἀλόγου κράματος͵ τὸν ἄνθρωπον͵ ζῶον λογικὸν συνεστήσατο· καὶ συνέδησε μυστικῶς τε καὶ ἀῤῥήτως τὸν χοῦν τῷ νοῒ καὶ τὸν νοῦν τῷ πνεύματι. Καὶ ἵνα θαυματουργήσῃ τι μεῖζον ἐν τῷ ἑαυτοῦ πλάσματι͵ τὸ αὐτὸ καὶ διεσώσατο καὶ διέλυσε. Τὸ μὲν γὰρ ἐπεισήγαγε͵ τὸ δὲ ὑπεξήγαγεν͵ ὥσπερ ἐν ῥεύματι͵ καὶ τῷ θνητῷ τὴν ἀθανασίαν ἐπραγματεύσατο διὰ λύσεως. Αὕτη καὶ τῶν ἀλόγων ἡμᾶς διέστησε καὶ πόλεις ᾤκισε καὶ νόμους ἔθετο καὶ ἀρετὴν ἐτίμησε καὶ κακίαν ἐκόλασε καὶ τέχνας εὕρετο καὶ συζυγίαν ἡρμόσατο καὶ τῷ περὶ τὰ γεννώμενα φίλτρῳ τὸν βίον ἡμέρωσε καὶ μεῖζόν τι τοῦ κάτω πόθου καὶ τοῦ σαρκικοῦ͵ τὸν περὶ Θεὸν ἐνιδρύσατο.

Καὶ τί δεῖ καθ΄ ἕκαστον λέγειν; Τάξις τῶν ὄντων ἐστὶ μήτηρ καὶ ἀσφάλεια, καὶ τὸ τοῦ Λόγου μόνη καλῶς ἂν εἴποι͵ τοῦ πάντα δημιουργήσαντος͵ εἴ γε λάβοι φωνήν· Ὅτε τὸ πᾶν οὐσιοῦτο τῷ Θεῷ καὶ ὑφίστατο͵ ἐγὼ ἤμην παρ΄ αὐτῷ ἁρμόζουσα· ἡνίκα ἡτοίμαζε τὸν ἑαυτοῦ θρόνον ἐπ΄ ἀνέμων καὶ ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, ἡνίκα ἐθεμελίου τὴν γῆν καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τὰς ὑπ΄ οὐρανὸν καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαν δύναμιν ἐχαρίσατο. Ἀλλ΄ (οὗ χάριν ταῦτα πάντα διῆλθον͵ καὶ πρὸς ὃ πάλαι ὁ λόγος ἠπείγετο)͵ τάξις κἂν ταῖς Ἐκκλησίαις͵ τὸ μὲν εἶναί τι ποίμνιον͵ τὸ δὲ ποιμένας διώρισε, καὶ τὸ μὲν ἄρχειν͵ τὸ δὲ ἄρχεσθαι καὶ τὸ μὲν οἷον εἶναι κεφαλὴν τὸ δὲ πόδας τὸ δὲ χεῖρας τὸ δὲ ὀφθαλμὸν τὸ δὲ ἄλλο τι τῶν μελῶν τοῦ σώματος͵ πρὸς τὴν τοῦ παντὸς εὐαρμοστίαν καὶ τὸ συμφέρον ἢ προεχομένων ἢ προεχόντων· καὶ͵ ὥσπερ ἐν τοῖς σώμασιν͵ οὔτε ἀπέῤῥηκται ἀλλήλων τὰ μέλη͵ ἀλλ΄ ἓν σῶμα τὸ πᾶν ἐστιν ἐκ διαφόρων συγκείμενον, οὔτε ταυτὸ πάντων ἐνέργημα͵ εἰ καὶ ταυτὸ τὸ χρῄζειν ἀλλήλων εἰς ἀνάγκην εὐνοίας τε καὶ συννεύσεως, καὶ οὔτε ὀφθαλμὸς βαδίζει͵ ἀλλ΄ ὁδηγεῖ, οὔτε ποὺς προβλέπει͵ ἀλλὰ μεταβαίνει καὶ μετατίθησιν, οὔτε γλῶσσα δέχεται φωνάς͵ ἀκοῆς γάρ, οὔτε ἀκοὴ φθέγγεται͵ γλώσσης γάρ· καὶ ῥὶς μὲν ὀδμῶν αἰσθητήριον, λάρυγξ δὲ σῖτα γεύεται͵ φησὶν ὁ Ἰώβ· χεὶρ δὲ τοῦ διδόναι καὶ τοῦ λαμβάνειν ὄργανον, νοῦς δὲ τοῖς πᾶσιν ἡγεμὼν παρ΄ οὗ τὸ αἰσθάνεσθαι καὶ εἰς ὃν ἡ αἴσθησις. Οὕτω καὶ παρ΄ ἡμῖν͵ τῷ κοινῷ Χριστοῦ σώματι. Οἱ γὰρ πάντες ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, οἱ δὲ καθ΄ ἕνα Χριστοῦ καὶ ἀλλήλων μέλη. Τὸ μὲν γὰρ ἄρχει καὶ προκαθέζεται͵ τὸ δὲ ἄγεται καὶ εὐθύνεται͵ καὶ οὔτε ταυτὸν ἀμφότερα ἐνεργεῖ͵ εἴπερ μὴ ταυτὸν ἄρχειν καὶ ἄρχεσθαι, καὶ γίνεται ἀμφότερα ἓν εἰς ἕνα Χριστὸν ὑπὸ τοῦ αὐτοῦ συναρμολογούμενα καὶ συντιθέμενα Πνεύματος.


Ποιός εἶναι ὁ πραγματικὸς ἱερὸς πόλεμος

ΠΩΣ οἴσω τὸν ἱερὸν τοῦτον πόλεμον; Λεγέσθω γάρ τις καὶ πόλεμος ἱερός͵ ὥσπερ καὶ βαρβαρικός. Πῶς συνάψω καὶ εἰς ἓν ἀγάγω τοὺς ἀντικαθεζομένους τούτους καὶ ἀντιποιμαίνοντας͵ καὶ τὸν συναπεῤῥωγότα τούτοις λαὸν καὶ ἀντίθετον, ὥσπερ ἐν τοῖς χάσμασι τῶν σεισμῶν͵ τὰ γειτονοῦντα καὶ πλησιάζοντα, ἢ ταῖς λοιμικαῖς νόσοις τοὺς θεραπευτὰς καὶ οἰκείους͵ ἄλλοις ἀπ΄ ἄλλων διαδιδομένης εὐκόλως τῆς ἀῤῥωστίας, οὐ μόνον δέ͵ ἀλλὰ καὶ τὰ τῆς οἰκουμένης τμήματα συμπεπονθότα τοῖς στασιάζουσιν͵ ὥστε καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκριθῆναι τότε Ἑῷον καὶ τὸ Ἑσπέριον καὶ κινδυνεύειν τῆς γνώμης οὐχ ἧττον ἢ τῶν περάτων ταῦτα γενέσθαι τμήματα; Μέχρι τίνος γὰρ ὁ ἐμὸς καὶ ὁ σὸς καὶ ὁ παλαιὸς καὶ ὁ νέος, ὁ λογιώτερος ἢ ὁ πνευματικώτερος͵ ὁ εὐγενέστερος ἢ ὁ δυσγενέστερος͵ ὁ τῷ πλήθει πλουσιώτερος ἢ ὁ πενέστερος; Αἰσχύνομαι τὸ γῆρας͵ ἄλλων καλούμενος͵ ὑπὸ Χριστοῦ σεσωσμένος. ...

