Πέμπτη, 13 Σεπτεμβρίου 2012

Γρηγόριος ὁ Θεολόγος

Τὰ μυστικὰ χρειάζεται νὰ λέγονται μὲ μυστικὸ τρόπο

ΟΥ παντός͵ ὦ οὗτοι͵ τὸ περὶ θεοῦ φιλοσοφεῖν͵ οὐ παντός· οὐχ οὕτω τὸ πρᾶγμα εὔωνον καὶ τῶν χαμαὶ ἐρχομένων. προσθήσω δέ͵ οὐδὲ πάντοτε͵ οὐδὲ πᾶσιν͵ οὐδὲ πάντα͵ ἀλλ΄ ἔστιν ὅτε͵ καὶ οἷς͵ καὶ ἐφ΄ ὅσον. οὐ πάντων μέν͵ ὅτι τῶν ἐξητασμένων καὶ διαβεβηκότων ἐν θεωρίᾳ͵ καὶ πρὸ τούτων καὶ ψυχὴν καὶ σῶμα κεκαθαρμένων͵ ἢ καθαιρομένων͵ τὸ μεριώτατον. μὴ καθαρῷ γὰρ ἅπτεσθαι καθαροῦ τυχὸν οὐδὲ ἀσφαλές͵ ὥσπερ οὐδὲ ὄψει σαθρᾷ ἡλιακῆς ἀκτῖνος. ὅτε δέ; ἡνίκα ἂν σχολὴν ἄγωμεν ἀπὸ τῆς ἔξωθεν ἰλύος καὶ ταραχῆς͵ καὶ μὴ τὸ ἡγεμονικὸν ἡμῶν συγχέηται τοῖς μοχθηροῖς τύποις καὶ πλανωμένοις͵ οἷον γράμμασι πονηροῖς ἀναμιγνύντων κάλλη γραμμάτων͵ ἢ βορβόρῳ μύρων εὐωδίαν. δεῖ γὰρ τῷ ὄντι σχολάσαι͵ καὶ γνῶναι θεόν· καὶ ὅταν λάβωμεν καιρόν͵ κρίνειν θεολογίας εὐθύτητα. τίσι δέ; οἷς τὸ πρᾶγμα διὰ σπουδῆς͵ καὶ οὐχ ὡς ἕν τι τῶν ἄλλων καὶ τοῦτο φλυαρεῖται ἡδέως͵ μετὰ τοὺς ἱππικούς͵ καὶ τὰ θέατρα͵ καὶ τὰ ᾄσματα͵ καὶ τὴν γαστέρα͵ καὶ τὰ ὑπὸ γαστέρα· οἷς καὶ τοῦτο μέρος τρυφῆς͵ ἡ περὶ ταῦτα ἐρεσχελία καὶ κομψεία τῶν ἀντιθέσεων. τίνα δὲ φιλοσοφητέον͵ καὶ ἐπὶ πόσον; ὅσα ἡμῖν ἐφικτά͵ καὶ ἐφ΄ ὅσον ἡ τοῦ ἀκούοντος ἕξις ἐφικνεῖται καὶ δύναμις· ἵνα μὴ καθάπερ αἱ ὑπερβάλλουσαι τῶν φωνῶν͵ ἢ τῶν τροφῶν͵ τὴν ἀκοὴν βλάπτουσιν ἢ τὰ σώματα͵ εἰ βούλει δέ͵ τῶν φορτίων τὰ ὑπὲρ δύναμιν τοὺς ὑποβαίνοντας͵ ἢ τὴν γῆν τῶν ὑετῶν οἱ σφοδρότεροι͵ οὕτω δὴ καὶ οὗτοι τοῖς στερροῖς͵ ἵν΄ οὕτως εἴπω͵ τῶν λόγων καταπιεσθέντες καὶ βαρυνθέντες ζημιωθεῖεν καὶ εἰς τὴν ἀρχαίαν δύναμιν. Καὶ οὐ λέγω τοῦτο μὴ δεῖν πάντοτε μεμνῆσθαι θεοῦ. μὴ πάλιν ἐπιφυέσθωσαν ἡμῖν οἱ πάντα εὔκολοι καὶ ταχεῖς. μνημονευτέον γὰρ θεοῦ μᾶλλον ἢ ἀναπνευστέον· καί͵ εἰ οἷόν τε τοῦτο εἰπεῖν͵ μηδὲ ἄλλο τι ἢ τοῦτο πρακτέον. κἀγὼ τῶν ἐπαινούντων εἰμὶ τὸν λόγον͵ ὃς μελετᾶν ἡμέρας καὶ νυκτὸς διακελεύεται͵ καὶ ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγεῖσθαι͵ καὶ εὐλογεῖν τὸν Κύριον ἐν παντὶ καιρῷ· εἰ δεῖ καὶ τὸ Μωυσέως εἰπεῖν͵ κοιταζόμενον͵ διανιστάμενον ὁδοιποροῦντα͵ ὅ τι οὖν ἄλλο πράττοντα͵ καὶ τῇ μνήμῃ τυποῦσθαι πρὸς καθαρότητα.

ὥστε οὐ τὸ μεμνῆσθαι διηνεκῶς κωλύω͵ τὸ θεολογεῖν δέ· οὐδὲ τὴν θεολογίαν͵ ὥσπερ ἀσεβές͵ ἀλλὰ τὴν ἀκαιρίαν· οὐδὲ τὴν διδασκαλίαν͵ ἀλλὰ τὴν ἀμετρίαν. ἢ μέλιτος μὲν πλησμονὴ καὶ κόρος ἔμετον ἐργάζεται͵ καίπερ ὄντος μέλιτος͵ καὶ καιρὸς τῷ παντὶ πράγματι͵ ὡς Σολομῶντι κἀμοὶ δοκεῖ͵ καὶ τὸ καλὸν οὐ καλόν͵ ὅταν μὴ καλῶς γίνηται͵ ὥσπερ ἄνθος ἐν χειμῶνι παντελῶς ἄωρον͵ καὶ γυναιξὶ κόσμος ἀνδρεῖος͵ ἢ γυναικεῖος ἀνδράσι͵ καὶ πένθει γεωμετρία͵ καὶ πότῳ δάκρυον͵ ἐνταῦθα δὲ μόνον τὸν καιρὸν ἀτιμάσομεν͵ οὗ μάλιστα τιμητέον τὸ εὔκαιρον; Μηδαμῶς͵ ὦ φίλοι καὶ ἀδελφοί· ἀδελφοὺς γὰρ ὑμᾶς ἔτι καλῶ͵ καίπερ οὐκ ἀδελφικῶς ἔχοντας· μὴ οὕτω διανοώμεθα͵ μηδὲ καθάπερ ἵπποι θερμοὶ καὶ δυσκάθεκτοι͵ τὸν ἐπιβάτην λογισμὸν ἀπορρίψαντες καὶ τὴν καλῶς ἄγχουσαν εὐλάβειαν ἀποπτύσαντες͵ πόρρω τῆς νύσσης θέωμεν· ἀλλ΄ εἴσω τῶν ἡμετέρων ὅρων φιλοσοφῶμεν͵ καὶ μὴ εἰς Αἴγυπτον ἐκφερώμεθα͵ μηδὲ εἰς Ἀσσυρίους κατασυρώμεθα͵ μηδὲ ᾄδωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας͵ πάσης ἀκοῆς λέγω͵ ξένης τε καὶ ἡμετέρας͵ ἐχθρᾶς καὶ φιλίας͵ εὐγνώμονος καὶ ἀγνώμονος͵ ἣ λίαν ἐπιμελῶς τηρεῖ τὰ ἡμέτερα͵ καὶ βούλοιτο ἂν τὸν σπινθῆρα τῶν ἐν ἡμῖν κακῶν γενέσθαι φλόγα͵ ἐξάπτει τε καὶ ἀναρριπίζει καὶ εἰς οὐρανὸν αἴρει ταῖς παρ΄ ἑαυτῆς αὔραις λανθάνουσα͵ καὶ ποιεῖ τῆς Βαβυλωνίας φλογὸς τὰ κύκλῳ καταφλεγούσης ὑψηλοτέραν. ἐπειδὴ γὰρ οὐκ ἐν τοῖς ἑαυτῶν δόγμασιν ἔχουσι τὴν ἰσχύν͵ ἐν τοῖς ἡμετέροις σαθροῖς ταύτην θηρεύουσι͵ καὶ διὰ τοῦτο͵ ὥσπερ αἱ μυῖαι τοῖς τραύμασιν͵ οὕτω τοῖς ἡμετέροις ἐπιτίθενται - εἴτε ἀτυχήμασι χρὴ λέγειν͵ εἴτε ἁμαρτήμασιν. ἀλλ΄ ἡμεῖς γε μὴ ἐπὶ πλεῖον ἡμᾶς αὐτοὺς ἀγνοήσωμεν͵ μηδὲ τὸ περὶ ταῦτα κόσμιον ἀτιμάσωμεν· ἀλλ΄ εἰ μὴ τὴν ἔχθραν καταλύσασθαι δυνατόν͵ ἐκεῖνό γε συμβῶμεν ἀλλήλοις͵ μυστικῶς τὰ μυστικὰ φθέγγεσθαι͵ καὶ ἁγίως τὰ ἅγια͵ καὶ μὴ ῥίπτειν εἰς βεβήλους ἀκοὰς τὰ μὴ ἔκφορα͵ μηδὲ σεμνοτέρους ἡμῶν ἀποφαίνωμεν τοὺς προσκυνοῦντας τοῖς δαιμονίοις καὶ τῶν αἰσχρῶν μύθων καὶ πραγμάτων θεραπευτάς͵ οἳ θᾶττον ἂν τοῦ αἵματος ἢ λόγων ἔστιν ὧν μεταδοῖεν τοῖς ἀμυήτοις.

ἀλλ΄ εἰδῶμεν͵ ὥσπερ ἐσθῆτος καὶ διαίτης καὶ γέλωτος καὶ βαδίσματος οὖσάν τινα κοσμιότητα͵ οὕτω καὶ λόγου καὶ σιωπῆς͵ ὅτι καὶ λόγον πρεσβεύομεν μετὰ τῶν ἄλλων τοῦ θεοῦ προσηγοριῶν καὶ δυνάμεων. ἔστω καὶ τὸ φιλόνεικον ἡμῶν ἔννομον. Τί γέννησιν ἀκούει θεοῦ καὶ κτίσιν͵ καὶ θεὸν ἐξ οὐκ ὄντων͵ καὶ τομὴν καὶ διαίρεσιν καὶ ἀνάλυσιν͵ ὁ πικρὸς τῶν λεγομένων ἀκροατής; τί δικαστὰς τοὺς κατηγόρους καθίζομεν; τί τὰ ξίφη τοῖς ἐχθροῖς ἐγχειρίζομεν; πῶς͵ οἴει͵ δέξεται τὸν περὶ τούτων λόγον͵ ἢ μεθ΄ οἵας τῆς διανοίας͵ ὁ τὰς μοιχείας ἐπαινῶν καὶ τὰς παιδοφθορίας καὶ προσκυνῶν τὰ πάθη καὶ μηδὲν ὑπὲρ τὸ σῶμα διανοηθῆναι δυνάμενος͵ ὁ χθὲς καὶ πρώην ἑαυτῷ στήσας θεούς͵ καὶ τούτους ἐπὶ τοῖς αἰσχίστοις γνωριζομένους; οὐχ ὑλικῶς; οὐκ αἰσχρῶς; οὐκ ἀμαθῶς; οὐκ ἀμαθῶς; οὐχ ὡς εἴωθεν; οὐ συνήγορον τῶν οἰκείων θεῶν καὶ παθῶν τὴν σὴν θεολογίαν ποιήσεται; εἰ γὰρ αὐτοὶ ταῖς φωναῖς ταύταις ἐπηρεάζομεν͵ σχολῇ γ΄ ἂν ἐκείνους πείσαιμεν φιλοσοφεῖν ἐν τοῖς ἡμετέροις· καὶ εἰ παρ΄ ἑαυτῶν εἰσὶν ἐφευρεταὶ κακῶν͵ πότε ἂν τῶν διδομένων ἀπόσχοιντο; ταῦτα ἡμῖν ὁ πρὸς ἀλλήλους πόλεμος. ταῦτα οἱ πλεῖον ὑπὲρ τοῦ Λόγου μαχόμενοι͵ ἢ ὅσον ἀρέσκει τῷ Λόγῳ͵ καὶ ταὐτὸν πάσχοντες τοῖς μαινομένοις͵ οἳ τοὺς ἰδίους οἴκους ἀνάπτουσιν͵ ἢ τοὺς παῖδας σπαράττουσιν͵ ἢ τοὺς γονέας περιωθοῦσιν͵ ὡς ἀλλοτρίους νομίζοντες. Ἐπεὶ δὲ ἀπεσκευασάμεθα τοῦ λόγου τὸ ἀλλότριον͵ καὶ εἰς τὴν ἀγέλην τῶν χοίρων ἀπεπεμψάμεθα τὸν πολὺν λεγεῶνα κατὰ βυθῶν χωρήσαντα͵ ὃ δεύτερόν ἐστι͵ πρὸς ἡμᾶς αὐτοὺς ἴδωμεν͵ καὶ ξέσω μεν εἰς κάλλος͵ ὥσπερ ἀνδριάντα͵ τὸν θεολόγον. ἐκεῖνο δὲ πρῶτον λογισώμεθα͵ τίς ἡ τοσαύτη περὶ τὸν λόγον φιλοτιμία καὶ γλωσσαλγία; τίς ἡ καινὴ νόσος αὕτη καὶ ἀπληστία; τί τὰς χεῖρας δήσαντες τὰς γλώσσας ὡπλίσαμεν; οὐ φιλοξενίαν ἐπαινοῦμεν; οὐ φιλαδελφίαν͵ οὐ φιλανδρίαν͵ οὐ παρθενίαν͵ οὐ πτωχοτροφίαν θαυμάζομεν; οὐ ψαλμῳδίαν͵ οὐ πάννυχον στάσιν͵ οὐ δάκρυον; οὐ τὸ σῶμα νηστείαις ὑποπιέζομεν; οὐ δι΄ εὐχῆς πρὸς θεὸν ἐκδημοῦμεν; οὐ τῷ κρείττονι τὸ χεῖρον ὑποζεύγνυμεν͵ τὸν χοῦν λέγω τῷ πνεύματι͵ ὡς ἂν οἱ τῷ κράματι δικαίως δικάζοντες; οὐ μελέτην θανάτου τὸν βίον ποιούμεθα; οὐ τῶν παθῶν δεσπόται καθιστάμεθα͵ μεμνημένοι τῆς ἄνωθεν εὐγενείας; οὐ θυμὸν τιθασσεύομεν ἐξοιδοῦντα καὶ ἀγριαίνοντα; οὐκ ἔπαρσιν καταβάλλουσαν͵ οὐ λύπην ἀλόγιστον͵ οὐχ ἡδονὴν ἀπαίδευτον͵ οὐ γέλωτα πορνικόν͵ οὐκ ὄψιν ἄτακτον͵ οὐκ ἀκοὴν ἄπληστον͵ οὐ λόγον ἄμετρον͵ οὐ διάνοιαν ἔκτοπον͵ οὐχ ὅσα παρ΄ ἡμῶν ὁ πονηρὸς καθ΄ ἡμῶν λαμβάνει͵ τὸν διὰ τῶν θυρίδων͵ ὡς ἡ γραφή φησιν͵ εἴτουν αἰσθητηρίων͵ εἰσάγων θάνατον; πᾶν μὲν οὖν τοὐναντίον͵ καὶ τοῖς ἄλλων πάθεσιν ἐλευθερίαν δεδώκαμεν͵ ὥσπερ οἱ βασιλεῖς τὰς ἐπινικίους ἀφέσεις͵ μόνον ἂν πρὸς ἡμᾶς νεύωσι͵ καὶ κατὰ θεοῦ φέρωνται θρασύτερον καὶ κακὸν οὐ καλοῦ πράγματος μισθὸν ἀντιδίδομεν͵ τῆς ἀσεβείας τὴν παρρησίαν.

Καίτοιγε͵ ὦ διαλεκτικὲ καὶ λάλε͵ ἐρωτήσω σέ τι μικρόν· Σὺ δὲ ἀπόκριναί͵ φησι τῷ Ἰὼβ ὁ διὰ λαίλαπος καὶ νεφῶν χρηματίζων. πότερον πολλαὶ μοναὶ παρὰ τῷ Θεῷ͵ ὅπερ ἀκούεις͵ ἢ μία; πολλαί͵ δώσεις δηλαδή͵ καὶ οὐ μία. πότερον δὲ πληρωθῆναι δεῖ πάσας͵ ἢ τὰς μέν͵ τὰς δὲ οὐ͵ ὡς εἶναι κενὰς καὶ μάτην ἡτοιμασμένας; ναὶ πάσας· οὐδὲν γὰρ εἰκῇ τῶν παρὰ Θεοῦ γενομένων. ταύτην δὲ ὅ τί ποτε θήσεις τὴν μονήν͵ ἔχοις ἂν εἰπεῖν; ἄρα τὴν ἐκεῖθεν ἀνάπαυσίν τε καὶ δόξαν τὴν ἀποκειμένην τοῖς μακαρίοις͵ ἢ ἄλλο τι; οὐκ ἄλλο ἢ τοῦτο. ἐπειδὴ τοῦτο ὡμολογήσαμεν͵ κἀκεῖνο προσεξετάσωμεν. ἔστι τι τὸ ταύτας προξενοῦν τὰς μονάς͵ ὡς ὁ ἐμὸς λόγος͵ ἢ οὐδέν; ἔστι πάντως. τί τοῦτο; τὸ διαφόρους εἶναι πολιτείας καὶ προαιρέσεις͵ καὶ ἄλλην ἀλλαχοῦ φέρειν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως͵ ὅπερ καὶ ὁδοὺς ὀνομάζομεν. πάσας οὖν ὁδευτέον͵ ἢ τινὰς τῶν ὁδῶν τούτων; εἰ μὲν οἷόν τε τὸν αὐτόν͵ πάσας· εἰ δὲ μή͵ ὅτι πλείστας· εἰ δὲ μή͵ τινάς· εἰ δὲ μηδὲ τοῦτο͵ μέγα κἂν εἰ μίαν διαφερόντως͵ ὥς γέ μοι φαίνεται. ὀρθῶς τοῦτο ὑπολαμβάνεις. τί οὖν; ὅταν ἀκούσῃς μίαν ὁδὸν εἶναι͵ καὶ ταύτην στενήν͵ τί σοι φαίνεται δηλοῦν ὁ λόγος; μίαν μὲν διὰ τὴν ἀρετήν· μία γάρ͵ κἂν εἰς πολλὰ σχίζηται· στενὴν δὲ διὰ τοὺς ἱδρῶτας καὶ τὸ μὴ πολλοῖς εἶναι βατήν͵ ὡς πρὸς τὸ πλῆθος τῶν ἐναντίων καὶ ὅσοι διὰ τῆς κακίας ὁδεύουσιν. οὕτω κἀμοὶ δοκεῖ. τί οὖν͵ ὦ βέλτιστε͵ εἴπερ τοῦτο οὕτως ἔχει͵ ὥσπερ τινὰ πενίαν καταγνόντες τοῦ ἡμετέρου λόγου͵ πάσας τὰς ἄλλας ὁδοὺς ἀφέντες͵ πρὸς μίαν ταύτην φέρεσθε καὶ ὠθεῖσθε τὴν διὰ λόγου καὶ θεωρίας͵ ὡς αὐτοὶ οἴεσθε͵ ὡς δὲ ἐγώ φημι͵ ἀδολεσχίας καὶ τερατείας; ἐπιτιμάτω Παῦλος ὑμῖν͵ τοῦτο πικρῶς ὀνειδίζων μετὰ τὴν ἀπαρίθμησιν τῶν χαρισμάτων͵ ἐν οἷς φησί· Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; καὶ τὰ ἑξῆς. Ἔστω δέ· ὑψηλὸς σύ͵ καὶ ὑψηλῶν πέρα͵ καὶ ὑπὲρ τὰς νεφέλας͵ εἰ βούλει͵ ὁ τῶν ἀθεάτων θεατής͵ ὁ τῶν ἀρρήτων ἀκροατής͵ ὁ μετὰ Ἠλίαν μετάρσιος͵ καὶ ὁ μετὰ Μωυσέα θεοφανείας ἠξιωμένος͵ καὶ μετὰ Παῦλον οὐράνιος. τί καὶ τοὺς ἄλλους αὐθήμερον πλάττεις ἁγίους͵ καὶ χειροτονεῖς θεολόγους͵ καὶ οἷον ἐμπνεῖς τὴν παίδευσιν͵ καὶ πεποίηκας λογίων ἀμαθῶν πολλὰ συνέδρια; τί τοῖς ἀραχνίοις ὑφάσμασιν ἐνδεσμεῖς τοὺς ἀσθενεστέρους͵ ὡς δή τι σοφὸν καὶ μέγα; τί σφηκιὰς ἐγείρεις κατὰ τῆς πίστεως; τί σχεδιάζεις ἡμῖν διαλεκτικῶν ἀνάδοσιν͵ ὥσπερ οἱ μῦθοι πάλαι τοὺς γίγαντας; τί τῶν ἀνδρῶν ὅσον κοῦφον καὶ ἄνανδρον͵ ὥσπερ τινὰ συρφετόν͵ εἰς μίαν χαράδραν συναγαγών͵ καὶ κολακείᾳ πλέον θηλύνας͵ καινὸν ἀσεβείας ἐργαστήριον ἐδημιούργησας͵ οὐκ ἀσόφως τὴν ἄνοιαν αὐτῶν ἐκκαρπούμενος; Ἀντιλέγεις καὶ τούτοις; καὶ οὐδαμοῦ σοι τἄλλα; καὶ τὴν γλῶσσαν δεῖ δυναστεύειν πάντως͵ καὶ οὐ κατέχεις τὴν ὠδῖνα τοῦ λόγου; ἔχεις καὶ ἄλλας ὑποθέσεις πολλάς τε καὶ φιλοτίμους. ἐκεῖ τρέψον μετὰ τοῦ χρησίμου τὴν νόσον.


Μονάδα ἐξ ἀρχῆς ὣς τὴν Τριάδα σταμάτησε

ΗΜΙΝ δὲ μοναρχία τὸ τιμώμενον· μοναρχία δέ͵ οὐχ ἣν ἓν περιγράφει πρόσωπον· ἔστι γὰρ καὶ τὸ ἓν στασιάζον πρὸς ἑαυτὸ πολλὰ καθίστασθαι· ἀλλ΄ ἣν φύσεως ὁμοτιμία συνίστησι καὶ γνώμης σύμπνοια καὶ ταὐτότης κινήσεως καὶ πρὸς τὸ ἓν τῶν ἐξ αὐτοῦ σύννευσις͵ ὅπερ ἀμήχανον ἐπὶ τῆς γεννητῆς φύσεως͵ ὥστε κἂν ἀριθμῷ διαφέρῃ͵ τῇ γε οὐσίᾳ μὴ τέμνεσθαι. διὰ τοῦτο μονὰς ἀπ΄ ἀρχῆς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη. καὶ τοῦτό ἐστιν ἡμῖν ὁ Πατήρ͵ καὶ ὁ Υἱός͵ καὶ τὸ ἅγιον Πνεῦμα· ὁ μὲν γεννήτωρ καὶ προβολεύς͵ λέγω δὲ ἀπαθῶς καὶ ἀχρόνως καὶ ἀσωμάτως· τῶν δέ͵ τὸ μὲν γέννημα͵ τὸ δὲ πρόβλημα ἢ οὐκ οἶδ΄ ὅπως ἄν τις ταῦτα καλέσειεν͵ ἀφελὼν πάντῃ τῶν ὁρωμένων. οὐ γὰρ δὴ ὑπέρχυσιν ἀγαθότητος εἰπεῖν θαρρήσομεν͵ ὃ τῶν παρ΄ Ἕλλησι φιλοσοφησάντων εἰπεῖν τις ἐτόλμησεν͵ οἷον κρατήρ τις ὑπερερρύῃ͵ σαφῶς οὑτωσὶ λέγων͵ ἐν οἷς περὶ πρώτου αἰτίου καὶ δευτέρου φιλοσοφεῖ· μή ποτε ἀκούσιον τὴν γέννησιν εἰσαγάγωμεν καὶ οἷον περίττωμά τι φυσικὸν καὶ δυσκάθεκτον͵ ἥκιστα ταῖς περὶ θεότητος ὑπονοίαις πρέπον. διὰ τοῦτο ἐπὶ τῶν ἡμετέρων ὅρων ἱστάμενοι τὸ ἀγέννητον εἰσάγομεν καὶ τὸ γεννητὸν καὶ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον͵ ὥς πού φησιν αὐτὸς ὁ Θεὸς καὶ Λόγος. Πότε οὖν ταῦτα; ὑπὲρ τὸ πότε ταῦτα. εἰ δὲ δεῖ τι καὶ νεανικῶς εἰπεῖν͵ ὅτε ὁ Πατήρ. πότε δὲ ὁ Πατήρ; οὐκ ἦν ὅτε οὐκ ἦν. τοῦτο οὖν καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. πάλιν ἐρώτα με͵ καὶ πάλιν ἀποκρινοῦμαί σοι. πότε ὁ Υἱὸς γεγέννηται; ὅτε ὁ Πατὴρ οὐ γεγέννηται. πότε δὲ τὸ Πνεῦμα ἐκπεπόρευται; ὅτε ὁ Υἱὸς οὐκ ἐκπεπόρευται͵ ἀλλὰ γεγέννηται ἀχρόνως καὶ ὑπὲρ λόγον· εἰ καὶ μὴ δυνάμεθα τὸ ὑπὲρ χρόνον παραστῆσαι θέλοντες χρονικὴν ἐκφυγεῖν ἔμφασιν· τὸ γὰρ ὅτε καὶ πρὸ τοῦδε καὶ μετὰ ταῦτα καὶ ἀπ΄ ἀρχῆς͵ οὐκ ἄχρονα͵ κἂν ὅτι μάλιστα βιαζώμεθα· πλὴν εἰ τὸ παρεκτεινόμενον τοῖς ἀιδίοις διάστημα τὸν αἰῶνα λαμβάνοιμεν͵ τὸ μὴ κινήσει τινὶ μηδὲ ἡλίου φορᾷ μεριζόμενον καὶ μετρούμενον͵ ὅπερ ὁ χρόνος. πῶς οὖν οὐ συνάναρχα͵ εἰ συναίδια; ὅτι ἐκεῖθεν͵ εἰ καὶ μὴ μετ΄ ἐκεῖνον. τὸ μὲν γὰρ ἄναρχον, καὶ ἀίδιον· τὸ ἀίδιον δέ͵ οὐ πάντως ἄναρχον͵ ἕως ἂν εἰς ἀρχὴν ἀναφέρηται τὸν Πατέρα. οὐκ ἄναρχα οὖν τῷ αἰτίῳ· δῆλον δὲ τὸ αἴτιον ὡς οὐ πάντως πρεσβύτερον τῶν ὧν ἐστιν αἴτιον· οὐδὲ γὰρ τοῦ φωτὸς ἥλιος. καὶ ἄναρχά πως τῷ χρόνῳ͵ κἂν σὺ μορμολύττῃ τοὺς ἁπλουστέρους· οὐ γὰρ ὑπὸ χρόνον τὰ ἐξ ὧν ὁ χρόνος. ... Ἀλλ΄ οὐ ταὐτόν͵ φησί͵ τὸ ἀγέννητον καὶ τὸ γεννητόν. εἰ δὲ τοῦτο͵ οὐδὲ ὁ Υἱὸς τῷ Πατρὶ ταὐτόν. ὅτι μὲν φανερῶς ὁ λόγος οὗτος ἐκβάλλει τὸν Υἱὸν τῆς θεότητος ἢ τὸν Πατέρα͵ τί χρὴ λέγειν; εἰ γὰρ τὸ ἀγέννητον οὐσία Θεοῦ͵ τὸ γεννητὸν οὐκ οὐσία· εἰ δὲ τοῦτο͵ οὐκ ἐκεῖνο. τίς ἀντερεῖ λόγος; ἑλοῦ τοίνυν τῶν ἀσεβειῶν ὁποτέραν βούλει͵ ὦ κεινὲ θεολόγε͵ εἴπερ ἀσεβεῖν πάντως ἐσπούδακας. ἔπειτα πῶς οὐ ταὐτὸν λέγεις τὸ ἀγέννητον καὶ τὸ γεννητόν; εἰ μὲν τὸ μὴ ἐκτισμένον καὶ ἐκτισμένον͵ κἀγὼ δέχομαι. οὐ γὰρ ταὐτὸν τῇ φύσει τὸ ἄναρχον καὶ τὸ κτιζόμενον. εἰ δὲ τὸ γεγεννηκὸς καὶ τὸ γεγεννημένον οὐ ταυτὸν λέγεις͵ οὐκ ὀρθῶς λέγεται. ταὐτὸν γὰρ εἶναι πᾶσα ἀνάγκη. αὕτη γὰρ φύσις γεννήματος͵ ταὐτὸν εἶναι τῷ γεγεννηκότι κατὰ τὴν φύσιν. ἢ οὕτω πάλιν· πῶς λέγεις τὸ ἀγέννητον καὶ τὸ γεννητόν; εἰ μὲν γὰρ τὴν ἀγεννησίαν αὐτὴν καὶ τὴν γέννησιν͵ οὐ ταὐτόν· εἰ δὲ οἷς ὑπάρχει ταῦτα͵ πῶς οὐ ταὐτόν; ἐπεὶ καὶ τὸ ἄσοφον καὶ τὸ σοφὸν ἀλλήλοις μὲν οὐ ταὐτά͵ περὶ ταὐτὸν δέ͵ τὸν ἄνθρωπον· καὶ οὐκ οὐσίας τέμνει͵ περὶ δὲ τὴν αὐτὴν οὐσίαν τέμνεται. ἢ καὶ τὸ ἀθάνατον͵ καὶ τὸ ἄκακον͵ καὶ τὸ ἀναλλοίωτον οὐσία Θεοῦ. ἀλλ΄ εἰ τοῦτο͵ πολλαὶ οὐσίαι Θεοῦ͵ καὶ οὐ μία. ἢ σύνθετον ἐκ τούτων τὸ θεῖον. οὐ γὰρ ἀσυνθέτως ταῦτα͵ εἴπερ οὐσίαι.


Μεταθέσεις βίου

ΔΥΟ γεγόνασι μεταθέσεις βίων ἐπιφανεῖς ἐκ τοῦ παντὸς αἰῶνος͵ αἳ καὶ δύο διαθῆκαι καλοῦνται καὶ σεισμοὶ γῆς͵ διὰ τὸ τοῦ πράγματος περιβόητον· ἡ μὲν ἀπὸ τῶν εἰδώλων ἐπὶ τὸν νόμον͵ ἡ δὲ ἀπὸ τοῦ νόμου πρὸς τὸ εὐαγγέλιον. καὶ τρίτον σεισμὸν εὐαγγελιζόμεθα͵ τὴν ἐντεῦθεν ἐπὶ τὰ ἐκεῖσε μετάστασιν͵ τὰ μηκέτι κινούμενα͵ μηδὲ σαλευόμενα. ταὐτὸν δὲ αἱ δύο διαθῆκαι πεπόνθασι. τί τοῦτο; οὐκ ἀθρόως μετεκινήθησαν͵ οὐδὲ ὁμοῦ τῇ πρώτῃ κινήσει τῆς ἐγχειρήσεως. τίνος ἕνεκα; εἰδέναι γὰρ ἀναγκαῖον. ἵνα μὴ βιασθῶμεν͵ ἀλλὰ πεισθῶμεν. τὸ μὲν γὰρ ἀκούσιον οὐδὲ μόνιμον· ὥσπερ ἃ βίᾳ κατέχεται τῶν ῥευμάτων ἢ τῶν φυτῶν· τὸ δὲ ἑκούσιον μονιμώτερόν τε καὶ ἀσφαλέστερον. καὶ τὸ μὲν τοῦ βιασαμένου͵ τὸ δὲ ἡμέτερον· καὶ τὸ μὲν ἐπιεικείας θεοῦ͵ τὸ δὲ τυραννικῆς ἐξουσίας. οὔκουν ᾤετο δεῖν ἄκοντας εὖ ποιεῖν͵ ἀλλ΄ ἑκόντας εὐεργετεῖν. διὰ τοῦτο παιδαγωγικῶς τε καὶ ἰατρικῶς τὸ μὲν ὑφαιρεῖ τῶν πατρίων͵ τὸ δὲ συγχωρεῖ͵ μικρόν τι τῶν πρὸς ἡδονὴν ἐνδιδούς· ὥσπερ οἱ ἰατροὶ τοῖς ἀρρωστοῦσιν͵ ἵνα ἡ φαρμακεία παραδεχθῇ διὰ τῆς τέχνης φαρματτομένη τοῖς χρηστοτέροις. οὐ γὰρ ῥᾴστη τῶν ἐν ἔθει καὶ τῷ μακρῷ χρόνῳ τετιμημένων ἡ μετάθεσις. λέγω δὲ τί; ἡ πρώτη τὰ εἴδωλα περικόψασα τὰς θυσίας συνεχώρησεν· ἡ δευτέρα τὰς θυσίας περιελοῦσα τὴν περιτομὴν οὐκ ἐκώλυσεν· εἶτα ὡς ἅπαξ ἐδέξαντο τὴν ὑφαίρεσιν͵ καὶ τὸ συγχωρηθὲν συνεχώρησαν· οἱ μὲν τὰς θυσίας͵ οἱ δὲ τὴν περιτομήν· καὶ γεγόνασιν͵ ἀντὶ μὲν ἐθνῶν͵ Ἰουδαῖοι· ἀντὶ δὲ τούτων͵ Χριστιανοί͵ ταῖς κατὰ μέρος μεταθέσεσι κλαπέντες ἐπὶ τὸ εὐαγγέλιον. πειθέτω σὲ τοῦτο Παῦλος͵ ἐκ τοῦ περιτέμνειν καὶ ἁγνίζεσθαι προελθὼν ἐπὶ τὸ λέγειν· Ἐγὼ δέ͵ ἀδελφοί͵ εἰ περιτομὴν κηρύσσω͵ τί ἔτι διώκομαι; ἐκεῖνο τῆς οἰκονομίας͵ τοῦτο τῆς τελειότητος. Τούτῳ τὸ τῆς θεολογίας εἰκάζειν ἔχω͵ πλὴν ὅσον ἐκ τῶν ἐναντίων. ἐκεῖ μὲν γὰρ ἐκ τῶν ὑφαιρέσεων ἡ μετάθεσις· ἐνταῦθα δὲ διὰ τῶν προσθηκῶν ἡ τελείωσις. ἔχει γὰρ οὕτως. ἐκήρυσσε φανερῶς ἡ παλαιὰ τὸν Πατέρα͵ τὸν Υἱὸν ἀμυδρότερον. ἐφανέρωσεν ἡ καινὴ τὸν Υἱόν͵ ὑπέδειξε τοῦ Πνεύματος τὴν θεότητα. ἐμπολιτεύεται νῦν τὸ Πνεῦμα͵ σαφεστέραν ἡμῖν παρέχον τὴν ἑαυτοῦ δήλωσιν. οὐ γὰρ ἦν ἀσφαλές͵ μήπω τῆς τοῦ Πατρὸς θεότητος ὁμολογηθείσης͵ τὸν Υἱὸν ἐκδήλως κηρύττεσθαι· μηδὲ τῆς τοῦ Υἱοῦ παραδεχθείσης͵ τὸ Πνεῦμα τὸ ἅγιον͵ ἵν΄ εἴπω τι καὶ τολμηρότερον͵ ἐπιφορτίζεσθαι· μὴ καθάπερ τροφῇ τῇ ὑπὲρ δύναμιν βαρηθέντες καὶ ἡλιακῷ φωτὶ σαθροτέραν ἔτι προσβαλόντες τὴν ὄψιν καὶ εἰς τὸ κατὰ δύναμιν κινδυνεύσωσι· ταῖς δὲ κατὰ μέρος προσθήκαις͵ καί͵ ὡς εἶπε Δαβίδ͵ ἀναβάσεσι͵ καὶ ἐκ δόξης εἰς δόξαν προόδοις καὶ προκοπαῖς͵ τὸ τῆς Τριάδος φῶς ἐκλάμψῃ τοῖς λαμπροτέροις. διὰ ταύτην͵ οἶμαι͵ τὴν αἰτίαν καὶ τοῖς μαθηταῖς κατὰ μέρος ἐπιδημεῖ͵ τῇ τῶν δεχομένων δυνάμει παραμετρούμενον͵ ἐν ἀρχῇ τοῦ εὐαγγελίου͵ μετὰ τὸ πάθος͵ μετὰ τὴν ἄνοδον͵ τὰς δυνάμεις ἐπιτελοῦν͵ ἐκφυσώμενον͵ ἐν γλώσσαις πυρίναις φαινόμενον. καὶ ὑπὸ Ἰησοῦ κατ΄ ὀλίγον ἐκφαίνεται͵ ὡς ἐπιστήσεις καὶ αὐτὸς ἐντυγχάνων ἐπιμελέστερον· Ἐρωτήσω͵ φησί͵ τὸν πατέρα καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν͵ τὸ Πνεῦμα τῆς ἀληθείας· ἵνα μὴ ἀντίθεος εἶναι δόξῃ τις͵ καὶ ὡς ἀπ΄ ἄλλης τινὸς ἐξουσίας ποεῖσθαι τοὺς λόγους. εἶτα͵ Πέμψει μέν͵ ἐν δὲ τῷ ὀνόματί μου. τὸ Ἐρωτήσω παρείς͵ τὸ Πέμψει τετήρηκεν. εἶτα͵ Πέμψω͵ τὸ οἰκεῖον ἀξίωμα· εἶτα͵ ῞Ηξει͵ ἡ τοῦ Πνεύματος ἐξουσία.