Χαῖρε͵ ὦ μεγαλόπολι καὶ φιλόχριστε (μαρτυρήσω γὰρ τἀληθῆ καὶ εἰ μὴ κατ΄ ἐπίγνωσιν ὁ ζῆλος, πεποίηκε χρηστοτέρους ἡμᾶς ἡ διάζευξις). Πρόσιτε τῇ ἀληθείᾳ, μετασκευάζεσθε ὀψὲ γοῦν, τιμήσατε Θεὸν πλέον τῆς συνηθείας. Οὐχ ἡ μετάθεσις τὸ αἰσχρὸν ἔχει͵ ἀλλ΄ ἡ τοῦ κακοῦ τήρησις τὴν ἀπώλειαν. Χαίροις͵ Ἀνατολὴ καὶ Δύσις͵ ὑπὲρ ὧν καὶ ὑφ΄ ὧν πολεμούμεθα· μάρτυς ὁ εἰρηνεύσων ὑμᾶς͵ ἂν ὀλίγοι μιμήσωνται τὴν ἐμὴν ὑποχώρησιν. Οὐ γὰρ καὶ τὸν Θεὸν ἀπολοῦσιν οἱ τῶν θρόνων παραχωρήσαντες͵ ἀλλ΄ ἕξουσι τὴν ἄνω καθέδραν͵ ἣ πολὺ τούτων ἐστὶν ὑψηλοτέρα τε καὶ ἀσφαλεστέρα. Ἐπὶ πᾶσί τε καὶ πρὸ πάντων βοήσομαι· Χαίρετε͵ ἄγγελοι͵ τῆσδε τῆς Ἐκκλησίας ἔφοροι καὶ τῆς ἐμῆς παρουσίας καὶ ἐκδημίας͵ εἴπερ ἐν χειρὶ Θεοῦ τὰ ἡμέτερα. Χαῖρέ μοι͵ ὦ Τριάς͵ τὸ ἐμὸν μελέτημα καὶ καλλώπισμα, καὶ σώζοιο τοῖσδε καὶ σώζοις τούσδε͵ τὸν ἐμὸν λαὸν (ἐμὸς γάρ͵ κἂν ἄλλως οἰκονομώμεθα) καὶ ἀγγέλοιό μοι διαπαντὸς ὑψουμένη καὶ αὐξουμένη καὶ λόγῳ καὶ πολιτείᾳ͵ Τεκνία͵ φυλάσσοιτέ μοι τὴν παρακαταθήκην, μέμνησθέ μου τῶν λιθασμῶν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.


Καινὴ κτίση

ΜΙΑ δόξα͵ τὸ δόξης ἁπάσης ὑπεριδεῖν ἐπὶ τηλικούτοις. Εἷς δὲ πλοῦτος͵ τὰ ἐλπιζόμενα· φοβερὸν δὲ οὐδὲν ἢ τὸ φοβηθῆναί τι πρὸ Θεοῦ. Μετὰ τούτων παρατετάγμεθα τῶν λογισμῶν καὶ οὕτως ὡπλίσμεθα· πρὸς τοιούτους σοι νεανίας ὁ λόγος͵ Ἡδὺ μὲν καὶ ὁ κόσμος οὗτος καὶ τὸ πατρῷον ἔδαφος καὶ φίλοι καὶ συγγενεῖς καὶ ἡλικιῶται καὶ ὁ ναὸς οὗτος τὸ μέγα καὶ περιβόητον ὄνομα͵ καὶ πανηγύρεις πατρικαὶ καὶ μυστήρια καὶ πάντα οἷς ἡμεῖς τῶν ἄλλων διαφέρειν δοκοῦμεν. Οὔπω δὲ ἡδίω Θεοῦ͵ καὶ τῶν ὑπὲρ τοῦ καλοῦ κινδύνων· μὴ τοῦτο νομίσῃς. Κόσμος τε γὰρ ἄλλος ἡμῖν͵ πολὺ τῶν ὁρωμένων ὑψηλότερός τε καὶ μονιμώτερος· πατρίς τε ἡ ἄνω Ἱερουσαλήμ͵ ἣν οὐδεὶς Ἀντίοχος πολιορκήσει͵ οὐδὲ προσδοκήσει παραστήσεσθαι͵ ἡ καρτερὰ καὶ ἀνάλωτος. Συγγένεια δὲ ἡ ἔμπνευσις καὶ οἱ κατ΄ ἀρετὴν γεννηθέντες. Φίλοι δὲ προφῆται καὶ πατριάρχαι͵ παρ΄ ὧν ἡμῖν καὶ ὁ τύπος τῆς εὐσεβείας. Ἡλικιῶται δὲ͵ οἱ σήμερον ἡμῖν συγκινδυνεύοντες καὶ τὴν καρτερίαν ὁμόχρονοι. Ναοῦ δὲ οὐρανὸς μεγαλοπρεπέστερος͵ πανήγυρις δὲ ἀγγέλων χοροστασία· καὶ μυστήριον ἓν μέγα καὶ μέγιστον καὶ τοῖς πολλοῖς ἀπόκρυφον͵ ὁ Θεός͵ πρὸς ὃν βλέπει καὶ τὰ τῇδε μυστήρια.


Τὸ γέλιο

Η ΒΑΣΙΛΙΣΣΑ τῶν ὡρῶν τῇ βασιλίδι τῶν ἡμερῶν πομπεύει καὶ δωροφορεῖ παρ΄ ἑαυτῆς πᾶν ὅ τι κάλλιστον καὶ τερπνότατον. Νῦν οὐρανὸς διαυγέστερος· νῦν ἥλιος ὑψηλότερος καὶ χρυσοειδέστερος· νῦν σελήνης κύκλος φανότερος καὶ ἀστέρων χορὸς καθαρώτερος. Νῦν αἰγιαλοῖς μὲν κύματα σπένδεται͵ ἡλίῳ δὲ νέφος͵ ἀέρι δὲ ἄνεμοι͵ γῆ δὲ φυτοῖς͵ φυτὰ δὲ ὄψεσι. Νῦν πηγαὶ διαυγέστερον νάουσι· νῦν δὲ ποταμοὶ δαψιλέστερον͵ τῶν χειμερίων δεσμῶν λυθέντες. Καὶ λειμὼν εὐωδεῖ καὶ φυτὸν βρύει καὶ κείρεται πόα καὶ ἄρνες ἐπισκιρτῶσι χλοεραῖς ταῖς ἀρούραις. Ἄρτι μὲν ναῦς ἐκ λιμένων ἀνάγεται σὺν κελεύσμασι καὶ τούτοις ὡς τὰ πολλὰ φιλοθέοις καὶ τῷ ἰστίῳ πτεροῦται· καὶ περισκιρτᾷ δελφὶς ἀναφυσῶν ὡς ἥδιστον καὶ ἀναπεμπόμενος καὶ παραπέμπει πλωτῆρας σὺν εὐθυμίᾳ. Ἄρτι δὲ γεωργὸς ἄροτρον πήγνυται͵ ἄνω βλέπων καὶ τὸν καρποδότην ἐπικαλούμενος καὶ ὑπὸ ζυγὸν ἄγει βοῦν ἀρότην καὶ τέμνει γλυκεῖαν αὔλακα καὶ ταῖς ἐλπίσιν εὐφραίνεται. Ἄρτι δὲ ποιμὴν καὶ βουκόλος ἁρμόζονται σύριγγας καὶ νόμιον ἐμπνέουσι μέλος καὶ φυτοῖς καὶ πέτραις ἐνεαρίζουσιν. Ἄρτι δὲ φυτὸν φυτουργὸς θεραπεύει καὶ ἰξευτὴς καλάμους οἰκοδομεῖ καὶ ὑποβλέπει πτόρθους καὶ περιεργάζεται πτερὸν ὄρνιθος. Καὶ ἀλιεὺς βυθοὺς διορᾷ καὶ δίκτυον ἀνακαθαίρει καὶ πέτρας ὑπερκαθέζεται. Ἄρτι μὲν ἡ φιλεργὸς μέλισσα͵ τὸ πτερὸν ἐκλύσασα καὶ τῶν σίμβλων ἀπαναστᾶσα͵ τὴν ἑαυτῆς σοφίαν ἐπιδείκνυται καὶ λειμῶνας ἐφίπταται͵ καὶ συλᾷ τὰ ἄνθη· καὶ ἡ μὲν φονεῖ τὰ κηρία͵ τὰς ἐξαγώνους καὶ ἀντιθέτους σύριγγας ἐξυφαίνουσα καὶ τὰς εὐθείας ταῖς γωνίαις ἐπαλλάττουσα͵ ἔργον ὁμοῦ κάλλους καὶ ἀσφαλείας· ἡ δὲ τὸ μέλι ταῖς ἀποθήκαις ἐναποτίθεται καὶ γεωργεῖ τῷ ξενίζοντι καρπὸν γλυκὺν καὶ ἀνήροτον. Ὡς ὄφελόν γε καὶ ἡμεῖς͵ ὁ Χριστοῦ μελισσών͵ καὶ τοιοῦτο λαβόντες σοφίας καὶ φιλοπονίας ὑπόδειγμα. Ἄρτι δὲ καλιὰν ὄρνις πήγνυται͵ καὶ ὁ μὲν ἐπανέρχεται͵ ὁ δὲ εἰσοικίζεται͵ ὁ δὲ περιίπταται͵ καὶ καταφωνεῖ τὸ ἄλσος͵ καὶ περιλαλεῖ τὸν ἄνθρωπον. Πάντα Θεὸν ὑμνεῖ καὶ δοξάζει φωναῖς ἀλαλήτοις· ἐπὶ πᾶσι γὰρ εὐχαριστεῖται δι΄ ἐμοῦ Θεός· καὶ οὕτως ὁ ἐκείνων ὕμνος ἡμέτερος γίνεται͵ παρ΄ ὧν ἐγὼ τὸ ὑμνεῖν λαμβάνω. Νῦν μὲν γελᾷ πᾶν ζώων γένος καὶ πᾶσαν αἴσθησιν ἑστιώμεθα. Νῦν δὲ ὑψαύχην ἵππος καὶ ἀγέρωχος͵ τοῖς οἴκοις δυσχεραίνων καὶ τὰ δεσμὰ τυραννήσας͵ κροαίνει κατὰ πεδίον καὶ ποταμοῖς ὡραΐζεται.


Προσευχὴ τοῦ σύμπαντος κόσμου

Ω ΠΑΝΤΩΝ ἐπέκεινα τί γὰρ θέμις ἄλλο σε μέλπειν; Πῶς λόγος ὑμνήσει σε; σὺ γὰρ λόγῳ οὐδενὶ ῥητόν. Πῶς νόος ἀθρήσει σε; σὺ γὰρ νόῳ οὐδενὶ ληπτός. Μοῦνος ἐὼν ἄφραστος· ἐπεὶ τέκες ὅσσα λαλεῖται. Μοῦνος ἐὼν ἄγνωστος· ἐπεὶ τέκες ὅσσα νοεῖται. Πάντα σε καὶ λαλέοντα καὶ οὐ λαλέοντα λιγαίνει. Πάντα σε καὶ νοέοντα καὶ οὐ νοέοντα γεραίρει. Ξυνοὶ γάρ τε πόθοι͵ ξυναὶ δ΄ ὠδῖνες ἁπάντων Ἀμφὶ σέ· σοὶ δὲ τὰ πάντα προσεύχεται· εἰς σὲ δὲ πάντα Σύνθεμα σὸν νοέοντα λαλεῖ σιγώμενον ὕμνον. Σοὶ ἑνὶ πάντα μένει· σοὶ δ΄ ἀθρόα πάντα θοάζει. Καὶ πάντων τέλος ἐσσὶ καὶ εἷς καὶ πάντα καὶ οὐδείς͵ Οὐχ ἓν ἐὼν͵ οὐ πάντα· πανώνυμε͵ πῶς σε καλέσσω͵ Τὸν μόνον ἀκλήϊστον; Ὑπερνεφέας δὲ καλύπτρας Τίς νόος οὐρανίδης εἰσδύσεται; Ἵλαος εἴης͵ Ὦ πάντων ἐπέκεινα· τί γὰρ θέμις ἄλλο σε μέλπειν;


Ἀπὸ Κυριακὴ σὲ Κυριακή

ΩΣΠΕΡ ἡ πρώτη κτίσις τὴν ἀρχὴν ἀπὸ Κυριακῆς λαμβάνει (δῆλον δέ, ἀπὸ γὰρ ταύτης ἑβδόμη τὸ Σάββατον γίνεται͵ κατάπαυσις οὖσα τῶν ἔργων)͵ οὕτω καὶ ἡ δευτέρα πάλιν ἐκ τῆς αὐτῆς ἄρχηται͵ πρώτη οὖσα τῶν μετ΄ αὐτὴν καὶ ὀγδοὰς ἀπὸ τῶν πρὸ αὐτῆς͵ ὑψηλῆς ὑψηλοτέρα καὶ θαυμασίας θαυμασιωτέρα. Πρὸς γὰρ τὴν ἄνω φέρει κατάστασιν ἣν καὶ ὁ θεῖος Σολομὼν αἰνίττεσθαί μοι δοκεῖ͵ διδόναι μερίδα τοῖς ἑπτὰ τῷ βίῳ τούτῳ͵ νομοθετῶν· καί γε τοῖς ὀκτώ͵ τῷ μέλλοντι, ἐκ τῆς ἐντεῦθεν εὐπραγίας καὶ τῆς ἐκεῖθεν ἀποκαταστάσεως. Ἀλλὰ καὶ ὁ μέγας Δαβὶδ τῇ αὐτῇ προσᾴδειν ἔοικε τοὺς περὶ τῆς ὀγδόης ψαλμούς͵ ὥσπερ καὶ τῇ τῶν Ἐγκαινίων ἡμέρᾳ ταύτῃ ψαλμὸν ἕτερον͵ οἴκου τινὰ ἐγκαινισμὸν ὀνομάζων, ὅστις ἐσμὲν ἡμεῖς͵ οἱ Θεοῦ ναὸς εἶναί τε καὶ ἀκούειν ἠξιωμένοι καὶ γίνεσθαι.