Τώρα εἶναι ὁ καιρὸς τῆς παιδείας καὶ κάθαρσης

ΟΙΔΑ στιλβουμένην ῥομφαίαν͵ καὶ μεθύουσαν μάχαιραν ἐν τῷ οὐρανῷ͵ σφάζειν͵ ἐξουθενεῖν͵ ἀτεκνοῦν κελευομένην͵ ἕως σαρκῶν͵ καὶ μυελῶν͵ καὶ ὀστέων μὴ φείδεσθαι. Οἶδα͵ ὡς ἄρκτον ἀπορουμένην͵ τὸν ἀπαθῆ͵ καὶ ὡς πάρδαλιν ἀπαντῶντα κατὰ τὴν ὁδὸν Ἀσσυρίων͵ οὐ τῶν τότε μόνον͵ ἀλλὰ καὶ εἴ τις νῦν τὴν κακίαν Ἀσσύριος· καὶ οὐκ ἐνὸν φυγεῖν τὸ κράτος τῆς ὀργῆς αὐτοῦ καὶ τὸ τάχος͵ ὅταν γρηγορήσῃ ἐπὶ τὰ ἀσεβήματα ἡμῶν͵ καὶ τοὺς ἐχθροὺς αὐτοῦ καταδιώκῃ ζῆλος͵ ἐσθίειν εἰδὼς τοὺς ὑπεναντίους. Οἶδα ἐκτιναγμὸν͵ καὶ ἀνατιναγμὸν͵ καὶ βρασμὸν͵ καὶ καρδίας θραυσμὸν͵ καὶ παράλυσιν γονάτων͵ καὶ τοιαῦτα ὄντα τὰ τῶν ἀσεβῶν ἐπιτίμια· ἐῶ γὰρ λέγειν τὰ ἐκεῖθεν δικαιωτήρια͵ οἷς ἡ ἐνταῦθα φειδὼ παραδίδωσιν͵ ὡς βέλτιον εἶναι νῦν παιδευθῆναι καὶ καθαρθῆναι͵ ἢ τῇ ἐκεῖθεν βασάνῳ παραπεμφθῆναι͵ ἡνίκα κολάσεως καιρὸς͵ οὐ καθάρσεως. Ὥσπερ γὰρ θανάτου κρείττων ὁ ἐνταῦθα Θεοῦ μνημονεύων͵ καὶ κάλλιστα τῷ θείῳ Δαβὶδ τοῦτο πεφιλοσόφηται· οὕτως οὐκ ἔστιν ἐν ᾅδῃ τοῖς ἀπελθοῦσιν ἐξομολόγησις καὶ διόρθωσις. Συνέκλεισε γὰρ ὁ Θεὸς ἐνταῦθα μὲν καὶ βίον καὶ πρᾶξιν͵ ἐκεῖ δὲ τὴν τῶν πεπραγμένων ἐξέτασιν. ... Ἡνίκα θρόνοι προτίθενται͵ καὶ Παλαιὸς ἡμερῶν προκαθέζεται͵ καὶ βίβλοι ἀνοίγονται͵ καὶ ποταμὸς πυρὸς ἕλκεται͵ καὶ τὸ φῶς ἔμπροσθεν͵ καὶ τὸ σκότος ἡτοιμασμένον· καὶ πορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς͵ τῆς ἐν Χριστῷ νῦν κρυπτομένης͵ καὶ ὕστερον αὐτῷ συμφανερουμένης· οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως͵ ἣν ἤδη παρὰ τοῦ κρίνοντος αὐτοὺς λόγου οἱ μὴ πιστεύσαντες κατεκρίθησαν· καὶ τοὺς μὲν τὸ ἄφραστον φῶς διαδέξεται͵ καὶ ἡ τῆς ἁγίας καὶ βασιλικῆς θεωρία Τριάδος ἐλλαμπούσης τρανώτερόν τε καὶ καθαρώτερον͵ καὶ ὅλης ὅλῳ νοῒ μιγνυμένης͵ ἣν δὴ καὶ μόνην μάλιστα βασιλείαν οὐρανῶν ἐγὼ τίθεμαι· τοῖς δὲ μετὰ τῶν ἄλλων βάσανος͵ μᾶλλον δὲ πρὸ τῶν ἄλλων͵ τὸ ἀπεῤῥίφθαι Θεοῦ καὶ ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα.


Τώρα εἶναι ἡ ἡμέρα τῆς σωτηρίας

ΩΣ ΕΣΤΙΝ ἄτοπον χρήματα μὲν προαρπάζειν͵ ὑγείαν δὲ ἀναβάλλεσθαι, καὶ σώματα μὲν προκαθαίρειν͵ ψυχῆς δὲ κάθαρσιν ταμιεύεσθαι, καὶ τῆς μὲν κάτω δουλείας ἐλευθερίαν ζητεῖν͵ τῆς ἄνω δὲ μὴ ἐφίεσθαι, καὶ ὅπως μὲν οἰκήσεις μεγαλοπρεπῶς ἢ ἀμφιέσῃ πᾶσαν ποιεῖσθαι σπουδήν͵ ὅπως δὲ αὐτὸς πλείστου ἄξιος ἔσῃ͵ μηδὲν φροντίζειν, καὶ ἄλλους μὲν εὖ ποιεῖν πρόθυμον εἶναι͵ σαυτὸν δὲ μὴ βούλεσθαι. Καὶ εἰ μὲν ὤνιον ἦν σοι τὸ ἀγαθὸν μηδενὸς ἂν φείδεσθαι χρήματος, εἰ δὲ πρόκειται τὸ φιλάνθρωπον καταφρονεῖς τῷ ἑτοίμῳ τῆς εὐποιΐας. Πᾶς σοι καιρὸς ἐκπλύσεως͵ ἐπειδὴ πᾶς ἀναλύσεως. Μετὰ Παύλου βοῶ σοι͵ τῆς μεγάλης φωνῆς· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος͵ ἰδοὺ νῦν ἡμέρα σωτηρίας· οὐχ ἕνα καιρόν͵ ἀλλὰ πάντα τοῦ νῦν ὁρίζοντος. Καὶ πάλιν· Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός͵ λύων τὴν νύκτα τῆς ἁμαρτίας· ἐπειδὴ Ἐν νυκτὶ ἐλπὶς πονηρά͵ κατὰ τὸν Ἡσαΐαν͵ καὶ τῷ πρωῒ ληφθῆναι λυσιτελέστερον. ... Ἀεὶ τὴν σωτηρίαν ἐργάζου καὶ πᾶς ἔστω σοι καιρὸς τοῦ βαπτίσματος ὅρος. Ἐὰν ἀεὶ τὸ σήμερον παρατρέχων ἐπιτηρῇς τὸ εἰς αὔριον͵ λανθάνεις ταῖς κατὰ μικρὸν ἀναβολαῖς ὑπὸ τοῦ Πονηροῦ κλεπτόμενος͵ ὥσπερ ἐκείνου τρόπος. Ἐμοὶ δὸς τὸ παρόν͵ Θεῷ τὸ μέλλον, ἐμοὶ τὴν νεότητα͵ Θεῷ τὸ γῆρας, ἐμοὶ τὰς ἡδονάς͵ ἐκείνῳ τὴν ἀχρηστίαν.


Ὑποταγή

ΜΗΠΟΤΕ τοσοῦτον δοῦναι πένθει σωματικῷ (τὴν ἑαυτοῦ μητέρα)͵ καίτοιγε διαφερόντως καμπτομένην καὶ τοῖς τῶν ξένων πάθεσιν͵ ὥστε ἢ γοεράν ποτε πρὸ τῆς εὐχαριστίας ῥαγῆναι φωνὴν ἢ δάκρυον ἐκπεσεῖν βλεφάρου μυστικῶς σφραγισθέντος ἢ σχῆμα πένθιμον παραμένειν͵ καίτοιγε πολλῶν πολλάκις συμπεσόντων αὐτῇ λυπηρῶν͵ λαμπρᾶς παρούσης ἡμέρας. Ψυχῆς γὰρ εἶναι θεοφιλοῦς ὑποκλίνειν τοῖς θείοις ἅπαν ἀνθρώπινον.


Καθένας καὶ ἡ δύναμή του

ΕΚΑΣΤΟΣ ὅ τι ἂν οἷός τε ᾖ καρποφορείτω τῷ Θεῷ ἐν καιρῷ παντὶ καὶ ἰδέᾳ πάσῃ καὶ βίων καὶ περιστάσεων͵ κατὰ τὸ μέτρον τῆς παρούσης αὐτῷ δυνάμεως͵ κατὰ τὸ δοθὲν αὐτῷ χάρισμα, ἵνα πᾶσι μέτροις τῆς ἀρετῆς͵ πάσας τὰς ἐκεῖθεν μονὰς πληρώσωμεν͵ τοσοῦτον θερίσαντες͵ ὅσον ἐσπείραμεν͵ μᾶλλον δὲ τοσοῦτον ἐναποθέμενοι ταῖς θείαις ληνοῖς͵ ὅσον ἐγεωργήσαμεν. Εἰσφερέτω τις͵ ὁ μὲν χρήματα͵ ὁ δὲ τὸ μηδὲν ἔχειν, ὁ μὲν τὸ προθυμεῖσθαι͵ ὁ δὲ τὸ τὸν προθυμούμενον ἀποδέχεσθαι, ὁ μὲν πρᾶξιν ἐπαινετὴν ὁ δὲ θεωρίαν εὔστοχον, ὁ μὲν λόγον καίριον͵ ὁ δὲ σιωπὴν εὔλογον, ὁ μέν τις διδασκαλίαν ἄπταιστον καὶ βίον μὴ ἀνθιστάμενον͵ ὁ δὲ ἀκοὴν εὐπειθῆ καὶ εὐγνώμονα, ὁ μὲν παρθενίαν ἁγνὴν καὶ κόσμου παντελῶς ἀποτέμνουσαν͵ ὁ δὲ γάμον σεμνὸν καὶ μὴ πάντη Θεοῦ χωρίζοντα, ὁ μὲν νηστείαν ἄτυφον͵ ὁ δὲ ἀπόλαυσιν μὴ ἀκόλαστον, ἄλλος τὸ ἐν προσευχαῖς ἀπερίσπαστον καὶ ὕμνοις πνευματικοῖς͵ ἄλλος τὸ ἐν προστασίᾳ τῶν δεομένων· πάντες δάκρυα͵ πάντες κάθαρσιν͵ ἀνάβασιν πάντες καὶ τὸ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. ... Τῇ τιμίᾳ τοῦ Θεοῦ σκηνῇ τῆσδε τῆς Ἐκκλησίας͵ ἣν ὁ Κύριος ἔπηξε καὶ οὐκ ἄνθρωπος͵ ἣ διαφόροις ἀρετῆς συνοικοδομεῖται κάλλεσιν͵ ὁ μὲν μικρὸν ὁ δὲ μεῖζον͵ πάντες δὲ ὁμοίως εἰσφέρωμεν εἰς ἔργον τέλειον͵ εἰς κατοικητήριον Χριστοῦ͵ εἰς ναὸν ἅγιον͵ συντιθέμενοι καὶ συναρμολογούμενοι τῇ ἀρχιτεκτονίᾳ τοῦ Πνεύματος. Πάντως δὲ οὐδὲν εἰσοίσομεν τοσοῦτον͵ ὅσον εἰλήφαμεν͵ κἂν πάντα εἰσφέρωμεν. Ἐπεὶ καὶ τὸ εἶναι ἡμῖν ἐκ Θεοῦ καὶ τὸ εἰδέναι Θεὸν καὶ αὐτὸ τὸ ἔχειν ὃ εἰσενέγκωμεν. Τὸ δὲ κάλλιστον καὶ φιλανθρωπότατον͵ ὅτι μὴ τῇ ἀξίᾳ τοῦ διδομένου͵ τῇ δὲ δυνάμει καὶ τῇ διαθέσει τοῦ καρποφοροῦντος μετρεῖ Θεὸς τὴν ἐπίδοσιν.