Ὁ ἴδιος ἐπίγειος καὶ οὐράνιος

ΜΗ ἀπατάτωσαν οἱ ἄνθρωποι μηδὲ ἀπατάσθωσαν ἄνθρωπον ἄνουν δεχόμενοι τὸν Κυριακόν͵ ὡς αὐτοὶ λέγουσι͵ μᾶλλον δὲ τὸν Κύριον ἡμῶν καὶ Θεόν. Οὐδὲ γὰρ τὸν ἄνθρωπον χωρίζομεν τῆς θεότητος͵ ἀλλ΄ ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν͵ πρότερον μὲν οὐκ ἄνθρωπον͵ ἀλλὰ Θεὸν καὶ Υἱὸν μόνον καὶ προαιώνιον͵ ἀμιγῆ σώματος καὶ τῶν ὅσα σώματος͵ ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον͵ προσληφθέντα ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας͵ παθητὸν σαρκί͵ ἀπαθῆ θεότητι͵ περιγραπτὸν σώματι͵ ἀπερίγραπτον πνεύματι͵ τὸν αὐτὸν ἐπίγειον καὶ οὐράνιον͵ ὁρώμενον καὶ νοούμενον͵ χωρητὸν καὶ ἀχώρητον͵ ἵν΄ ὅλῳ ἀνθρώπῳ τῷ αὐτῷ καὶ Θεῷ ὅλος ἄνθρωπος ἀναπλασθῇ πεσὼν ὑπὸ τὴν ἁμαρτίαν. ... Καὶ εἰ δεῖ συντόμως εἰπεῖν͵ ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ Σωτὴρ (εἴπερ μὴ ταὐτὸν τὸ ἀόρατον τῷ ὁρατῷ καὶ τὸ ἄχρονον τῷ ὑπὸ χρόνον)͵ οὐκ ἄλλος δὲ καὶ ἄλλος· μὴ γένοιτο. Τὰ γὰρ ἀμφότερα ἓν τῇ συγκράσει͵ Θεοῦ μὲν ἐνανθρωπήσαντος͵ ἀνθρώπου δὲ θεωθέντος͵ ἢ ὅπως ἄν τις ὀνομάσειε. Λέγω δὲ ἄλλο καὶ ἄλλο͵ ἔμπαλιν ἢ ἐπὶ τῆς Τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος͵ ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν· οὐκ ἄλλο δὲ καὶ ἄλλο͵ ἓν γὰρ τὰ τρία καὶ ταὐτὸν τῇ θεότητι.


Θὰ γνωρίσουμε ὅσο μᾶς ἔχει γνωρίσει

ΘΕΟΝ͵ ὅ τί ποτε μέν ἐστι τὴν φύσιν καὶ τὴν οὐσίαν͵ οὔτε τις εὗρεν ἀνθρώπων πώποτε͵ οὔτε μὴ εὕρῃ. ἀλλ΄ εἰ μὲν εὑρήσει ποτέ͵ ζητείσθω τοῦτο καὶ φιλοσοφείσθω παρὰ τῶν βουλομένων. εὑρήσει δέ͵ ὡς ἐμὸς λόγος͵ ἐπειδὰν τὸ θεοειδὲς τοῦτο καὶ θεῖον͵ λέγω δὲ τὸν ἡμέτερον νοῦν τε καὶ λόγον͵ τῷ οἰκείῳ προσμίξῃ͵ καὶ ἡ εἰκὼν ἀνέλθῃ πρὸς τὸ ἀρχέτυπον͵ οὗ νῦν ἔχει τὴν ἔφεσιν. καὶ τοῦτο εἶναί μοι δοκεῖ τὸ πάνυ φιλοσοφούμενον͵ ἐπιγνώσεσθαι ποτε ἡμᾶς͵ ὅσον ἐγνώσμεθα. τὸ δὲ νῦν εἶναι βραχεῖά τις ἀπορροὴ πᾶν τὸ εἰς ἡμᾶς φθάνον͵ καὶ οἷον μεγάλου φωτὸς μικρὸν ἀπαύγασμα. ὥστε καὶ εἴ τις ἔγνω θεόν͵ ἢ ἐγνωκέναι μεμαρτύρηται͵ τοσοῦτον ἔγνω͵ ὅσον ἄλλου μὴ τὸ ἴσον ἐλλαμφθέντος φανῆναι φωτοειδέστερος. καὶ τὸ ὑπερβάλλον τέλειον ἐνομίσθη͵ οὐ τῇ ἀληθείᾳ͵ τῇ δὲ τοῦ πλησίον δυνάμει παραμετρούμενον.


Θεὸς ἑνώνεται μὲ Θεούς

ΘΕΟΣ ἦν ἀεὶ καὶ ἔστι καὶ ἔσται· μᾶλλον δὲ ἔστιν ἀεί. Τὸ γὰρ ἦν καὶ ἔσται τοῦ καθ΄ ἡμᾶς χρόνου τμήματα καὶ τῆς ῥευστῆς φύσεως· ὁ δὲ ὢν ἀεὶ καὶ τοῦτο αὐτὸς ἑαυτὸν ὀνομάζει τῷ Μωϋσεῖ χρηματίζων ἐπὶ τοῦ ὄρους. Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὼν ἔχει τὸ εἶναι͵ μήτε ἀρξάμενον͵ μήτε παυσόμενον͵ οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον͵ πᾶσαν ὑπερεκπῖπτον ἔννοιαν καὶ χρόνου καὶ φύσεως· νῷ μόνῳ σκιαγραφούμενος καὶ τοῦτο λίαν ἀμυδρῶς καὶ μετρίως͵ οὐκ ἐκ τῶν κατ΄ αὐτὸν͵ ἀλλ΄ ἐκ τῶν περὶ αὐτὸν ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα͵ πρὶν κρατηθῆναι φεῦγον καὶ πρὶν νοηθῆναι διαδιδράσκον· τοσαῦτα περιλάμπον ἡμῶν τὸ ἡγεμονικὸν καὶ ταῦτα κεκαθαρμένον͵ ὅσα καὶ ὄψιν ἀστραπῆς τάχος οὐχ ἱσταμένης. Ἐμοὶ δοκεῖν͵ ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτὸ (τὸ γὰρ τελέως ἄληπτον͵ ἀνέλπιστον καὶ ἀνεπιχείρητον)͵ τῷ δὲ ἀλήπτῳ θαυμάζηται͵ θαυμαζόμενον δὲ ποθῆται πλέον͵ ποθούμενον δὲ καθαίρῃ͵ καθαῖρον δὲ θεοειδεῖς ἀπεργάζηται͵ τοιούτοις δὲ γενομένοις͵ ὡς οἰκείοις ἤδη προσομιλῇ͵ τολμᾷ τι νεανικὸν ὁ λόγος͵ Θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος καὶ τοσοῦτον ἴσως͵ ὅσον ἤδη γινώσκει τοὺς γινωσκομένους. Ἄπειρον οὖν τὸ θεῖον καὶ δυσθεώρητον καὶ τοῦτο πάντη καταληπτὸν αὐτοῦ μόνον ἡ ἀπειρία· κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως ἢ ὅλον ἄληπτον εἶναι ἢ τελέως ληπτόν. Τί γὰρ ὃς ἁπλῆς ἐστι φύσεως͵ ἐπιζητήσωμεν. Οὐ γὰρ δὴ τοῦτο φύσις αὐτῷ ἡ ἁπλότης, εἴπερ μηδὲ τοῖς συνθέτοις͵ μόνον τὸ εἶναι συνθέτοις.

Διχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου͵ κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρ ταῦτα καὶ μὴ ἐν τούτοις ἄπειρον)͵ ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέψῃ͵ οὐκ ἔχων ὅποι στῇ καὶ ἀπερείσηται ταῖς περὶ Θεοῦ φαντασίαις͵ τὸ ἐνταῦθα ἄπειρον καὶ ἀνέκβατον͵ ἄναρχον προσηγόρευσεν· ὅταν δὲ εἰς τὰ κάτω καὶ τὰ ἑξῆς͵ ἀθάνατον καὶ ἀνώλεθρον· ὅταν δὲ συνέλῃ τὸ πᾶν͵ αἰώνιον. Αἰὼν γὰρ οὔτε χρόνος͵ οὔτε χρόνου τι μέρος· οὐδὲ γὰρ μετρητόν· ἀλλ΄ ὅπερ ἡμῖν ὁ χρόνος͵ ἡλίου φορᾷ μετρούμενος͵ τοῦτο τοῖς ἀϊδίοις αἰών͵ τὸ συμπαρεκτεινόμενον τοῖς οὖσιν͵ οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα. ... Ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τοῦτο͵ τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ͵ ἀλλ΄ ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι͵ ὡς πλείονα εἶναι τὰ εὐεργετούμενα (τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος)͵ πρῶτον μὲν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους· καὶ τὸ ἐννόημα ἔργον ἦν͵ Λόγῳ συμπληρούμενον καὶ Πνεύματι τελειούμενον. Καὶ οὕτως ὑπέστησαν λαμπρότητες δεύτεραι͵ λειτουργοὶ τῆς πρώτης λαμπρότητος· εἴτε νοερὰ πνεύματα͵ εἴτε πῦρ οἷον ἄϋλον καὶ ἀσώματον͵ εἴτε τινὰ φύσιν ἄλλην͵ ὅτι ἐγγυτάτω τῶν εἰρημένων͵ ταύτας ὑποληπτέον. Βούλομαι μὲν εἰπεῖν͵ ὅτι ἀκινήτους πρὸς τὸ κακὸν καὶ μόνην ἐχούσας τὴν τοῦ καλοῦ κίνησιν͵ ἅτε περὶ Θεὸν οὔσας καὶ τὰ πρῶτα ἐκ Θεοῦ λαμπομένας· τὰ γὰρ ἐνταῦθα͵ δευτέρας ἐλλάμψεως. Πείθει δέ με μὴ ἀκινήτους͵ ἀλλὰ δυσκινήτους καὶ ὑπολαμβάνειν ταύτας καὶ λέγειν͵ ὁ διὰ τὴν λαμπρότητα Ἑωσφόρος͵ σκότος διὰ τὴν ἔπαρσιν καὶ γενόμενος καὶ λεγόμενος͵ αἵ τε ὑπ΄ αὐτὸν ἀποστατικαὶ δυνάμεις͵ δημιουργοὶ τῆς κακίας͵ τῇ τοῦ καλοῦ φυγῇ καὶ ἡμῖν πρόξενοι. ...

Ἐπεὶ δὲ τὰ πρῶτα καλῶς εἶχεν αὐτῷ͵ δεύτερον ἐννοεῖ κόσμον ὑλικὸν καὶ ὁρώμενον· καὶ οὗτός ἐστι τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα͵ ἐπαινετὸν μὲν τῆς καθ΄ ἕκαστον εὐφυΐας͵ ἀξιεπαινετώτερον δὲ τῆς ἐξ ἁπάντων εὐαρμοστίας καὶ συμφωνίας͵ ἄλλου πρὸς ἄλλο τι καλῶς ἔχοντος καὶ πάντων πρὸς ἅπαντα εἰς ἑνὸς κόσμου συμπλήρωσιν· ἵνα δείξῃ μὴ μόνον οἰκείαν ἑαυτῷ φύσιν͵ ἀλλὰ καὶ πάντη ξένην ὑποστήσασθαι δυνατὸς ὤν. Οἰκεῖον μὲν γὰρ θεότητος αἱ νοεραὶ φύσεις καὶ νῷ μόνῳ ληπταί, ξένον δὲ παντάπασιν͵ ὅσαι ὑπὸ τὴν αἴσθησιν καὶ τούτων αὐτῶν ἔτι ποῤῥωτέρω͵ ὅσαι παντελῶς ἄψυχοι καὶ ἀκίνητοι. ... Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις οὕτως ἀπ΄ ἀλλήλων διακριθέντα͵ τῶν ἰδίων ὅρων ἐντὸς εἱστήκεισαν καὶ τὸ τοῦ δημιουργοῦ Λόγου μεγαλεῖον ἐν ἑαυτοῖς ἔφερον͵ σιγῶντες ἐπαινέται τῆς μεγαλουργίας καὶ διαπρύσιοι κήρυκες. Οὔπω δὲ ἦν κρᾶμα ἐξ ἀμφοτέρων͵ οὐδέ τις μίξις τῶν ἐναντίων͵ σοφίας μείζονος γνώρισμα καὶ τῆς περὶ τὰς φύσεις πολυτελείας, οὐδὲ ὁ πᾶς πλοῦτος τῆς ἀγαθότητος γνώριμος. Τοῦτο δὴ βουληθεὶς ὁ τεχνίτης ἐπιδείξασθαι Λόγος καὶ ζῶον ἓν ἐξ ἀμφοτέρων͵ ἀοράτου τε λέγω καὶ ὁρατῆς φύσεως͵ δημιουργεῖ τὸν ἄνθρωπον· καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προϋποστάσης͵ παρ΄ ἑαυτοῦ δὲ πνοὴν ἐνθεὶς (ὃ δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα Θεοῦ οἶδεν ὁ λόγος)͵ οἷόν τινα κόσμον δεύτερον͵ ἐν μικρῷ μέγαν͵ ἐπὶ τῆς γῆς ἵστησιν͵ ἄγγελον ἄλλον͵ προσκυνητὴν μικτόν͵ ἐπόπτην τῆς ὁρατῆς κτίσεως͵ μύστην τῆς νοουμένης͵ βασιλέα τῶν ἐπὶ γῆς͵ βασιλευόμενον ἄνωθεν͵ ἐπίγειον καὶ οὐράνιον͵ πρόσκαιρον καὶ ἀθάνατον͵ ὁρατὸν καὶ νοούμενον͵ μέσον μεγέθους καὶ ταπεινότητος, τὸν αὐτὸν͵ πνεῦμα καὶ σάρκα· πνεῦμα διὰ τὴν χάριν͵ σάρκα διὰ τὴν ἔπαρσιν· τὸ μὲν͵ ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην· τὸ δὲ͵ ἵνα πάσχῃ καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται τῷ μεγέθει φιλοτιμούμενος· ζῶον ἐνταῦθα οἰκονομούμενον καὶ ἀλλαχοῦ μεθιστάμενον καὶ πέρας τοῦ μυστηρίου τῇ πρὸς Θεὸν νεύσει θεούμενον. Εἰς τοῦτο γὰρ ἐμοὶ φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας͵ λαμπρότητα Θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν ἀξίαν τοῦ καὶ συνδήσαντος καὶ λύσοντος καὶ αὖθις συνδήσοντος ὑψηλότερον. ...