Τί θέλεις γιὰ σένα;

ΤΙ σοι θέλεις γενέσθαι; / Ψυχὴν ἐμὴν ἐρωτῶ. / Τί σοι μέγ΄ ἢ τί μικρὸν / Τῶν τιμίων βροτοῖσι; / Ζήτει μόνον τι λαμπρὸν / Καὶ δώσομεν προθύμως. / Θέλεις τὰ Γύγεώ σοι / Τοῦ Λυδίου γενέσθαι͵ / Καὶ δακτύλῳ τυραννεῖν͵ / Τὴν σφενδόνην ἑλίσσων͵ / Κρύπτουσαν͵ εἰ κρύπτοιτο͵ / Φαίνουσαν͵ εἰ φαίνοιτο; / Θέλεις τὰ Μίδεώ σοι / Τοῦ πλουσίως θανόντος͵ / Ὧ χρυσὸς ἦν τὰ πάντα͵ / Χρυσοῦν φέροντα λιμὸν / Εὐχῆς δίκην ἀμέτρου; / Θέλεις λίθους διαυγεῖς͵ / Πλάτη τε γῆς λιπώσης͵ / Καὶ ποιμνίων ἀριθμούς, / Βοῶν τε καὶ καμήλων; / Οὐ ταῦτα δώσομέν σοι· / Λαβεῖν γὰρ οὐδὲ λῷον͵ / Ἀλλ΄ οὔτ΄ ἔμοιγ΄ ἀνυστόν. / Ἔῤῥιψα γὰρ μερίμνας͵ / Ἀφ΄ οὗ Θεῷ προσῆλθον. / Θέλεις θρόνους τε κ΄ ἀρχάς͵ / Καιροῦ φρύαγμα πίπτον͵ / Ἵν΄ αὔριον καθεσθῇς / Κάτω βλέπων ταπεινόν͵ / Ἄλλου τραχηλιῶντος͵ / Ὃς ἦν παραστάτης σοι͵ / Τυχὸν δὲ καὶ κακῶν τις; / Θέλεις γάμῳ δεθῆναι͵ / Βλακεύμασιν ἀνάγνοις͵ / Καιροῖς δὲ συστραφῆναι· / Θέλεις νόσον γλυκεῖαν͵ / Εὐτεκνίας μέριμναν; / Εὐτεκνίαν δ΄ ἂν εἴπω / Δυστεκνίαν͵ τί φήσεις; / Θέλεις λόγοις βοᾶσθαι͵ / Καὶ συλλέγειν θέατρα; / Ποθεῖς νόμους πιπράσκειν / Οὐκ ἐνδίκοις παλαισμοῖς͵ / Φέρειν τε καὶ φέρεσθαι / Πρὸ βημάτων ἀθέσμων; / Αἰχμὴν θέλεις τινάσσειν͵ / Πνέων ἀρήϊόν τι͵ / Καὶ στέμμα τ΄ ἐξ ἀγώνων͵ / Θηροκτόνον τε κάρτος; / Ποθεῖς κρότους ἐν ἄστει͵ / Καὶ χάλκεος τυποῦσθαι; / Σκιὰν θέλεις ὀνείρων͵ / Μεταῤῥέουσαν αὖραν͵ / Ροῖζον βέλους ἀνίχνου͵ / Ψόφον χερὸς κροτούσης;

Τί γὰρ μέγ΄ εὖ φρονοῦσι / Τῶν σήμερον μὲν ὄντων͵ / Ἐς αὔριον δ΄ ἀπόντων· / Ὧν καὶ κακοῖς μέτεστιν͵ / Ὧν οὐ συνέρχεταί τι / Ἐντεῦθεν ἐξιοῦσι; / Τί οὖν; ἐπεὶ τάδ΄ οὐχί͵ / Τί σοι θέλεις γενέσθαι; / Θέλεις θεὸς γενέσθαι͵ / Θεὸς Θεοῦ μεγίστου Παραστάτης φαεινὸς͵ / Σὺν ἀγγέλοις χορεύων; / Ἴθι͵ πρόβαινε͵ ταρσοὺς / Ὀξυπτέρου μενοινῆς / Κυκλουμένη πρὸς ὕψος. / Ἐγὼ πτερὸν καθαίρω / Ἐγὼ λόγοις ἐπαίρω͵ / Ὡς εὔπτερόν τιν΄ ὄρνιν / Ἐς αἰθέρα προπέμψω. / Σὺ δ΄͵ εἰπέ μοι͵ κάκιστον / Ὧ σαρκίον δυσῶδες͵ / Ἐπεὶ συνεζύγην σοι͵ / Ἡ δεσπότις μαγείρῳ͵ / Τί σοι θέλεις γενέσθαι͵ / Πρὸς τὸ πνοὴν κρατεῖσθαι; / Οὐ γὰρ πλέον χρεωστῶ͵ / Κἂν πόλλ΄ ἔχειν βιάζῃ / Θέλεις τράπεζαν εὔπνουν / Μύρων τε καὶ μαγείρων / Σοφίσμασιν περισσοῖς; / Καὶ βαρβίτων χερῶν τε / Κροτήματ΄ οὐκ ἄνοιστρα; / Ἁβρῶν κλάσεις τε παίδων / Κινουμένων ἀνάνδρως / Καὶ παρθένων ἑλιγμοὺς / Γυμνουμένων ἀθέσμως; / Ἃ τοῖς πότοις τυποῦσιν / Ὅσοι φιλοῦσιν ὕβριν͵ / Τὸν μαινόλην ἑτοίμως / Ὑποφλέγοντες οἶνον. / Ταῦτ΄ εἰ θέλεις παρ΄ ἡμῶν͵ / Ἔχεις μέν͵ ἀγχόνην δέ. / Τοιαῦτα τοῖς ἀπλήστοις / Ἐγὼ φίλοις πορίζω. / Οἶκός σε πέτρινός τις / Αὐτώροφος καλύπτῃ͵ / ῍Η μικρὸν ἔργον ὥρας͵ / Εἰ δεῖ τι καὶ πονῆσαι. / Τὸ δ΄ ἔσθος ᾖ καμήλων / Τρίχες͵ νόμῳ δικαίων͵ / ῍Η καὶ δέρος͵ παλαιᾶς / Γυμνώσεως κάλυμμα. / Στιβὰς μὲν ἡ τυχοῦσα͵ / Ποαὶ͵ κλάδοι τε θάμνων / Ἅπλωμα πορφυροῦν τι͵ / Καὶ συμπόταις ἀταρβές. / Τράπεζα δ΄ αὐτόθεν σοι / Γλυκὺ πνέουσ΄ ἀνείσθω͵ / Ἃ γῆ φίλη δίδωσιν / Ἄτεχνα δῶρα πᾶσιν. / Ἐπεὶ δ΄ ἐθήκαμέν σε / Καὶ θρέψομεν προθύμως. / Θέλεις φαγεῖν; / ἔχ΄ ἄρτον. / Ἔχ΄ ἄλφιτ΄͵ εἰ παρείη· / Ἅλες δέ σοι τὸ πέμμα͵ / Θύμος θ΄ ὃν οὐ μετροῦμεν͵ / Ἀπραγμάτευτον ὄψον· / Ἔνδεια δ΄ ἄλλο μεῖζον. / Θέλεις πιεῖν; βρύει σοι / Ὕδωρ͵ κρατὴρ ἀείῤῥους͵ / Ποτὸν μέθης ἄποιον͵ / Ἀκλήματον γάνυσμα. / Ζητεῖς δὲ καὶ τρυφᾷν τι; / Μηδ΄ ὀξίνης φθονείσθω.

Ἀλλ΄ οὐ τάδ΄ ἀρκέσει σοι; / Τετρημένῳ ποθεῖς δὲ / Πίθῳ κακῶς ἐπαντλεῖν / Τὰς ἡδονὰς ἀπλήστως; / Ἄλλον πόθει ποριστήν. / Ἐμοὶ γὰρ οὐ σχολή σε / Θάλπειν σύνοικον ἐχθρὸν͵ / Ἵν΄ ὡς ὄφις κρυμωθείς͵ / Θέρμῃ δ΄ ἔπειτα λυθεὶς͵ / Ἐγκόλπιός με τρώσῃς͵ / Θέλεις δόμους ἀμέτρους / Χρυσωρόφους͵ γραφῆς τε / Καὶ ψηφίδος σοφισμούς͵ / Κινουμένους σχεδόν τι· / Πλακός τε λάμψιν ἁβρᾶς / Ἀντίχροον͵ πολύχρουν; / Θέλεις περιῤῥέουσαν / Ἐσθῆτα τῶν ἀθίκτων͵ / Ἐν δακτύλοις τε πλοῦτον͵ / Γελώμενόν τε κάλλος / Τοῖς σωφρονεῖν μαθοῦσιν͵ / Ἐμοὶ δὲ καὶ μάλιστα / Ὧ κάλλος ἐστὶν εἴσω; / Τοῖς μὲν κάτω δὴ ταῦτα / Ὑμῖν βροτοῖσι φάσκω͵ / Οἳ ζῆτε τὸ πρὸς ὥραν͵ / Μηδὲν πλέον βλέποντες. / Τοῖς δ΄ εὐγενῶς βιοῦσιν͵ / Ἐπαξίως τε μοίρας / Τῆς ἐκ Θεοῦ κραθείσης / Τῷ πηλινῷ πάχει μου / (Σκόπει πένητος ὄγκον)͵ / Οἵαν τροφὴν χορηγῶ; / Δίελθέ μοι φλογώδη / Ρομφαίαν͵ ὦ θεόφρον. / Θείων γενοῦ γεωργὸς / Φυτῶν Λόγῳ θαλλόντων͵ / Ὧν μ΄ ἐστέρησεν ἐχθρὸς / Δι΄ ἡδονῆς συλήσας. / Ξύλῳ πάλιν πρόσελθε / Ζωῆς ἀεὶ μενούσης. / Ἡ δ΄ ἔστιν͵ ὡς ἀνεῦρον͵ / Γνῶσις Θεοῦ μεγίστου͵ / Φάους ἑνὸς τριλαμποῦς͵ / Πρὸς ὃν τὰ πάντα τείνει. / Οὕτω μὲν αὐτὸς αὑτῷ / Πᾶς τις σοφῶν λαλήσει. / Ὃς δ΄ οὐ θέλει λαλῆσαι͵ / Μάτην βίον παρῆλθεν͵ / Εἴ περ μάτην παρῆλθεν͵ / Μὴ σὺν κακῷ μεγίστῳ.


Ἦρθε, Χριστέ μου, πάλι ὁ δράκος

ΟΙΜΟΙ προσῆλθε͵ Χριστέ μου͵ πάλιν δράκων. / Οἴμοι προσῆλθε δειλιῶντί μοι σφόδρα. / Οἴμοι γέγευμαι τοῦ ξύλου τῆς γνώσεως. / Οἴμοι φθονεῖσθαι δ΄ ὁ φθόνος πέπεικέ με. / Οὔτ΄ εἰμὶ θεῖος καὶ βέβλημ΄ ἔξω τρυφῆς. / Ρομφαία͵ μικρὸν τὴν κακὴν σβέσον φλόγα͵ / Ὡς ἂν πάλιν δέξῃ με τῶν φυτῶν ἔσω / Χριστῷ συνεισελθόντα λῃστὴν ἐκ ξύλου.


Ὑπομονή

ΠΟΙΗΣΩΜΕΘΑ κεφαλὴν μὴ τὴν κάτω Ἱερουσαλήμ͵ ἀλλὰ τὴν ἄνω μητρόπολιν· μὴ τὴν ὑπὸ στρατοπέδων νῦν πατουμένην͵ ἀλλὰ τὴν ὑπ΄ ἀγγέλων δοξαζομένην. Θύσωμεν μὴ μόσχους νέους͵ μηδὲ ἀμνοὺς κέρατα ἐκφέροντας καὶ ὁπλάς͵ παρ΄ οἷς πολὺ τὸ νεκρὸν καὶ ἀναίσθητον, ἀλλὰ θύσωμεν τῷ Θεῷ θυσίαν αἰνέσεως ἐπὶ τὸ ἄνω θυσιαστήριον͵ μετὰ τῆς ἄνω χοροστασίας. Διάσχωμεν τὸ πρῶτον καταπέτασμα͵ τῷ δευτέρῳ προσέλθωμεν͵ εἰς τὰ Ἅγια τῶν ἁγίων παρακύψωμεν. Εἴπω τὸ μεῖζον͵ ἡμᾶς αὐτοὺς θύσωμεν τῷ Θεῷ· μᾶλλον δὲ θύωμεν καθ΄ ἑκάστην ἡμέραν καὶ πᾶσαν κίνησιν. Πάντα ὑπὲρ τοῦ Λόγου δεχώμεθα͵ πάθεσι τὸ πάθος μιμώμεθα͵ αἵματι τὸ αἷμα σεμνύνωμεν͵ ἐπὶ τὸν σταυρὸν ἀνίωμεν πρόθυμοι. Γλυκεῖς οἱ ἧλοι͵ καὶ εἰ λίαν ὀδυνηροί. Τὸ γὰρ μετὰ Χριστοῦ πάσχειν καὶ ὑπὲρ Χριστοῦ͵ τοῦ μετ΄ ἄλλων τρυφᾷν αἱρετώτερον.

Ἂν Σίμων ἦς Κυρηναῖος͵ τὸν σταυρὸν ἆρον καὶ ἀκολούθησον. Ἂν συσταυρωθῇς ὡς λῃστής͵ ὡς εὐγνώμων τὸν Θεὸν γνώρισον· εἰ κἀκεῖνος μετὰ ἀνόμων ἐλογίσθη διὰ σὲ καὶ τὴν σὴν ἁμαρτίαν͵ σὺ γενοῦ δι΄ ἐκεῖνον ἔννομος. Προσκύνησον τὸν διὰ σὲ κρεμασθέντα καὶ κρεμάμενος κέρδανόν τι καὶ παρὰ τῆς κακίας· ὤμνησαι τῷ θανάτῳ τὴν σωτηρίαν· εἰς τὸν παράδεισον εἴσελθε μετὰ Ἰησοῦ͵ ὥστε μαθεῖν ὧν ἐκπέπτωκας· Τὰ ἐκεῖ κάλλη θεώρησον· τὸν γογγυστὴν ἄφες ἀποθανεῖν ἔξω͵ μετὰ τῆς βλασφημίας. Κἂν Ἰωσὴφ ᾖς ὁ ἀπὸ Ἀριμαθαίας͵ αἴτησαι τὸ σῶμα παρὰ τοῦ σταυροῦντος· σὸν γενέσθω τὸ τοῦ κόσμου καθάρσιον. Κἂν Νικόδημος ᾖς͵ ὁ νυκτερινὸς θεοσεβής͵ μύροις αὐτὸν ἐνταφίασον. Κἂν Μαρία τις ᾖς κἂν ἡ ἄλλη Μαρία κἂν Σαλώμη κἂν Ἰωάννα͵ δάκρυσον ὀρθρία. Ἴδε πρώτη τὸν λίθον ἡρμένον͵ τυχὸν δὲ καὶ τοὺς ἀγγέλους καὶ Ἰησοῦν αὐτόν. Φθέγξαι τι· φωνῆς ἄκουσον. Ἂν ἀκούσῃς, Μή μου ἅπτου͵ πόῤῥω στῆθι͵ σεβάσθητι τὸν Λόγον͵ ἀλλὰ μὴ λυπηθῇς. Οἶδε γὰρ οἷς ὀφθῇ πρῶτον.

Ἐγκαίνισον τὴν ἀνάστασιν· τῇ Εὔᾳ βοήθησον͵ τῇ πρώτῃ πεσούσῃ͵ τῇ πρώτῃ Χριστὸν ἀσπάσασθαι καὶ γνωρίσαι τοῖς μαθηταῖς. Γενοῦ Πέτρος ἢ Ἰωάννης· ἐπὶ τὸν τάφον ἐπείχθητι͵ ἀντιτρέχων͵ συντρέχων͵ τὴν καλὴν ἅμιλλαν ἁμιλλώμενος. Κἂν προληφθῇς τῷ τάχει͵ τῇ σπουδῇ νίκησον μὴ παρακύψας εἰς τὸ μνημεῖον͵ ἀλλ΄ ἔνδον γενόμενος. Κἂν ὡς Θωμᾶς ἀπολειφθῇς͵ τῶν μαθητῶν συνηγμένων͵ οἷς Χριστὸς ἐμφανίζεται͵ ὅταν ἴδῃς͵ μὴ ἀπιστήσῃς· κἂν ἀπιστήσῃς͵ τοῖς λέγουσι πίστευσον· εἰ δὲ μηδὲ τούτοις͵ τοῖς τύποις τῶν ἥλων πιστώθητι. Ἂν εἰς ᾅδου κατίῃ͵ συγκάτελθε. Γνῶθι καὶ τὰ ἐκεῖσε τοῦ Χριστοῦ μυστήρια͵ τίς ἡ οἰκονομία τῆς διπλῆς καταβάσεως͵ τίς ὁ λόγος· ἁπλῶς σώζει πάντας ἐπιφανεὶς ἢ κακεῖ τοὺς πιστεύοντας.

Κἂν εἰς οὐρανοὺς ἀνίῃ͵ συνάνελθε· γενοῦ μετὰ τῶν παραπεμπόντων ἀγγέλων ἢ τῶν δεχομένων. Ἀρθῆναι ταῖς πύλαις διακέλευσαι͵ ὑψηλοτέραις γενέσθαι͵ ἵν΄ ἐκ τοῦ παθεῖν ὑψηλότερον δέξωνται. Ἀπόκριναι τοῖς ἀποροῦσι διὰ τὸ σῶμα καὶ τὰ τοῦ Πάθους σύμβολα͵ οἷς μὴ κατελθὼν συνανέρχεται καὶ διὰ τοῦτο πυνθανομένοις· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; ὅτι Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πᾶσί τε οἷς ἀεὶ πεποίηκε καὶ ποιεῖ καὶ τῷ νῦν πολέμῳ καὶ τροπαίῳ περὶ τῆς ἀνθρωπότητος· καὶ δὸς τῷ διπλῷ τῆς ἐρωτήσεως διπλῆν τὴν ἀπόκρισιν. Κἂν θαυμάζωσι͵ λέγοντες͵ κατὰ τὴν Ἡσαΐου δραματουργίαν· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ καὶ τῶν γηίνων; ἢ Πῶς ἐρυθρὰ τὰ ἱμάτια τοῦ ἀναίμου καὶ ἀσωμάτου͵ ὡς ληνοβάτου͵ καὶ πλήρη ληνὸν πατήσαντος; προβαλοῦ τὸ ὡραῖον τῆς στολῆς τοῦ πεπονθότος σώματος͵ τῷ Πάθει καλλωπισθέντος καὶ τῇ Θεότητι λαμπρυνθέντος͵ ἧς οὐδὲν ἐρασμιώτερον͵ οὐδὲ ὡραιότερον.