Πολλοῖς δὲ παιδευθεὶς πρότερον ἀντὶ πολλῶν τῶν ἁμαρτημάτων͵ ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε κατὰ διαφόρους αἰτίας καὶ χρόνους͵ λόγῳ͵ νόμῳ͵ προφήταις͵ εὐεργεσίαις͵ ἀπειλαῖς͵ πληγαῖς͵ ὕδασιν͵ ἐμπρησμοῖς͵ πολέμοις͵ νίκαις͵ ἥτταις͵ σημείοις ἐξ οὐρανοῦ͵ σημείοις ἐξ ἀέρος͵ ἐκ γῆς͵ ἐκ θαλάττης͵ ἀνδρῶν͵ πόλεων͵ ἐθνῶν ἀνελπίστοις μεταβολαῖς͵ ὑφ΄ ὧν ἐκτριβῆναι τὴν κακίαν τὸ σπουδαζόμενον ἦν. Τέλος ἰσχυροτέρου δεῖται φαρμάκου ἐπὶ δεινοτέροις τοῖς ἀῤῥωστήμασιν͵ ἀλληλοφονίαις͵ μοιχείαις͵ ἐπιορκίαις͵ ἀνδρομανίαις͵ τὸ πάντων ἔσχατον τῶν κακῶν καὶ πρῶτον͵ εἰδωλολατρείαις καὶ τῇ μεταθέσει τῆς προσκυνήσεως ἀπὸ τοῦ πεποιηκότος ἐπὶ τὰ κτίσματα. Ταῦτα ἐπειδὴ μείζονος ἐδεῖτο τοῦ βοηθήματος͵ μείζονος καὶ τυγχάνει. Τὸ δὲ ἦν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος͵ ὁ προαιώνιος͵ ὁ ἀόρατος͵ ὁ ἀπερίληπτος͵ ὁ ἀσώματος͵ ἡ ἐκ τῆς ἀρχῆς ἀρχή͵ τὸ ἐκ τοῦ φωτὸς φῶς͵ ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας͵ τὸ ἐκμαγεῖον τοῦ ἀρχετύπου κάλλους͵ ἡ μὴ κινουμένη σφραγίς͵ ἡ ἀπαράλλακτος εἰκών͵ ὁ τοῦ Πατρὸς ὅρος καὶ Λόγος ἐπὶ τὴν ἰδίαν εἰκόνα χωρεῖ καὶ σάρκα φορεῖ διὰ τὴν σάρκα καὶ ψυχῇ νοερᾷ διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται͵ τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων. Καὶ πάντα γίγνεται͵ πλὴν τῆς ἁμαρτίας͵ ἄνθρωπος· κυηθεὶς μὲν ἐκ τῆς Παρθένου καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ Πνεύματι (ἔδει γὰρ καὶ γέννησιν τιμηθῆναι͵ καὶ παρθενίαν προτιμηθῆναι), προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως͵ ἓν ἐκ δύο τῶν ἐναντίων͵ σαρκὸς καὶ Πνεύματος, ὧν͵ τὸ μὲν ἐθέωσε͵ τὸ δὲ ἐθεώθη. Ὢ τῆς καινῆς μίξεως ὢ τῆς παραδόξου κράσεως ὁ ὢν γίνεται καὶ ὁ ἄκτιστος κτίζεται καὶ ὁ ἀχώρητος χωρεῖται διὰ μέσης ψυχῆς νοερᾶς μεσιτευούσης θεότητι καὶ σαρκὸς παχύτητι. Καὶ ὁ πλουτίζων πτωχεύει, πτωχεύει γὰρ τὴν ἐμὴν σάρκα͵ ἵν΄ ἐγὼ πλουτήσω τὴν αὐτοῦ θεότητα. Καὶ ὁ πλήρης κενοῦται, κενοῦται γὰρ τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρόν͵ ἵν΄ ἐγὼ τῆς ἐκείνου μεταλάβω πληρώσεως. Τίς ὁ πλοῦτος τῆς ἀγαθότητος; Τί τὸ περὶ ἐμὲ τοῦτο μυστήριον; Μετέλαβον τῆς εἰκόνος καὶ οὐκ ἐφύλαξα· μεταλαμβάνει τῆς ἐμῆς σαρκός͵ ἵνα καὶ τὴν εἰκόνα σώσῃ καὶ τὴν σάρκα ἀθανατίσῃ. Δευτέραν κοινωνεῖ κοινωνίαν͵ πολὺ τῆς προτέρας παραδοξοτέραν· ὅσῳ τότε μὲν τοῦ κρείττονος μετέδωκε͵ νῦν δὲ μεταλαμβάνει τοῦ χείρονος. Τοῦτο τοῦ προτέρου θεοειδέστερον, τοῦτο τοῖς νοῦν ἔχουσιν ὑψηλότερον.