Τάξη στὰ θεμέλια τοῦ παντός

ΕΜΒΛΕΨΑΤΕ εἰς τὸν οὐρανὸν ἄνω καὶ εἰς τὴν γῆν κάτω καὶ ἐννοήσατε πῶς συνέστη τὸ πᾶν καὶ ὅθεν καὶ τί πρὸ τῆς διακοσμήσεως ἦν καὶ τί νῦν ὄνομα τῷ παντί. Τάξει τὰ πάντα διεκοσμήθη καὶ ὁ διακοσμήσας Λόγος· καίτοιγε ὡς ἓν τὰ πάντα καὶ ἀθρόως ὑποστῆναι δυνατὸν ἦν (ὁ γὰρ τοῖς οὐκ οὖσι τὸ εἶναι δοὺς καὶ τοῖς γενομένοις τὰς ἰδέας καὶ τὰ σχήματα͵ οὐδ΄ ὁμοῦ τὸ πᾶν ἀναδεῖξαι καὶ διακοσμῆσαι ἀσθενὴς ἦν) ἀλλὰ διὰ τοῦτο πρῶτόν τι καὶ δεύτερον ἀριθμεῖται καὶ τρίτον καὶ τὰ ἑξῆς͵ ἵνα τάξις εὐθὺς συνεισέλθῃ τοῖς κτίσμασι. Τάξις οὖν τὸ πᾶν συνεστήσατο. Τάξις συνέχει καὶ τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια· τάξις ἐν νοητοῖς· τάξις ἐν αἰσθητοῖς· τάξις ἐν ἀγγέλοις· τάξις ἐν ἄστροις καὶ κινήσει καὶ μεγέθει καὶ σχέσει τῇ πρὸς ἄλληλα καὶ λαμπρότητι. Ἄλλη δόξα ἠλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ· τάξις ἐν ὥραις καὶ καιροῖς͵ ἐν κόσμῳ προϊοῦσί τε καὶ ὑπαπιοῦσι καὶ διὰ τῆς μεσότητος τὸ αὐστηρὸν τιθασσεύουσι· τάξις ἐν ἡμέρας καὶ νυκτὸς μέτροις καὶ διαστήμασι. Τάξις ἐν στοιχείοις͵ ἐξ ὧν τὰ σώματα· τάξις περιήγαγεν οὐρανὸν͵ ἥπλωσεν ἀέρα͵ γῆν ὑπέθηκεν ἢ καὶ ὑπερέθηκε͵ φύσιν ὑγρὰν ἔχεε καὶ συνήγαγεν͵ ἀνέμους ἀφῆκε καὶ οὐκ ἐπαφῆκεν͵ ὕδωρ ἔδησεν ἐν νεφέλαις καὶ οὐ κατέσχεν͵ ἀλλ΄ ἔσπειρεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς͵ εὐτάκτως καὶ ὁμοτίμως· καὶ ταῦτα οὐκ ἐπ΄ ὀλίγον͵ οὐδὲ εἰς ἕνα καιρὸν ἢ χρόνον͵ ἀλλ΄ ἀπ΄ ἀρχῆς εἰς τέλος͵ τὴν αὐτὴν ὁδὸν εὐθυνόμενα καὶ περιπορευόμενα͵ πεπηγότα τε καὶ κινούμενα͵ τὸ μὲν τῷ Λόγῳ͵ τὸ δὲ τῇ ῥεύσει· Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται. Τοῦτο τῆς πήξεως· καὶ εἴ τι γέγονεν ἢ γεννήσεται͵ τοῦτο τοῦ ῥεύματος.

Καὶ τάξεως μὲν ἐπικρατούσης͵ κόσμος τὸ Πᾶν καὶ τὸ κάλλος ἀκίνητον. Ἀταξία δὲ καὶ ἀκοσμία͵ ἐν μὲν ἀέρι τοὺς σκηπτοὺς ἐν δὲ γῇ τοὺς σεισμοὺς ἐν δὲ θαλάσσῃ τὰς ἐπικλύσεις ἐν δὲ πόλεσι καὶ οἴκοις πολέμους ἐν δὲ τοῖς σώμασι τὰς ἀῤῥωστίας͵ ἐν δὲ ταῖς ψυχαῖς τὰς ἁμαρτίας͵ ἐκαινοτόμησεν. Ταῦτα πάντα οὐ τάξεως͵ οὐδὲ εἰρήνης͵ ἀλλὰ ταραχῆς καὶ ἀταξίας ὀνόματα. Καὶ τὴν θρυλλουμένην δὲ φθορὰν καὶ προσδοκωμένην͵ μὴ ἄλλο τι͵ ἀδελφοὶ͵ ἢ πλεονασμὸν ἀταξίας εἶναι νομίζωμεν. Συνδεῖ μὲν γὰρ τάξις͵ λύει δὲ ἀταξία͵ ὅταν λύσαι τὸ πᾶν ἢ μεταποιῆσαι παραστῇ τῷ συνδήσαντι.

Τάξις καὶ τοῖς ζώοις ἅπασι γένεσιν καὶ τροφὴν καὶ τὰς καταλλήλους ἑκάστῳ χώρας ἐνομοθέτησε. Καὶ οὔτε δελφῖνά τις εἶδεν αὔλακα τέμνοντα͵ οὔτε βοῦν δι΄ ὕδατος ὀλισθαίνοντα· ὥσπερ οὐδ΄ ἥλιον ἐν νυκτὶ μειούμενον ἢ πληρούμενον οὔτε σελήνην ἐν ἡμέρᾳ πυρσεύουσαν· ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις͵ πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· νὺξ καὶ ἄνθρωπος ὕπνῳ συστέλλεται καὶ τὰ θηρία παῤῥησιάζεται καὶ ζητεῖ τροφὴν ἕκαστον τὴν διδομένην παρὰ τοῦ κτίσαντος· ἡμέρα καὶ τὰ θηρία συνάγεται καὶ ἄνθρωπος ἐπὶ τὴν ἐργασίαν ἐπείγεται· καὶ ἀλλήλοις ὑποχωροῦμεν ἐν τάξει͵ νόμῳ καὶ λόγῳ φύσεως. Προσθήσω τὸ μέγιστόν τε καὶ οἰκειότατον. Τάξις ἐκ λογικοῦ τε καὶ ἀλόγου κράματος͵ τὸν ἄνθρωπον͵ ζῶον λογικὸν συνεστήσατο· καὶ συνέδησε μυστικῶς τε καὶ ἀῤῥήτως τὸν χοῦν τῷ νοῒ καὶ τὸν νοῦν τῷ πνεύματι. Καὶ ἵνα θαυματουργήσῃ τι μεῖζον ἐν τῷ ἑαυτοῦ πλάσματι͵ τὸ αὐτὸ καὶ διεσώσατο καὶ διέλυσε. Τὸ μὲν γὰρ ἐπεισήγαγε͵ τὸ δὲ ὑπεξήγαγεν͵ ὥσπερ ἐν ῥεύματι͵ καὶ τῷ θνητῷ τὴν ἀθανασίαν ἐπραγματεύσατο διὰ λύσεως. Αὕτη καὶ τῶν ἀλόγων ἡμᾶς διέστησε καὶ πόλεις ᾤκισε καὶ νόμους ἔθετο καὶ ἀρετὴν ἐτίμησε καὶ κακίαν ἐκόλασε καὶ τέχνας εὕρετο καὶ συζυγίαν ἡρμόσατο καὶ τῷ περὶ τὰ γεννώμενα φίλτρῳ τὸν βίον ἡμέρωσε καὶ μεῖζόν τι τοῦ κάτω πόθου καὶ τοῦ σαρκικοῦ͵ τὸν περὶ Θεὸν ἐνιδρύσατο.

Καὶ τί δεῖ καθ΄ ἕκαστον λέγειν; Τάξις τῶν ὄντων ἐστὶ μήτηρ καὶ ἀσφάλεια, καὶ τὸ τοῦ Λόγου μόνη καλῶς ἂν εἴποι͵ τοῦ πάντα δημιουργήσαντος͵ εἴ γε λάβοι φωνήν· Ὅτε τὸ πᾶν οὐσιοῦτο τῷ Θεῷ καὶ ὑφίστατο͵ ἐγὼ ἤμην παρ΄ αὐτῷ ἁρμόζουσα· ἡνίκα ἡτοίμαζε τὸν ἑαυτοῦ θρόνον ἐπ΄ ἀνέμων καὶ ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, ἡνίκα ἐθεμελίου τὴν γῆν καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τὰς ὑπ΄ οὐρανὸν καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαν δύναμιν ἐχαρίσατο. Ἀλλ΄ (οὗ χάριν ταῦτα πάντα διῆλθον͵ καὶ πρὸς ὃ πάλαι ὁ λόγος ἠπείγετο)͵ τάξις κἂν ταῖς Ἐκκλησίαις͵ τὸ μὲν εἶναί τι ποίμνιον͵ τὸ δὲ ποιμένας διώρισε, καὶ τὸ μὲν ἄρχειν͵ τὸ δὲ ἄρχεσθαι καὶ τὸ μὲν οἷον εἶναι κεφαλὴν τὸ δὲ πόδας τὸ δὲ χεῖρας τὸ δὲ ὀφθαλμὸν τὸ δὲ ἄλλο τι τῶν μελῶν τοῦ σώματος͵ πρὸς τὴν τοῦ παντὸς εὐαρμοστίαν καὶ τὸ συμφέρον ἢ προεχομένων ἢ προεχόντων· καὶ͵ ὥσπερ ἐν τοῖς σώμασιν͵ οὔτε ἀπέῤῥηκται ἀλλήλων τὰ μέλη͵ ἀλλ΄ ἓν σῶμα τὸ πᾶν ἐστιν ἐκ διαφόρων συγκείμενον, οὔτε ταυτὸ πάντων ἐνέργημα͵ εἰ καὶ ταυτὸ τὸ χρῄζειν ἀλλήλων εἰς ἀνάγκην εὐνοίας τε καὶ συννεύσεως, καὶ οὔτε ὀφθαλμὸς βαδίζει͵ ἀλλ΄ ὁδηγεῖ, οὔτε ποὺς προβλέπει͵ ἀλλὰ μεταβαίνει καὶ μετατίθησιν, οὔτε γλῶσσα δέχεται φωνάς͵ ἀκοῆς γάρ, οὔτε ἀκοὴ φθέγγεται͵ γλώσσης γάρ· καὶ ῥὶς μὲν ὀδμῶν αἰσθητήριον, λάρυγξ δὲ σῖτα γεύεται͵ φησὶν ὁ Ἰώβ· χεὶρ δὲ τοῦ διδόναι καὶ τοῦ λαμβάνειν ὄργανον, νοῦς δὲ τοῖς πᾶσιν ἡγεμὼν παρ΄ οὗ τὸ αἰσθάνεσθαι καὶ εἰς ὃν ἡ αἴσθησις. Οὕτω καὶ παρ΄ ἡμῖν͵ τῷ κοινῷ Χριστοῦ σώματι. Οἱ γὰρ πάντες ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, οἱ δὲ καθ΄ ἕνα Χριστοῦ καὶ ἀλλήλων μέλη. Τὸ μὲν γὰρ ἄρχει καὶ προκαθέζεται͵ τὸ δὲ ἄγεται καὶ εὐθύνεται͵ καὶ οὔτε ταυτὸν ἀμφότερα ἐνεργεῖ͵ εἴπερ μὴ ταυτὸν ἄρχειν καὶ ἄρχεσθαι, καὶ γίνεται ἀμφότερα ἓν εἰς ἕνα Χριστὸν ὑπὸ τοῦ αὐτοῦ συναρμολογούμενα καὶ συντιθέμενα Πνεύματος.


Ποιός εἶναι ὁ πραγματικὸς ἱερὸς πόλεμος

ΠΩΣ οἴσω τὸν ἱερὸν τοῦτον πόλεμον; Λεγέσθω γάρ τις καὶ πόλεμος ἱερός͵ ὥσπερ καὶ βαρβαρικός. Πῶς συνάψω καὶ εἰς ἓν ἀγάγω τοὺς ἀντικαθεζομένους τούτους καὶ ἀντιποιμαίνοντας͵ καὶ τὸν συναπεῤῥωγότα τούτοις λαὸν καὶ ἀντίθετον, ὥσπερ ἐν τοῖς χάσμασι τῶν σεισμῶν͵ τὰ γειτονοῦντα καὶ πλησιάζοντα, ἢ ταῖς λοιμικαῖς νόσοις τοὺς θεραπευτὰς καὶ οἰκείους͵ ἄλλοις ἀπ΄ ἄλλων διαδιδομένης εὐκόλως τῆς ἀῤῥωστίας, οὐ μόνον δέ͵ ἀλλὰ καὶ τὰ τῆς οἰκουμένης τμήματα συμπεπονθότα τοῖς στασιάζουσιν͵ ὥστε καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκριθῆναι τότε Ἑῷον καὶ τὸ Ἑσπέριον καὶ κινδυνεύειν τῆς γνώμης οὐχ ἧττον ἢ τῶν περάτων ταῦτα γενέσθαι τμήματα; Μέχρι τίνος γὰρ ὁ ἐμὸς καὶ ὁ σὸς καὶ ὁ παλαιὸς καὶ ὁ νέος, ὁ λογιώτερος ἢ ὁ πνευματικώτερος͵ ὁ εὐγενέστερος ἢ ὁ δυσγενέστερος͵ ὁ τῷ πλήθει πλουσιώτερος ἢ ὁ πενέστερος; Αἰσχύνομαι τὸ γῆρας͵ ἄλλων καλούμενος͵ ὑπὸ Χριστοῦ σεσωσμένος. ...

Χαῖρε͵ ὦ μεγαλόπολι καὶ φιλόχριστε (μαρτυρήσω γὰρ τἀληθῆ καὶ εἰ μὴ κατ΄ ἐπίγνωσιν ὁ ζῆλος, πεποίηκε χρηστοτέρους ἡμᾶς ἡ διάζευξις). Πρόσιτε τῇ ἀληθείᾳ, μετασκευάζεσθε ὀψὲ γοῦν, τιμήσατε Θεὸν πλέον τῆς συνηθείας. Οὐχ ἡ μετάθεσις τὸ αἰσχρὸν ἔχει͵ ἀλλ΄ ἡ τοῦ κακοῦ τήρησις τὴν ἀπώλειαν. Χαίροις͵ Ἀνατολὴ καὶ Δύσις͵ ὑπὲρ ὧν καὶ ὑφ΄ ὧν πολεμούμεθα· μάρτυς ὁ εἰρηνεύσων ὑμᾶς͵ ἂν ὀλίγοι μιμήσωνται τὴν ἐμὴν ὑποχώρησιν. Οὐ γὰρ καὶ τὸν Θεὸν ἀπολοῦσιν οἱ τῶν θρόνων παραχωρήσαντες͵ ἀλλ΄ ἕξουσι τὴν ἄνω καθέδραν͵ ἣ πολὺ τούτων ἐστὶν ὑψηλοτέρα τε καὶ ἀσφαλεστέρα. Ἐπὶ πᾶσί τε καὶ πρὸ πάντων βοήσομαι· Χαίρετε͵ ἄγγελοι͵ τῆσδε τῆς Ἐκκλησίας ἔφοροι καὶ τῆς ἐμῆς παρουσίας καὶ ἐκδημίας͵ εἴπερ ἐν χειρὶ Θεοῦ τὰ ἡμέτερα. Χαῖρέ μοι͵ ὦ Τριάς͵ τὸ ἐμὸν μελέτημα καὶ καλλώπισμα, καὶ σώζοιο τοῖσδε καὶ σώζοις τούσδε͵ τὸν ἐμὸν λαὸν (ἐμὸς γάρ͵ κἂν ἄλλως οἰκονομώμεθα) καὶ ἀγγέλοιό μοι διαπαντὸς ὑψουμένη καὶ αὐξουμένη καὶ λόγῳ καὶ πολιτείᾳ͵ Τεκνία͵ φυλάσσοιτέ μοι τὴν παρακαταθήκην, μέμνησθέ μου τῶν λιθασμῶν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.


Καινὴ κτίση

ΜΙΑ δόξα͵ τὸ δόξης ἁπάσης ὑπεριδεῖν ἐπὶ τηλικούτοις. Εἷς δὲ πλοῦτος͵ τὰ ἐλπιζόμενα· φοβερὸν δὲ οὐδὲν ἢ τὸ φοβηθῆναί τι πρὸ Θεοῦ. Μετὰ τούτων παρατετάγμεθα τῶν λογισμῶν καὶ οὕτως ὡπλίσμεθα· πρὸς τοιούτους σοι νεανίας ὁ λόγος͵ Ἡδὺ μὲν καὶ ὁ κόσμος οὗτος καὶ τὸ πατρῷον ἔδαφος καὶ φίλοι καὶ συγγενεῖς καὶ ἡλικιῶται καὶ ὁ ναὸς οὗτος τὸ μέγα καὶ περιβόητον ὄνομα͵ καὶ πανηγύρεις πατρικαὶ καὶ μυστήρια καὶ πάντα οἷς ἡμεῖς τῶν ἄλλων διαφέρειν δοκοῦμεν. Οὔπω δὲ ἡδίω Θεοῦ͵ καὶ τῶν ὑπὲρ τοῦ καλοῦ κινδύνων· μὴ τοῦτο νομίσῃς. Κόσμος τε γὰρ ἄλλος ἡμῖν͵ πολὺ τῶν ὁρωμένων ὑψηλότερός τε καὶ μονιμώτερος· πατρίς τε ἡ ἄνω Ἱερουσαλήμ͵ ἣν οὐδεὶς Ἀντίοχος πολιορκήσει͵ οὐδὲ προσδοκήσει παραστήσεσθαι͵ ἡ καρτερὰ καὶ ἀνάλωτος. Συγγένεια δὲ ἡ ἔμπνευσις καὶ οἱ κατ΄ ἀρετὴν γεννηθέντες. Φίλοι δὲ προφῆται καὶ πατριάρχαι͵ παρ΄ ὧν ἡμῖν καὶ ὁ τύπος τῆς εὐσεβείας. Ἡλικιῶται δὲ͵ οἱ σήμερον ἡμῖν συγκινδυνεύοντες καὶ τὴν καρτερίαν ὁμόχρονοι. Ναοῦ δὲ οὐρανὸς μεγαλοπρεπέστερος͵ πανήγυρις δὲ ἀγγέλων χοροστασία· καὶ μυστήριον ἓν μέγα καὶ μέγιστον καὶ τοῖς πολλοῖς ἀπόκρυφον͵ ὁ Θεός͵ πρὸς ὃν βλέπει καὶ τὰ τῇδε μυστήρια.