Τὴν ἀρετὴ ἐπαινῶντας, τὸν Θεὸ ἐπαινῶ

ΑΡΕΤΗΝ ἐπαινῶν͵ Θεὸν ἐπαινέσομαι͵ παρ΄ οὗ τοῖς ἀνθρώποις ἡ ἀρετὴ͵ καὶ τὸ πρὸς αὐτὸν ἀνάγεσθαι͵ ἢ ἐπανάγεσθαι διὰ τῆς συγγενοῦς ἐλλάμψεως. Πολλῶν γὰρ ὄντων ἡμῖν καὶ μεγάλων͵ οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκων καὶ ὅσων͵ ὧν ἐκ Θεοῦ ἔχομέν τε καὶ ἕξομεν· τοῦτο μέγιστον καὶ φιλανθρωπότατον͵ ἡ πρὸς αὐτὸν νεῦσίς τε καὶ οἰκείωσις. Ὅπερ γάρ ἐστι τοῖς αἰσθητοῖς ἥλιος͵ τοῦτο τοῖς νοητοῖς Θεός. Ὁ μὲν γὰρ τὸν ὁρώμενον φωτίζει κόσμον͵ ὁ δὲ τὸν ἀόρατον· καὶ ὁ μὲν τὰς σωματικὰς ὄψεις ἡλιοειδεῖς͵ ὁ δὲ τὰς νοερὰς φύσεις θεοειδεῖς ἀπεργάζεται. Καὶ ὥσπερ οὗτος τοῖς τε ὁρῶσι καὶ τοῖς ὁρωμένοις͵ τοῖς μὲν τὴν τοῦ ὁρᾷν͵ τοῖς δὲ τὴν τοῦ ὁρᾶσθαι παρέχων δύναμιν͵ αὐτὸς τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον· οὕτω Θεὸς τοῖς νοοῦσι καὶ τοῖς νοουμένοις͵ τοῖς μὲν τὸ νοεῖν͵ τοῖς δὲ τὸ νοεῖσθαι δημιουργῶν͵ αὐτὸς τῶν νοουμένων ἐστὶ τὸ ἀκρότατον͵ εἰς ὃν πᾶσα ἔφεσις ἵσταται͵ καὶ ὑπὲρ ὃν οὐδαμοῦ φέρεται. Οὐδὲ γὰρ ἔχει τι ὑψηλότερον͵ ἢ ὅλως ἕξει͵ οὐδὲ ὁ φιλοσοφώτατος νοῦς καὶ διαβατικώτατος ἢ πολυπραγμονέστατος. Τοῦτο γάρ ἐστι τὸ τῶν ὀρεκτῶν ἔσχατον͵ καὶ οὗ γενομένοις πάσης θεωρίας ἀνάπαυσις. Ὧτινι μὲν οὖν ἐξεγένετο͵ διὰ λόγου καὶ θεωρίας διασχόντι τὴν ὕλην καὶ τὸ σαρκικὸν τοῦτο͵ εἴτε νέφος χρὴ λέγειν͵ εἴτε προκάλυμμα͵ Θεῷ συγγενέσθαι͵ καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ κραθῆναι͵ καθόσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει· μακάριος οὗτος͵ τῆς τε ἐντεῦθεν ἀναβάσεως͵ καὶ τῆς ἐκεῖσε θεώσεως͵ ἣν τὸ γνησίως φιλοσοφῆσαι χαρίζεται͵ καὶ τὸ ὑπὲρ τὴν ὑλικὴν δυάδα γενέσθαι͵ διὰ τὴν ἐν τῇ Τριάδι νοουμένην ἑνότητα. Ὅστις δὲ ὑπὸ τῆς συζυγίας χείρων ἐγένετο καὶ τοσοῦτον τῷ πηλῷ συνεσχέθη͵ ὡς μὴ δυνηθῆναι ἐμβλέψαι πρὸς τὰς τῆς ἀληθείας αὐγὰς͵ μηδὲ ὑπὲρ τὰ κάτω γενέσθαι͵ γεγονὼς ἄνωθεν καὶ πρὸς τὰ ἄνω καλούμενος· ἄθλιος οὗτος ἐμοὶ τῆς τυφλώσεως͵ κἂν εὐροῇ τοῖς ἐνταῦθα· καὶ τοσούτῳ πλέον͵ ὅσῳπερ ἂν μᾶλλον ὑπὸ τῆς εὐροίας παίζηται καὶ πείθηται ἄλλο τι καλὸν εἶναι πρὸ τοῦ ὄντος καλοῦ͵ πονηρὸν πονηρᾶς δόξης καρπὸν δρεπόμενος ἢ ζόφον κατακριθῆναι ἢ ὡς πῦρ ἰδεῖν͵ ὃν ὡς φῶς οὐκ ἐγνώρισεν.


Φῶς στὸ Φῶς φανερώνεται

ΟΥΔΕΝ ἐδόκει μοι τοιοῦτον οἷον μύσαντα τὰς αἰσθήσεις͵ ἔξω σαρκὸς καὶ κόσμου γενόμενον͵ εἰς ἑαυτὸν συστραφέντα͵ μηδενὸς τῶν ἀνθρωπίνων προσαπτόμενον͵ ὅτι μὴ πᾶσα ἀνάγκη͵ ἑαυτῷ προσλαλοῦντα καὶ τῷ Θεῷ͵ ζῇν ὑπὲρ τὰ ὁρώμενα καὶ τὰς θείας ἐμφάσεις ἀεὶ καθαρὰς ἐν ἑαυτῷ φέρειν ἀμιγεῖς τῶν κάτω χαρακτήρων καὶ πλανωμένων͵ ὄντως ἔσοπτρον ἀκηλίδωτον Θεοῦ καὶ τῶν θείων καὶ ὂν καὶ ἀεὶ γινόμενον͵ φωτὶ προσλαμβάνοντα φῶς͵ καὶ ἀμαυροτέρῳ τρανότερον͵ ἤδη τὸ τοῦ μέλλοντος αἰῶνος ἀγαθὸν ταῖς ἐλπίσι καρπούμενον καὶ συμπεριπολεῖν ἀγγέλοις ἔτι ὑπὲρ γῆς ὄντα καταλιπόντα τὴν γῆν καὶ ὑπὸ τοῦ Πνεύματος ἄνω τιθέμενον. Εἴ τις ὑμῶν τούτῳ τῷ ἔρωτι κάτοχος͵ οἶδεν ὃ λέγω͵ καὶ τῷ τότε πάθει συγγνώσεται· τοὺς γὰρ πολλοὺς οὐδ΄ ἂν πείσαιμι λέγων ἴσως͵ ὅσοις καὶ ἐν γέλωτι τὸ πρᾶγμα δοκεῖ͵ κακῶς διατεθεῖσιν εἴτε ὑπὸ τῆς ἰδίας αὐτῶν ἀνοίας͵ εἴτε ὑπὸ τῶν ἀναξίων τοῦ ἐπαγγέλματος· οἳ πράγματι καλῷ κακὸν περιτεθείκασιν ὄνομα͵ τῇ φιλοσοφίᾳ τὴν κενοδοξίαν͵ συνεργὸν λαβόντες τὸν φθόνον καὶ τὴν τῶν πολλῶν κακίαν πρὸς τὸ χεῖρον οὖσαν ἑτοιμοτέραν· ἵν΄ ἕν γέ τι πάντως αὐτοῖς ἁμαρτάνηται͵ ἢ τὸ κακὸν ἐνεργούμενον͵ ἢ τὸ καλὸν ἀπιστούμενον.