Τὸ γέλιο

Η ΒΑΣΙΛΙΣΣΑ τῶν ὡρῶν τῇ βασιλίδι τῶν ἡμερῶν πομπεύει καὶ δωροφορεῖ παρ΄ ἑαυτῆς πᾶν ὅ τι κάλλιστον καὶ τερπνότατον. Νῦν οὐρανὸς διαυγέστερος· νῦν ἥλιος ὑψηλότερος καὶ χρυσοειδέστερος· νῦν σελήνης κύκλος φανότερος καὶ ἀστέρων χορὸς καθαρώτερος. Νῦν αἰγιαλοῖς μὲν κύματα σπένδεται͵ ἡλίῳ δὲ νέφος͵ ἀέρι δὲ ἄνεμοι͵ γῆ δὲ φυτοῖς͵ φυτὰ δὲ ὄψεσι. Νῦν πηγαὶ διαυγέστερον νάουσι· νῦν δὲ ποταμοὶ δαψιλέστερον͵ τῶν χειμερίων δεσμῶν λυθέντες. Καὶ λειμὼν εὐωδεῖ καὶ φυτὸν βρύει καὶ κείρεται πόα καὶ ἄρνες ἐπισκιρτῶσι χλοεραῖς ταῖς ἀρούραις. Ἄρτι μὲν ναῦς ἐκ λιμένων ἀνάγεται σὺν κελεύσμασι καὶ τούτοις ὡς τὰ πολλὰ φιλοθέοις καὶ τῷ ἰστίῳ πτεροῦται· καὶ περισκιρτᾷ δελφὶς ἀναφυσῶν ὡς ἥδιστον καὶ ἀναπεμπόμενος καὶ παραπέμπει πλωτῆρας σὺν εὐθυμίᾳ. Ἄρτι δὲ γεωργὸς ἄροτρον πήγνυται͵ ἄνω βλέπων καὶ τὸν καρποδότην ἐπικαλούμενος καὶ ὑπὸ ζυγὸν ἄγει βοῦν ἀρότην καὶ τέμνει γλυκεῖαν αὔλακα καὶ ταῖς ἐλπίσιν εὐφραίνεται. Ἄρτι δὲ ποιμὴν καὶ βουκόλος ἁρμόζονται σύριγγας καὶ νόμιον ἐμπνέουσι μέλος καὶ φυτοῖς καὶ πέτραις ἐνεαρίζουσιν. Ἄρτι δὲ φυτὸν φυτουργὸς θεραπεύει καὶ ἰξευτὴς καλάμους οἰκοδομεῖ καὶ ὑποβλέπει πτόρθους καὶ περιεργάζεται πτερὸν ὄρνιθος. Καὶ ἀλιεὺς βυθοὺς διορᾷ καὶ δίκτυον ἀνακαθαίρει καὶ πέτρας ὑπερκαθέζεται. Ἄρτι μὲν ἡ φιλεργὸς μέλισσα͵ τὸ πτερὸν ἐκλύσασα καὶ τῶν σίμβλων ἀπαναστᾶσα͵ τὴν ἑαυτῆς σοφίαν ἐπιδείκνυται καὶ λειμῶνας ἐφίπταται͵ καὶ συλᾷ τὰ ἄνθη· καὶ ἡ μὲν φονεῖ τὰ κηρία͵ τὰς ἐξαγώνους καὶ ἀντιθέτους σύριγγας ἐξυφαίνουσα καὶ τὰς εὐθείας ταῖς γωνίαις ἐπαλλάττουσα͵ ἔργον ὁμοῦ κάλλους καὶ ἀσφαλείας· ἡ δὲ τὸ μέλι ταῖς ἀποθήκαις ἐναποτίθεται καὶ γεωργεῖ τῷ ξενίζοντι καρπὸν γλυκὺν καὶ ἀνήροτον. Ὡς ὄφελόν γε καὶ ἡμεῖς͵ ὁ Χριστοῦ μελισσών͵ καὶ τοιοῦτο λαβόντες σοφίας καὶ φιλοπονίας ὑπόδειγμα. Ἄρτι δὲ καλιὰν ὄρνις πήγνυται͵ καὶ ὁ μὲν ἐπανέρχεται͵ ὁ δὲ εἰσοικίζεται͵ ὁ δὲ περιίπταται͵ καὶ καταφωνεῖ τὸ ἄλσος͵ καὶ περιλαλεῖ τὸν ἄνθρωπον. Πάντα Θεὸν ὑμνεῖ καὶ δοξάζει φωναῖς ἀλαλήτοις· ἐπὶ πᾶσι γὰρ εὐχαριστεῖται δι΄ ἐμοῦ Θεός· καὶ οὕτως ὁ ἐκείνων ὕμνος ἡμέτερος γίνεται͵ παρ΄ ὧν ἐγὼ τὸ ὑμνεῖν λαμβάνω. Νῦν μὲν γελᾷ πᾶν ζώων γένος καὶ πᾶσαν αἴσθησιν ἑστιώμεθα. Νῦν δὲ ὑψαύχην ἵππος καὶ ἀγέρωχος͵ τοῖς οἴκοις δυσχεραίνων καὶ τὰ δεσμὰ τυραννήσας͵ κροαίνει κατὰ πεδίον καὶ ποταμοῖς ὡραΐζεται.


Προσευχὴ τοῦ σύμπαντος κόσμου

Ω ΠΑΝΤΩΝ ἐπέκεινα τί γὰρ θέμις ἄλλο σε μέλπειν; Πῶς λόγος ὑμνήσει σε; σὺ γὰρ λόγῳ οὐδενὶ ῥητόν. Πῶς νόος ἀθρήσει σε; σὺ γὰρ νόῳ οὐδενὶ ληπτός. Μοῦνος ἐὼν ἄφραστος· ἐπεὶ τέκες ὅσσα λαλεῖται. Μοῦνος ἐὼν ἄγνωστος· ἐπεὶ τέκες ὅσσα νοεῖται. Πάντα σε καὶ λαλέοντα καὶ οὐ λαλέοντα λιγαίνει. Πάντα σε καὶ νοέοντα καὶ οὐ νοέοντα γεραίρει. Ξυνοὶ γάρ τε πόθοι͵ ξυναὶ δ΄ ὠδῖνες ἁπάντων Ἀμφὶ σέ· σοὶ δὲ τὰ πάντα προσεύχεται· εἰς σὲ δὲ πάντα Σύνθεμα σὸν νοέοντα λαλεῖ σιγώμενον ὕμνον. Σοὶ ἑνὶ πάντα μένει· σοὶ δ΄ ἀθρόα πάντα θοάζει. Καὶ πάντων τέλος ἐσσὶ καὶ εἷς καὶ πάντα καὶ οὐδείς͵ Οὐχ ἓν ἐὼν͵ οὐ πάντα· πανώνυμε͵ πῶς σε καλέσσω͵ Τὸν μόνον ἀκλήϊστον; Ὑπερνεφέας δὲ καλύπτρας Τίς νόος οὐρανίδης εἰσδύσεται; Ἵλαος εἴης͵ Ὦ πάντων ἐπέκεινα· τί γὰρ θέμις ἄλλο σε μέλπειν;


Ἀπὸ Κυριακὴ σὲ Κυριακή

ΩΣΠΕΡ ἡ πρώτη κτίσις τὴν ἀρχὴν ἀπὸ Κυριακῆς λαμβάνει (δῆλον δέ, ἀπὸ γὰρ ταύτης ἑβδόμη τὸ Σάββατον γίνεται͵ κατάπαυσις οὖσα τῶν ἔργων)͵ οὕτω καὶ ἡ δευτέρα πάλιν ἐκ τῆς αὐτῆς ἄρχηται͵ πρώτη οὖσα τῶν μετ΄ αὐτὴν καὶ ὀγδοὰς ἀπὸ τῶν πρὸ αὐτῆς͵ ὑψηλῆς ὑψηλοτέρα καὶ θαυμασίας θαυμασιωτέρα. Πρὸς γὰρ τὴν ἄνω φέρει κατάστασιν ἣν καὶ ὁ θεῖος Σολομὼν αἰνίττεσθαί μοι δοκεῖ͵ διδόναι μερίδα τοῖς ἑπτὰ τῷ βίῳ τούτῳ͵ νομοθετῶν· καί γε τοῖς ὀκτώ͵ τῷ μέλλοντι, ἐκ τῆς ἐντεῦθεν εὐπραγίας καὶ τῆς ἐκεῖθεν ἀποκαταστάσεως. Ἀλλὰ καὶ ὁ μέγας Δαβὶδ τῇ αὐτῇ προσᾴδειν ἔοικε τοὺς περὶ τῆς ὀγδόης ψαλμούς͵ ὥσπερ καὶ τῇ τῶν Ἐγκαινίων ἡμέρᾳ ταύτῃ ψαλμὸν ἕτερον͵ οἴκου τινὰ ἐγκαινισμὸν ὀνομάζων, ὅστις ἐσμὲν ἡμεῖς͵ οἱ Θεοῦ ναὸς εἶναί τε καὶ ἀκούειν ἠξιωμένοι καὶ γίνεσθαι.


Ὁ ἴδιος ἐπίγειος καὶ οὐράνιος

ΜΗ ἀπατάτωσαν οἱ ἄνθρωποι μηδὲ ἀπατάσθωσαν ἄνθρωπον ἄνουν δεχόμενοι τὸν Κυριακόν͵ ὡς αὐτοὶ λέγουσι͵ μᾶλλον δὲ τὸν Κύριον ἡμῶν καὶ Θεόν. Οὐδὲ γὰρ τὸν ἄνθρωπον χωρίζομεν τῆς θεότητος͵ ἀλλ΄ ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν͵ πρότερον μὲν οὐκ ἄνθρωπον͵ ἀλλὰ Θεὸν καὶ Υἱὸν μόνον καὶ προαιώνιον͵ ἀμιγῆ σώματος καὶ τῶν ὅσα σώματος͵ ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον͵ προσληφθέντα ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας͵ παθητὸν σαρκί͵ ἀπαθῆ θεότητι͵ περιγραπτὸν σώματι͵ ἀπερίγραπτον πνεύματι͵ τὸν αὐτὸν ἐπίγειον καὶ οὐράνιον͵ ὁρώμενον καὶ νοούμενον͵ χωρητὸν καὶ ἀχώρητον͵ ἵν΄ ὅλῳ ἀνθρώπῳ τῷ αὐτῷ καὶ Θεῷ ὅλος ἄνθρωπος ἀναπλασθῇ πεσὼν ὑπὸ τὴν ἁμαρτίαν. ... Καὶ εἰ δεῖ συντόμως εἰπεῖν͵ ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ Σωτὴρ (εἴπερ μὴ ταὐτὸν τὸ ἀόρατον τῷ ὁρατῷ καὶ τὸ ἄχρονον τῷ ὑπὸ χρόνον)͵ οὐκ ἄλλος δὲ καὶ ἄλλος· μὴ γένοιτο. Τὰ γὰρ ἀμφότερα ἓν τῇ συγκράσει͵ Θεοῦ μὲν ἐνανθρωπήσαντος͵ ἀνθρώπου δὲ θεωθέντος͵ ἢ ὅπως ἄν τις ὀνομάσειε. Λέγω δὲ ἄλλο καὶ ἄλλο͵ ἔμπαλιν ἢ ἐπὶ τῆς Τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος͵ ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν· οὐκ ἄλλο δὲ καὶ ἄλλο͵ ἓν γὰρ τὰ τρία καὶ ταὐτὸν τῇ θεότητι.


Θὰ γνωρίσουμε ὅσο μᾶς ἔχει γνωρίσει

ΘΕΟΝ͵ ὅ τί ποτε μέν ἐστι τὴν φύσιν καὶ τὴν οὐσίαν͵ οὔτε τις εὗρεν ἀνθρώπων πώποτε͵ οὔτε μὴ εὕρῃ. ἀλλ΄ εἰ μὲν εὑρήσει ποτέ͵ ζητείσθω τοῦτο καὶ φιλοσοφείσθω παρὰ τῶν βουλομένων. εὑρήσει δέ͵ ὡς ἐμὸς λόγος͵ ἐπειδὰν τὸ θεοειδὲς τοῦτο καὶ θεῖον͵ λέγω δὲ τὸν ἡμέτερον νοῦν τε καὶ λόγον͵ τῷ οἰκείῳ προσμίξῃ͵ καὶ ἡ εἰκὼν ἀνέλθῃ πρὸς τὸ ἀρχέτυπον͵ οὗ νῦν ἔχει τὴν ἔφεσιν. καὶ τοῦτο εἶναί μοι δοκεῖ τὸ πάνυ φιλοσοφούμενον͵ ἐπιγνώσεσθαι ποτε ἡμᾶς͵ ὅσον ἐγνώσμεθα. τὸ δὲ νῦν εἶναι βραχεῖά τις ἀπορροὴ πᾶν τὸ εἰς ἡμᾶς φθάνον͵ καὶ οἷον μεγάλου φωτὸς μικρὸν ἀπαύγασμα. ὥστε καὶ εἴ τις ἔγνω θεόν͵ ἢ ἐγνωκέναι μεμαρτύρηται͵ τοσοῦτον ἔγνω͵ ὅσον ἄλλου μὴ τὸ ἴσον ἐλλαμφθέντος φανῆναι φωτοειδέστερος. καὶ τὸ ὑπερβάλλον τέλειον ἐνομίσθη͵ οὐ τῇ ἀληθείᾳ͵ τῇ δὲ τοῦ πλησίον δυνάμει παραμετρούμενον.


Θεὸς ἑνώνεται μὲ Θεούς

ΘΕΟΣ ἦν ἀεὶ καὶ ἔστι καὶ ἔσται· μᾶλλον δὲ ἔστιν ἀεί. Τὸ γὰρ ἦν καὶ ἔσται τοῦ καθ΄ ἡμᾶς χρόνου τμήματα καὶ τῆς ῥευστῆς φύσεως· ὁ δὲ ὢν ἀεὶ καὶ τοῦτο αὐτὸς ἑαυτὸν ὀνομάζει τῷ Μωϋσεῖ χρηματίζων ἐπὶ τοῦ ὄρους. Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὼν ἔχει τὸ εἶναι͵ μήτε ἀρξάμενον͵ μήτε παυσόμενον͵ οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον͵ πᾶσαν ὑπερεκπῖπτον ἔννοιαν καὶ χρόνου καὶ φύσεως· νῷ μόνῳ σκιαγραφούμενος καὶ τοῦτο λίαν ἀμυδρῶς καὶ μετρίως͵ οὐκ ἐκ τῶν κατ΄ αὐτὸν͵ ἀλλ΄ ἐκ τῶν περὶ αὐτὸν ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα͵ πρὶν κρατηθῆναι φεῦγον καὶ πρὶν νοηθῆναι διαδιδράσκον· τοσαῦτα περιλάμπον ἡμῶν τὸ ἡγεμονικὸν καὶ ταῦτα κεκαθαρμένον͵ ὅσα καὶ ὄψιν ἀστραπῆς τάχος οὐχ ἱσταμένης. Ἐμοὶ δοκεῖν͵ ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτὸ (τὸ γὰρ τελέως ἄληπτον͵ ἀνέλπιστον καὶ ἀνεπιχείρητον)͵ τῷ δὲ ἀλήπτῳ θαυμάζηται͵ θαυμαζόμενον δὲ ποθῆται πλέον͵ ποθούμενον δὲ καθαίρῃ͵ καθαῖρον δὲ θεοειδεῖς ἀπεργάζηται͵ τοιούτοις δὲ γενομένοις͵ ὡς οἰκείοις ἤδη προσομιλῇ͵ τολμᾷ τι νεανικὸν ὁ λόγος͵ Θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος καὶ τοσοῦτον ἴσως͵ ὅσον ἤδη γινώσκει τοὺς γινωσκομένους. Ἄπειρον οὖν τὸ θεῖον καὶ δυσθεώρητον καὶ τοῦτο πάντη καταληπτὸν αὐτοῦ μόνον ἡ ἀπειρία· κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως ἢ ὅλον ἄληπτον εἶναι ἢ τελέως ληπτόν. Τί γὰρ ὃς ἁπλῆς ἐστι φύσεως͵ ἐπιζητήσωμεν. Οὐ γὰρ δὴ τοῦτο φύσις αὐτῷ ἡ ἁπλότης, εἴπερ μηδὲ τοῖς συνθέτοις͵ μόνον τὸ εἶναι συνθέτοις.

Διχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου͵ κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρ ταῦτα καὶ μὴ ἐν τούτοις ἄπειρον)͵ ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέψῃ͵ οὐκ ἔχων ὅποι στῇ καὶ ἀπερείσηται ταῖς περὶ Θεοῦ φαντασίαις͵ τὸ ἐνταῦθα ἄπειρον καὶ ἀνέκβατον͵ ἄναρχον προσηγόρευσεν· ὅταν δὲ εἰς τὰ κάτω καὶ τὰ ἑξῆς͵ ἀθάνατον καὶ ἀνώλεθρον· ὅταν δὲ συνέλῃ τὸ πᾶν͵ αἰώνιον. Αἰὼν γὰρ οὔτε χρόνος͵ οὔτε χρόνου τι μέρος· οὐδὲ γὰρ μετρητόν· ἀλλ΄ ὅπερ ἡμῖν ὁ χρόνος͵ ἡλίου φορᾷ μετρούμενος͵ τοῦτο τοῖς ἀϊδίοις αἰών͵ τὸ συμπαρεκτεινόμενον τοῖς οὖσιν͵ οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα. ... Ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τοῦτο͵ τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ͵ ἀλλ΄ ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι͵ ὡς πλείονα εἶναι τὰ εὐεργετούμενα (τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος)͵ πρῶτον μὲν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους· καὶ τὸ ἐννόημα ἔργον ἦν͵ Λόγῳ συμπληρούμενον καὶ Πνεύματι τελειούμενον. Καὶ οὕτως ὑπέστησαν λαμπρότητες δεύτεραι͵ λειτουργοὶ τῆς πρώτης λαμπρότητος· εἴτε νοερὰ πνεύματα͵ εἴτε πῦρ οἷον ἄϋλον καὶ ἀσώματον͵ εἴτε τινὰ φύσιν ἄλλην͵ ὅτι ἐγγυτάτω τῶν εἰρημένων͵ ταύτας ὑποληπτέον. Βούλομαι μὲν εἰπεῖν͵ ὅτι ἀκινήτους πρὸς τὸ κακὸν καὶ μόνην ἐχούσας τὴν τοῦ καλοῦ κίνησιν͵ ἅτε περὶ Θεὸν οὔσας καὶ τὰ πρῶτα ἐκ Θεοῦ λαμπομένας· τὰ γὰρ ἐνταῦθα͵ δευτέρας ἐλλάμψεως. Πείθει δέ με μὴ ἀκινήτους͵ ἀλλὰ δυσκινήτους καὶ ὑπολαμβάνειν ταύτας καὶ λέγειν͵ ὁ διὰ τὴν λαμπρότητα Ἑωσφόρος͵ σκότος διὰ τὴν ἔπαρσιν καὶ γενόμενος καὶ λεγόμενος͵ αἵ τε ὑπ΄ αὐτὸν ἀποστατικαὶ δυνάμεις͵ δημιουργοὶ τῆς κακίας͵ τῇ τοῦ καλοῦ φυγῇ καὶ ἡμῖν πρόξενοι. ...

Ἐπεὶ δὲ τὰ πρῶτα καλῶς εἶχεν αὐτῷ͵ δεύτερον ἐννοεῖ κόσμον ὑλικὸν καὶ ὁρώμενον· καὶ οὗτός ἐστι τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα͵ ἐπαινετὸν μὲν τῆς καθ΄ ἕκαστον εὐφυΐας͵ ἀξιεπαινετώτερον δὲ τῆς ἐξ ἁπάντων εὐαρμοστίας καὶ συμφωνίας͵ ἄλλου πρὸς ἄλλο τι καλῶς ἔχοντος καὶ πάντων πρὸς ἅπαντα εἰς ἑνὸς κόσμου συμπλήρωσιν· ἵνα δείξῃ μὴ μόνον οἰκείαν ἑαυτῷ φύσιν͵ ἀλλὰ καὶ πάντη ξένην ὑποστήσασθαι δυνατὸς ὤν. Οἰκεῖον μὲν γὰρ θεότητος αἱ νοεραὶ φύσεις καὶ νῷ μόνῳ ληπταί, ξένον δὲ παντάπασιν͵ ὅσαι ὑπὸ τὴν αἴσθησιν καὶ τούτων αὐτῶν ἔτι ποῤῥωτέρω͵ ὅσαι παντελῶς ἄψυχοι καὶ ἀκίνητοι. ... Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις οὕτως ἀπ΄ ἀλλήλων διακριθέντα͵ τῶν ἰδίων ὅρων ἐντὸς εἱστήκεισαν καὶ τὸ τοῦ δημιουργοῦ Λόγου μεγαλεῖον ἐν ἑαυτοῖς ἔφερον͵ σιγῶντες ἐπαινέται τῆς μεγαλουργίας καὶ διαπρύσιοι κήρυκες. Οὔπω δὲ ἦν κρᾶμα ἐξ ἀμφοτέρων͵ οὐδέ τις μίξις τῶν ἐναντίων͵ σοφίας μείζονος γνώρισμα καὶ τῆς περὶ τὰς φύσεις πολυτελείας, οὐδὲ ὁ πᾶς πλοῦτος τῆς ἀγαθότητος γνώριμος. Τοῦτο δὴ βουληθεὶς ὁ τεχνίτης ἐπιδείξασθαι Λόγος καὶ ζῶον ἓν ἐξ ἀμφοτέρων͵ ἀοράτου τε λέγω καὶ ὁρατῆς φύσεως͵ δημιουργεῖ τὸν ἄνθρωπον· καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προϋποστάσης͵ παρ΄ ἑαυτοῦ δὲ πνοὴν ἐνθεὶς (ὃ δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα Θεοῦ οἶδεν ὁ λόγος)͵ οἷόν τινα κόσμον δεύτερον͵ ἐν μικρῷ μέγαν͵ ἐπὶ τῆς γῆς ἵστησιν͵ ἄγγελον ἄλλον͵ προσκυνητὴν μικτόν͵ ἐπόπτην τῆς ὁρατῆς κτίσεως͵ μύστην τῆς νοουμένης͵ βασιλέα τῶν ἐπὶ γῆς͵ βασιλευόμενον ἄνωθεν͵ ἐπίγειον καὶ οὐράνιον͵ πρόσκαιρον καὶ ἀθάνατον͵ ὁρατὸν καὶ νοούμενον͵ μέσον μεγέθους καὶ ταπεινότητος, τὸν αὐτὸν͵ πνεῦμα καὶ σάρκα· πνεῦμα διὰ τὴν χάριν͵ σάρκα διὰ τὴν ἔπαρσιν· τὸ μὲν͵ ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην· τὸ δὲ͵ ἵνα πάσχῃ καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται τῷ μεγέθει φιλοτιμούμενος· ζῶον ἐνταῦθα οἰκονομούμενον καὶ ἀλλαχοῦ μεθιστάμενον καὶ πέρας τοῦ μυστηρίου τῇ πρὸς Θεὸν νεύσει θεούμενον. Εἰς τοῦτο γὰρ ἐμοὶ φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας͵ λαμπρότητα Θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν ἀξίαν τοῦ καὶ συνδήσαντος καὶ λύσοντος καὶ αὖθις συνδήσοντος ὑψηλότερον. ...

Πολλοῖς δὲ παιδευθεὶς πρότερον ἀντὶ πολλῶν τῶν ἁμαρτημάτων͵ ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε κατὰ διαφόρους αἰτίας καὶ χρόνους͵ λόγῳ͵ νόμῳ͵ προφήταις͵ εὐεργεσίαις͵ ἀπειλαῖς͵ πληγαῖς͵ ὕδασιν͵ ἐμπρησμοῖς͵ πολέμοις͵ νίκαις͵ ἥτταις͵ σημείοις ἐξ οὐρανοῦ͵ σημείοις ἐξ ἀέρος͵ ἐκ γῆς͵ ἐκ θαλάττης͵ ἀνδρῶν͵ πόλεων͵ ἐθνῶν ἀνελπίστοις μεταβολαῖς͵ ὑφ΄ ὧν ἐκτριβῆναι τὴν κακίαν τὸ σπουδαζόμενον ἦν. Τέλος ἰσχυροτέρου δεῖται φαρμάκου ἐπὶ δεινοτέροις τοῖς ἀῤῥωστήμασιν͵ ἀλληλοφονίαις͵ μοιχείαις͵ ἐπιορκίαις͵ ἀνδρομανίαις͵ τὸ πάντων ἔσχατον τῶν κακῶν καὶ πρῶτον͵ εἰδωλολατρείαις καὶ τῇ μεταθέσει τῆς προσκυνήσεως ἀπὸ τοῦ πεποιηκότος ἐπὶ τὰ κτίσματα. Ταῦτα ἐπειδὴ μείζονος ἐδεῖτο τοῦ βοηθήματος͵ μείζονος καὶ τυγχάνει. Τὸ δὲ ἦν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος͵ ὁ προαιώνιος͵ ὁ ἀόρατος͵ ὁ ἀπερίληπτος͵ ὁ ἀσώματος͵ ἡ ἐκ τῆς ἀρχῆς ἀρχή͵ τὸ ἐκ τοῦ φωτὸς φῶς͵ ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας͵ τὸ ἐκμαγεῖον τοῦ ἀρχετύπου κάλλους͵ ἡ μὴ κινουμένη σφραγίς͵ ἡ ἀπαράλλακτος εἰκών͵ ὁ τοῦ Πατρὸς ὅρος καὶ Λόγος ἐπὶ τὴν ἰδίαν εἰκόνα χωρεῖ καὶ σάρκα φορεῖ διὰ τὴν σάρκα καὶ ψυχῇ νοερᾷ διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται͵ τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων. Καὶ πάντα γίγνεται͵ πλὴν τῆς ἁμαρτίας͵ ἄνθρωπος· κυηθεὶς μὲν ἐκ τῆς Παρθένου καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ Πνεύματι (ἔδει γὰρ καὶ γέννησιν τιμηθῆναι͵ καὶ παρθενίαν προτιμηθῆναι), προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως͵ ἓν ἐκ δύο τῶν ἐναντίων͵ σαρκὸς καὶ Πνεύματος, ὧν͵ τὸ μὲν ἐθέωσε͵ τὸ δὲ ἐθεώθη. Ὢ τῆς καινῆς μίξεως ὢ τῆς παραδόξου κράσεως ὁ ὢν γίνεται καὶ ὁ ἄκτιστος κτίζεται καὶ ὁ ἀχώρητος χωρεῖται διὰ μέσης ψυχῆς νοερᾶς μεσιτευούσης θεότητι καὶ σαρκὸς παχύτητι. Καὶ ὁ πλουτίζων πτωχεύει, πτωχεύει γὰρ τὴν ἐμὴν σάρκα͵ ἵν΄ ἐγὼ πλουτήσω τὴν αὐτοῦ θεότητα. Καὶ ὁ πλήρης κενοῦται, κενοῦται γὰρ τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρόν͵ ἵν΄ ἐγὼ τῆς ἐκείνου μεταλάβω πληρώσεως. Τίς ὁ πλοῦτος τῆς ἀγαθότητος; Τί τὸ περὶ ἐμὲ τοῦτο μυστήριον; Μετέλαβον τῆς εἰκόνος καὶ οὐκ ἐφύλαξα· μεταλαμβάνει τῆς ἐμῆς σαρκός͵ ἵνα καὶ τὴν εἰκόνα σώσῃ καὶ τὴν σάρκα ἀθανατίσῃ. Δευτέραν κοινωνεῖ κοινωνίαν͵ πολὺ τῆς προτέρας παραδοξοτέραν· ὅσῳ τότε μὲν τοῦ κρείττονος μετέδωκε͵ νῦν δὲ μεταλαμβάνει τοῦ χείρονος. Τοῦτο τοῦ προτέρου θεοειδέστερον, τοῦτο τοῖς νοῦν ἔχουσιν ὑψηλότερον.


Τὴν ἀρετὴ ἐπαινῶντας, τὸν Θεὸ ἐπαινῶ

ΑΡΕΤΗΝ ἐπαινῶν͵ Θεὸν ἐπαινέσομαι͵ παρ΄ οὗ τοῖς ἀνθρώποις ἡ ἀρετὴ͵ καὶ τὸ πρὸς αὐτὸν ἀνάγεσθαι͵ ἢ ἐπανάγεσθαι διὰ τῆς συγγενοῦς ἐλλάμψεως. Πολλῶν γὰρ ὄντων ἡμῖν καὶ μεγάλων͵ οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκων καὶ ὅσων͵ ὧν ἐκ Θεοῦ ἔχομέν τε καὶ ἕξομεν· τοῦτο μέγιστον καὶ φιλανθρωπότατον͵ ἡ πρὸς αὐτὸν νεῦσίς τε καὶ οἰκείωσις. Ὅπερ γάρ ἐστι τοῖς αἰσθητοῖς ἥλιος͵ τοῦτο τοῖς νοητοῖς Θεός. Ὁ μὲν γὰρ τὸν ὁρώμενον φωτίζει κόσμον͵ ὁ δὲ τὸν ἀόρατον· καὶ ὁ μὲν τὰς σωματικὰς ὄψεις ἡλιοειδεῖς͵ ὁ δὲ τὰς νοερὰς φύσεις θεοειδεῖς ἀπεργάζεται. Καὶ ὥσπερ οὗτος τοῖς τε ὁρῶσι καὶ τοῖς ὁρωμένοις͵ τοῖς μὲν τὴν τοῦ ὁρᾷν͵ τοῖς δὲ τὴν τοῦ ὁρᾶσθαι παρέχων δύναμιν͵ αὐτὸς τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον· οὕτω Θεὸς τοῖς νοοῦσι καὶ τοῖς νοουμένοις͵ τοῖς μὲν τὸ νοεῖν͵ τοῖς δὲ τὸ νοεῖσθαι δημιουργῶν͵ αὐτὸς τῶν νοουμένων ἐστὶ τὸ ἀκρότατον͵ εἰς ὃν πᾶσα ἔφεσις ἵσταται͵ καὶ ὑπὲρ ὃν οὐδαμοῦ φέρεται. Οὐδὲ γὰρ ἔχει τι ὑψηλότερον͵ ἢ ὅλως ἕξει͵ οὐδὲ ὁ φιλοσοφώτατος νοῦς καὶ διαβατικώτατος ἢ πολυπραγμονέστατος. Τοῦτο γάρ ἐστι τὸ τῶν ὀρεκτῶν ἔσχατον͵ καὶ οὗ γενομένοις πάσης θεωρίας ἀνάπαυσις. Ὧτινι μὲν οὖν ἐξεγένετο͵ διὰ λόγου καὶ θεωρίας διασχόντι τὴν ὕλην καὶ τὸ σαρκικὸν τοῦτο͵ εἴτε νέφος χρὴ λέγειν͵ εἴτε προκάλυμμα͵ Θεῷ συγγενέσθαι͵ καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ κραθῆναι͵ καθόσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει· μακάριος οὗτος͵ τῆς τε ἐντεῦθεν ἀναβάσεως͵ καὶ τῆς ἐκεῖσε θεώσεως͵ ἣν τὸ γνησίως φιλοσοφῆσαι χαρίζεται͵ καὶ τὸ ὑπὲρ τὴν ὑλικὴν δυάδα γενέσθαι͵ διὰ τὴν ἐν τῇ Τριάδι νοουμένην ἑνότητα. Ὅστις δὲ ὑπὸ τῆς συζυγίας χείρων ἐγένετο καὶ τοσοῦτον τῷ πηλῷ συνεσχέθη͵ ὡς μὴ δυνηθῆναι ἐμβλέψαι πρὸς τὰς τῆς ἀληθείας αὐγὰς͵ μηδὲ ὑπὲρ τὰ κάτω γενέσθαι͵ γεγονὼς ἄνωθεν καὶ πρὸς τὰ ἄνω καλούμενος· ἄθλιος οὗτος ἐμοὶ τῆς τυφλώσεως͵ κἂν εὐροῇ τοῖς ἐνταῦθα· καὶ τοσούτῳ πλέον͵ ὅσῳπερ ἂν μᾶλλον ὑπὸ τῆς εὐροίας παίζηται καὶ πείθηται ἄλλο τι καλὸν εἶναι πρὸ τοῦ ὄντος καλοῦ͵ πονηρὸν πονηρᾶς δόξης καρπὸν δρεπόμενος ἢ ζόφον κατακριθῆναι ἢ ὡς πῦρ ἰδεῖν͵ ὃν ὡς φῶς οὐκ ἐγνώρισεν.


Φῶς στὸ Φῶς φανερώνεται

ΟΥΔΕΝ ἐδόκει μοι τοιοῦτον οἷον μύσαντα τὰς αἰσθήσεις͵ ἔξω σαρκὸς καὶ κόσμου γενόμενον͵ εἰς ἑαυτὸν συστραφέντα͵ μηδενὸς τῶν ἀνθρωπίνων προσαπτόμενον͵ ὅτι μὴ πᾶσα ἀνάγκη͵ ἑαυτῷ προσλαλοῦντα καὶ τῷ Θεῷ͵ ζῇν ὑπὲρ τὰ ὁρώμενα καὶ τὰς θείας ἐμφάσεις ἀεὶ καθαρὰς ἐν ἑαυτῷ φέρειν ἀμιγεῖς τῶν κάτω χαρακτήρων καὶ πλανωμένων͵ ὄντως ἔσοπτρον ἀκηλίδωτον Θεοῦ καὶ τῶν θείων καὶ ὂν καὶ ἀεὶ γινόμενον͵ φωτὶ προσλαμβάνοντα φῶς͵ καὶ ἀμαυροτέρῳ τρανότερον͵ ἤδη τὸ τοῦ μέλλοντος αἰῶνος ἀγαθὸν ταῖς ἐλπίσι καρπούμενον καὶ συμπεριπολεῖν ἀγγέλοις ἔτι ὑπὲρ γῆς ὄντα καταλιπόντα τὴν γῆν καὶ ὑπὸ τοῦ Πνεύματος ἄνω τιθέμενον. Εἴ τις ὑμῶν τούτῳ τῷ ἔρωτι κάτοχος͵ οἶδεν ὃ λέγω͵ καὶ τῷ τότε πάθει συγγνώσεται· τοὺς γὰρ πολλοὺς οὐδ΄ ἂν πείσαιμι λέγων ἴσως͵ ὅσοις καὶ ἐν γέλωτι τὸ πρᾶγμα δοκεῖ͵ κακῶς διατεθεῖσιν εἴτε ὑπὸ τῆς ἰδίας αὐτῶν ἀνοίας͵ εἴτε ὑπὸ τῶν ἀναξίων τοῦ ἐπαγγέλματος· οἳ πράγματι καλῷ κακὸν περιτεθείκασιν ὄνομα͵ τῇ φιλοσοφίᾳ τὴν κενοδοξίαν͵ συνεργὸν λαβόντες τὸν φθόνον καὶ τὴν τῶν πολλῶν κακίαν πρὸς τὸ χεῖρον οὖσαν ἑτοιμοτέραν· ἵν΄ ἕν γέ τι πάντως αὐτοῖς ἁμαρτάνηται͵ ἢ τὸ κακὸν ἐνεργούμενον͵ ἢ τὸ καλὸν ἀπιστούμενον.