Φῶς τῆς ἅγιας Τριάδας

ΤΗΝ γε λαμπρότητα τῶν ἁγίων μαρτύρων ὀψόμεθα͵ οὐδὲ γὰρ τοῦτο μικρόν͵ ὡς ὁ ἐμὸς λόγος͵ καὶ εἰς τὴν χαρὰν τοῦ αὐτοῦ Κυρίου εἰσελευσόμεθα καὶ τῷ φωτὶ τῆς μακαρίας καὶ ἀρχικῆς Τριάδος͵ εὖ οἶδ΄͵ ὅτι ἐλλαμφθησόμεθα τρανότερόν τε καὶ καθαρώτερον͵ εἰς ἣν πεπιστεύκαμεν καὶ ᾗ λατρεύομεν καὶ ἣν ὁμολογοῦμεν ἔμπροσθεν Θεοῦ καὶ ἀνθρώπων͵ μηδὲν δεδοικότες͵ μηδὲν αἰσχυνόμενοι͵ μὴ τοὺς ἔξωθεν ἐχθροὺς͵ μὴ τοὺς ἐν ἡμῖν αὐτοῖς ψευδοχρίστους καὶ πολεμίους τοῦ Πνεύματος. Καὶ ὁμολογοίημεν μέχρι τῆς ἐσχάτης ἀναπνοῆς ἐν πολλῇ παῤῥησίᾳ τὴν καλὴν παρακαταθήκην τῶν ἁγίων Πατέρων͵ τῶν ἐγγυτέρω Χριστοῦ͵ καὶ τῆς πρώτης πίστεως͵ τὴν σύντροφον ἡμῖν ἐκ παίδων ὁμολογίαν͵ ἣν πρώτην ἐφθεγξάμεθα͵ καὶ ᾗ τελευταῖον συναπέλθοιμεν͵ τοῦτο͵ εἰ μή τι ἄλλο͵ ἐντεῦθεν ἀποφερόμενοι͵ τὴν εὐσέβειαν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης͵ ὁ καταλλάξας ἡμᾶς ἑαυτῷ διὰ τοῦ Σταυροῦ͵ διὰ τῆς ἁμαρτίας πολεμωθέντας, ὁ εὐαγγελισάμενος εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακράν͵ τοῖς τε ὑπὸ νόμον καὶ τοῖς ἔξω νόμου, ὁ τῆς ἀγάπης πατήρ͵ ἡ ἀγάπη· ταῦτα γὰρ πρὸ τῶν ἄλλων χαίρει καλούμενος͵ ἵνα νομοθετήσῃ καὶ τοῖς ὀνόμασι τὸ φιλάδελφον͵ ὁ τὴν καινὴν ἐντολὴν δοὺς ἐν τῷ τοσοῦτον ἀγαπᾷν ἀλλήλους͵ ὅσον καὶ ἠγαπήμεθα· ὁ δοὺς καὶ τυραννεῖν καλῶς͵ καὶ τυραννεῖσθαι διὰ τὸν φόβον καὶ ἀναδύεσθαι σὺν λόγῳ͵ καὶ θαῤῥεῖν πάλιν διὰ τὸν λόγον· ὁ καὶ τὰ μεγάλα ποίμνια καταρτίζων καὶ τὰ μικρὰ μεγαλύνων διὰ τῆς χάριτος͵ αὐτός͵ κατὰ τὸ πλῆθος τῆς ἑαυτοῦ χρηστότητος͵ ἡμᾶς μὲν παρακαλέσαι παρακλήσει πολλῇ καὶ εἰς τὰ ἔμπροσθεν ἄγοι συμποιμαίνων καὶ διασώζων τὸ ποίμνιον· ὑμᾶς δὲ καταρτίσειεν εἰς πᾶν ἔργον ἀγαθὸν καὶ πνευματικῶς πανηγυρίζειν τοῖς μάρτυσι πείσειε καὶ τῆς ἐκεῖθεν τρυφῆς καταξιώσειεν͵ ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία, καὶ ὀφθέντας ἐν δικαιοσύνῃ τῆς ἑαυτοῦ δόξης κορέσειεν͵ ἐποφθείσης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν͵ ᾧ ἡ δόξα καὶ τὸ κράτος͵ ἡ τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Μὲ τὸ χέρι τοῦ Θεοῦ ἔχουμε ὅλοι γραφεῖ

ΕΣΤΑΙ καὶ ἄλλη τις ἐγγραφὴ καὶ ἄλλος ἀπογραφεύς· εἴ τινα βίβλον ζώντων ἀκούεις καὶ βίβλον οὐ σωζομένων. Ἐκεῖ πάντες ἐγγραφησόμεθα͵ μᾶλλον δὲ ἤδη γεγράμμεθα κατ΄ ἀξίαν τῶν ἐνταῦθα βεβιωμένων ἕκαστος. Οὐ πλοῦτος ἔχει τὸ πλέον ἐκεῖ͵ οὐ πενία τὸ ἔλαττον͵ οὐ χάρις͵ οὐκ ἔχθρα͵ οὐκ ἄλλο τι τῶν ἁπάντων͵ οἷς ἐνταῦθα τὸ δίκαιον κλέπτεται. Δακτύλῳ Θεοῦ πάντες γεγράμμεθα καὶ ἀνοιγήσεται ἡμῖν βίβλος ἐν ἡμέρᾳ ἀποκαλύψεως. Μικρὸς μὲν καὶ μέγας ἐκεῖ ἐστι καὶ θεράπων ὁμοῦ δεσπότῃ͵ τὸ Σολομῶντος φθέγξομαι͵ καὶ βασιλεὺς ἀρχομένῳ καὶ ἀπογραφεὺς ἀπογραφομένῳ καὶ ἡ λαμπρότης ἐγγύθεν. Καὶ τὸ δύσφημον σιωπήσομαι· πλὴν οἷα γράφομεν͵ τοιαῦτα καὶ γραφησόμεθα. Ταύτην ποίησον σεαυτῷ τὴν ἐγγραφὴν χρηστοτέραν͵ ἡμῖν φανεὶς χρηστὸς καὶ φιλάνθρωπος.


Τὰ πάντα στὰ πάντα

ΕΣΤΑΙ δὲ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως· οὐχ ὁ Πατήρ͵ πάντως εἰς αὐτὸν ἀναλυθέντος τοῦ Υἱοῦ͵ ὥσπερ εἰς πυρὰν μεγάλην λαμπάδος πρὸς καιρὸν ἀποσπασθείσης͵ εἶτα συναφθείσης͵ μηδὲ γὰρ Σαβέλλιοι τῷ ῥητῷ τούτῳ παραφθειρέσθωσαν͵ ἀλλ΄ ὅλος Θεός͵ ὅταν μηκέτι πολλὰ ὦμεν͵ ὥσπερ νῦν τοῖς κινήμασι καὶ τοῖς πάθεσιν͵ οὐδὲν ὅλως θεοῦ͵ ἢ ὀλίγον͵ ἐν ἡμῖν αὐτοῖς φέροντες͵ ἀλλ΄ ὅλοι θεοειδεῖς͵ ὅλου Θεοῦ χωρητικοὶ καὶ μόνου. τοῦτο γὰρ ἡ τελείωσις͵ πρὸς ἣν σπεύδομεν· τεκμηριοῖ δὲ μάλιστα Παῦλος αὐτός. ὃ γὰρ ἐνταῦθα περὶ θεοῦ φησὶν ἀορίστως͵ ἀλλαχοῦ σαφῶς περιορίζει Χριστῷ. τί λέγων; Ὅπου οὐκ ἔνι Ἕλλην͵ οὐδὲ Ἰουδαῖος͵ περιτομὴ καὶ ἀκροβυστία͵ βάρβαρος͵ Σκύθης͵ δοῦλος͵ ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

______________________________________ Αρχειοθήκη αναρτησεων ιστολογίου