Φῶς τῆς ἅγιας Τριάδας

ΤΗΝ γε λαμπρότητα τῶν ἁγίων μαρτύρων ὀψόμεθα͵ οὐδὲ γὰρ τοῦτο μικρόν͵ ὡς ὁ ἐμὸς λόγος͵ καὶ εἰς τὴν χαρὰν τοῦ αὐτοῦ Κυρίου εἰσελευσόμεθα καὶ τῷ φωτὶ τῆς μακαρίας καὶ ἀρχικῆς Τριάδος͵ εὖ οἶδ΄͵ ὅτι ἐλλαμφθησόμεθα τρανότερόν τε καὶ καθαρώτερον͵ εἰς ἣν πεπιστεύκαμεν καὶ ᾗ λατρεύομεν καὶ ἣν ὁμολογοῦμεν ἔμπροσθεν Θεοῦ καὶ ἀνθρώπων͵ μηδὲν δεδοικότες͵ μηδὲν αἰσχυνόμενοι͵ μὴ τοὺς ἔξωθεν ἐχθροὺς͵ μὴ τοὺς ἐν ἡμῖν αὐτοῖς ψευδοχρίστους καὶ πολεμίους τοῦ Πνεύματος. Καὶ ὁμολογοίημεν μέχρι τῆς ἐσχάτης ἀναπνοῆς ἐν πολλῇ παῤῥησίᾳ τὴν καλὴν παρακαταθήκην τῶν ἁγίων Πατέρων͵ τῶν ἐγγυτέρω Χριστοῦ͵ καὶ τῆς πρώτης πίστεως͵ τὴν σύντροφον ἡμῖν ἐκ παίδων ὁμολογίαν͵ ἣν πρώτην ἐφθεγξάμεθα͵ καὶ ᾗ τελευταῖον συναπέλθοιμεν͵ τοῦτο͵ εἰ μή τι ἄλλο͵ ἐντεῦθεν ἀποφερόμενοι͵ τὴν εὐσέβειαν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης͵ ὁ καταλλάξας ἡμᾶς ἑαυτῷ διὰ τοῦ Σταυροῦ͵ διὰ τῆς ἁμαρτίας πολεμωθέντας, ὁ εὐαγγελισάμενος εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακράν͵ τοῖς τε ὑπὸ νόμον καὶ τοῖς ἔξω νόμου, ὁ τῆς ἀγάπης πατήρ͵ ἡ ἀγάπη· ταῦτα γὰρ πρὸ τῶν ἄλλων χαίρει καλούμενος͵ ἵνα νομοθετήσῃ καὶ τοῖς ὀνόμασι τὸ φιλάδελφον͵ ὁ τὴν καινὴν ἐντολὴν δοὺς ἐν τῷ τοσοῦτον ἀγαπᾷν ἀλλήλους͵ ὅσον καὶ ἠγαπήμεθα· ὁ δοὺς καὶ τυραννεῖν καλῶς͵ καὶ τυραννεῖσθαι διὰ τὸν φόβον καὶ ἀναδύεσθαι σὺν λόγῳ͵ καὶ θαῤῥεῖν πάλιν διὰ τὸν λόγον· ὁ καὶ τὰ μεγάλα ποίμνια καταρτίζων καὶ τὰ μικρὰ μεγαλύνων διὰ τῆς χάριτος͵ αὐτός͵ κατὰ τὸ πλῆθος τῆς ἑαυτοῦ χρηστότητος͵ ἡμᾶς μὲν παρακαλέσαι παρακλήσει πολλῇ καὶ εἰς τὰ ἔμπροσθεν ἄγοι συμποιμαίνων καὶ διασώζων τὸ ποίμνιον· ὑμᾶς δὲ καταρτίσειεν εἰς πᾶν ἔργον ἀγαθὸν καὶ πνευματικῶς πανηγυρίζειν τοῖς μάρτυσι πείσειε καὶ τῆς ἐκεῖθεν τρυφῆς καταξιώσειεν͵ ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία, καὶ ὀφθέντας ἐν δικαιοσύνῃ τῆς ἑαυτοῦ δόξης κορέσειεν͵ ἐποφθείσης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν͵ ᾧ ἡ δόξα καὶ τὸ κράτος͵ ἡ τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Μὲ τὸ χέρι τοῦ Θεοῦ ἔχουμε ὅλοι γραφεῖ

ΕΣΤΑΙ καὶ ἄλλη τις ἐγγραφὴ καὶ ἄλλος ἀπογραφεύς· εἴ τινα βίβλον ζώντων ἀκούεις καὶ βίβλον οὐ σωζομένων. Ἐκεῖ πάντες ἐγγραφησόμεθα͵ μᾶλλον δὲ ἤδη γεγράμμεθα κατ΄ ἀξίαν τῶν ἐνταῦθα βεβιωμένων ἕκαστος. Οὐ πλοῦτος ἔχει τὸ πλέον ἐκεῖ͵ οὐ πενία τὸ ἔλαττον͵ οὐ χάρις͵ οὐκ ἔχθρα͵ οὐκ ἄλλο τι τῶν ἁπάντων͵ οἷς ἐνταῦθα τὸ δίκαιον κλέπτεται. Δακτύλῳ Θεοῦ πάντες γεγράμμεθα καὶ ἀνοιγήσεται ἡμῖν βίβλος ἐν ἡμέρᾳ ἀποκαλύψεως. Μικρὸς μὲν καὶ μέγας ἐκεῖ ἐστι καὶ θεράπων ὁμοῦ δεσπότῃ͵ τὸ Σολομῶντος φθέγξομαι͵ καὶ βασιλεὺς ἀρχομένῳ καὶ ἀπογραφεὺς ἀπογραφομένῳ καὶ ἡ λαμπρότης ἐγγύθεν. Καὶ τὸ δύσφημον σιωπήσομαι· πλὴν οἷα γράφομεν͵ τοιαῦτα καὶ γραφησόμεθα. Ταύτην ποίησον σεαυτῷ τὴν ἐγγραφὴν χρηστοτέραν͵ ἡμῖν φανεὶς χρηστὸς καὶ φιλάνθρωπος.


Τὰ πάντα στὰ πάντα

ΕΣΤΑΙ δὲ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως· οὐχ ὁ Πατήρ͵ πάντως εἰς αὐτὸν ἀναλυθέντος τοῦ Υἱοῦ͵ ὥσπερ εἰς πυρὰν μεγάλην λαμπάδος πρὸς καιρὸν ἀποσπασθείσης͵ εἶτα συναφθείσης͵ μηδὲ γὰρ Σαβέλλιοι τῷ ῥητῷ τούτῳ παραφθειρέσθωσαν͵ ἀλλ΄ ὅλος Θεός͵ ὅταν μηκέτι πολλὰ ὦμεν͵ ὥσπερ νῦν τοῖς κινήμασι καὶ τοῖς πάθεσιν͵ οὐδὲν ὅλως θεοῦ͵ ἢ ὀλίγον͵ ἐν ἡμῖν αὐτοῖς φέροντες͵ ἀλλ΄ ὅλοι θεοειδεῖς͵ ὅλου Θεοῦ χωρητικοὶ καὶ μόνου. τοῦτο γὰρ ἡ τελείωσις͵ πρὸς ἣν σπεύδομεν· τεκμηριοῖ δὲ μάλιστα Παῦλος αὐτός. ὃ γὰρ ἐνταῦθα περὶ θεοῦ φησὶν ἀορίστως͵ ἀλλαχοῦ σαφῶς περιορίζει Χριστῷ. τί λέγων; Ὅπου οὐκ ἔνι Ἕλλην͵ οὐδὲ Ἰουδαῖος͵ περιτομὴ καὶ ἀκροβυστία͵ βάρβαρος͵ Σκύθης͵ δοῦλος͵ ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

Ο Οικουμενικός Πατριάρχης στην Ιερά Μητρόπολη Κηφισίας

Την Ιερά Μητρόπολη Κηφισίας, Αμαρουσίου και Ωρωπού επισκέφθηκε πριν από λίγο ο Οικουμενικός Πατριάρχης κ. Βαρθολομαίος.

Τον Οικουμενικό Πατριάρχη κ. Βαρθολομαίο υποδέχθηκαν ο Σεβ. Μητροπολίτης Κηφισίας κ. Κύριλλος, ο Δήμαρχος Κηφισίας κ. Νικόλαος Χιωτάκης με Αντιπροσωπεία των Μελών του Δημοτικού Συμβουλίου, κληρικοί της Μητροπόλεως καθώς και πλήθος κόσμου.

Εν συνεχεία ο κ. Βαρθολομαίος μετέβη στο ιστορικό παρεκκλήσι του Επισκοπείου του Προφήτη Ηλιού, όπου εκεί άναψε ένα κεράκι και προσκύνησε.

Κατόπιν εις ανάμνηση της επισκέψεως ο Προκαθήμενος της Ορθοδοξίας, φύτεψε ένα δένδρο ελιάς στον αύλειο χώρο του Επισκοπείου.

"Θα ενημερώνομαι εάν την ποτίζετε την ελιά, Άγιε Κηφισίας", ανέφερε χαριτολογώντας ο Προκαθήμενος της Ορθοδοξίας.



ΑΘΕΟΙ ΗΠΑ: "ΜΑΣ ΑΡΡΩΣΤΑΙΝΕΙ Ο ΣΤΑΥΡΟΣ ΣΤΟ ΣΗΜΕΙΟ ΜΗΔΕΝ ΚΑΙ ΠΡΕΠΕΙ ΝΑ ΑΦΑΙΡΕΘΕΙ" [Μερικοί έχουν μεγάλο πρόβλημα τελικά]


Στα δικαστήρια για τον σιδερένιο σταυρό που σχηματίστηκε μόνος του στα ερείπια στο σημείο της επίθεσης της 11ης Σεπτεμβρίου στο Παγκόσμιο Κέντρο Εμπορίου, (γνωστό ως Σημείο Μηδέν' / Ground Zero'), κατέφυγαν με αγωγή τους οι άθεοι της οργάνωσης Αμερικάνοι Άθεοι' οι οποίοι ισχυρίζονται ότι "έχουν υποστεί σοβαρές σωματικές και ψυχικές ασθένειες", επειδή το θρησκευτικό σύμβολο τους κάνει να αισθάνονται "αποκλεισμένοι".
 
"Ανοησίες. Τα νομικά τους επιχειρήματα είναι παράλογα", λέει ο Διευθύνων Σύμβουλος του Αμερικανικού Κέντρου για το Νόμο και τη Δικαιοσύνη (American Center for Lawand Justice ή ACLJ), Jay Sekulow. Οι Αμερικάνοι άθεοι, είπε «προβάλουν κάποιους απίστευτους ισχυρισμούς».
 
«Εξάλλου», συνεχίζει ειρωνικά, δεν άκουσα ότι υπήρξε κύμα αυτοκτονιών ή ανεξέλεγκτος εμετός γύρω από το σταυρό του Ground Zero.
 
Η ομάδα των άθεων υποστηρίζει η τοποθέτηση του ύψους 17 ποδιών συμβόλου στο National September 11Memorial και στο Μουσείο έχει κάνει κάποιους άθεους αφόρητα άρρωστους.
 
«Οι ενάγοντες, και ο καθένας ξεχωριστά, υποφέρουν, και θα συνεχίσουν να υποφέρουν τόσο σωματικά όσο και συναισθηματικά, από την ύπαρξη του σταυρού», λέει η αγωγή κατά που υπογράφουν οι Αμερικάνοι άθεοι κατά της Λιμενικής Αρχής της Νέας Υόρκης και του Νιου Τζέρσεϊ. "Πολλοί ενάγοντες έχουν υποστεί .... δυσπεψία, συμπτώματα κατάθλιψης, πονοκεφάλους, άγχος, και ψυχικό πόνο και αγωνία, γνωρίζοντας ότι τους κάνουν να αισθάνονται επίσημα αποκλεισμένοι από τις τάξεις των πολιτών που έχουν άμεσα πληγεί από τις τρομοκρατικές επιθέσεις της 11ης Σεπτεμβρίου. "
 

Τετάρτη, 12 Σεπτεμβρίου 2012

Η Εκκλησία παρούσα, η Πολιτεία απούσα


Απόντες από την τελετή Αγιασμού στα σχολεία οι πρωταγωνιστές της κεντρικής πολιτικής σκηνής, αν εξαιρέσει κανείς πέντε-έξι πολιτικούς που εμφανίσθηκαν (δειλά-δειλά)σε αντίστοιχα σχολεία ανά την Ελληνική Επικράτεια. Και όλοι κατανοούμε τους λόγους της απουσίας τους…

Οι σχολικές αυλές γέμισαν από κληρικούς: ιερείς, αρχιμανδρίτες, επισκόπους, μητροπολίτες και τον Αρχιεπίσκοπο. Οι κληρικοί με το κεφάλι ψηλά , μίλησαν στους μικρούς και μεγάλους μαθητές και ευχήθηκαν καλή σχολική χρονιά τόσο στους μαθητές όσο στους εκπαιδευτικούς και τους γονείς και κηδεμόνες των παιδιών.

Οι κληρικοί σε όλες τις περιπτώσεις έγιναν δεκτοί με αγάπη από όλους. Και αυτό γιατί η Εκκλησία στον καιρό της κρίσης απέδειξε και αποδεικνύει ότι βρίσκεται κοντά στους αδύναμους τους οποίους και στηρίζει πνευματικά και υλικά.

Η χθεσινή εικόνα με τους κληρικούς να περιστοιχίζονται από παιδιά ήταν εικόνα γλυκιά με μηνύματα αισιοδοξίας. «Σχολείο και Ευαγγέλιο θεμέλια της ζωής», όπως είπε και ο αρχιεπίσκοπος.

Αλλά και οι εκπαιδευτικοί όπως και οι γονείς συνομίλησαν με τους κληρικούς και τους μετέφεραν τις αγωνίες τους, για το αύριο.

Τρίτη, 11 Σεπτεμβρίου 2012

Αυτή την εφημερίδα επιχορήγησε ο Δήμος Λοκρών


Μερικά από τα άρθρα που έχουν φιλοξενηθεί 
στην εφημερίδα "Αίας ο Λοκρός" 
του κ. Κούρου 
και του συλλόγου "Απανταχού Μαρτιναίων" 
την οποία ο Δήμαρχος Λοκρών 
επιχορήγησε με 5.500 ευρώ




Δευτέρα, 10 Σεπτεμβρίου 2012

Εξάρθρωση της σπείρας που εξαπατούσε τους Κληρικούς


Εξιχνιάστηκαν είκοσι τέσσερις (24) περιπτώσεις 
Τα κέρδη από τις απάτες ανέρχονται στο χρηματικό ποσό των (455.000) ευρώ, ενώ αποπειράθηκαν να αποσπάσουν το χρηματικό ποσό των (210.000) ευρώ. 

Σχηματίσθηκε δικογραφία σε βάρος δέκα (10) ατόμων

Όπως προέκυψε από την έρευνα, ο αρχηγός της ομάδας, επικοινωνούσε τηλεφωνικά με τους παθόντες, συστηνόμενος ως εκπρόσωπος του Ταμείου Κληρικών και επικαλούμενος ότι δικαιούνται αναδρομικά χρήματα, τους έπειθε να καταθέτουν μέρος των «δικαιούμενων» χρημάτων σε τραπεζικούς λογαριασμούς των υπολοίπων μελών, εντός χρονικής προθεσμίας λίγων ωρών. Στη συνέχεια η ανάληψη των χρημάτων, γινόταν άμεσα από τα υπόλοιπα μέλη της εγκληματικής ομάδας και αφού λάμβαναν το μερίδιό τους, απέδιδαν τα υπόλοιπα στον αρχηγό της ομάδας.

Από την αστυνομική έρευνα που διενεργήθηκε, διαπιστώθηκε ότι οι προαναφερόμενοι συγκρότησαν εγκληματική ομάδα, τα μέλη της οποίας είχαν διακριτούς ρόλους με σκοπό την εξαπάτηση κληρικών προς αποκόμιση παράνομου περιουσιακού οφέλους.

Σάββατο, 8 Σεπτεμβρίου 2012

Μάξιμος ὁ Ὁμολογητής (Β)

Ἀπὸ κανένα ὂν δὲν λείπει τὸ ἅγιο Πνεῦμα

ΤΟ ΠΝΕΥΜΑ τὸ ἅγιον οὐδενὸς ἄπεστι τῶν ὄντων καὶ μάλιστα τῶν λόγου καθοτιοῦν μετειληφότων. Συνεκτικὸν γὰρ ὑπάρχει τῆς ἑκάστου γνώσεως͵ ὅτι θεὸς καὶ θεοῦ πνεῦμα κατὰ δύναμιν προνοητικῶς διὰ πάντων χωροῦν καὶ τὸν ἐν ἑκάστῳ κατὰ φύσιν λόγον ἀνακινοῦν καὶ δι΄ αὐτοῦ πρὸς συναίσθησιν τῶν πλημμελῶς παρὰ τὸν θεσμὸν τῆς φύσεως πεπραγμένων ἄγον τὸν αἰσθανόμενον καὶ τὴν προαίρεσιν εὔεικτον ἔχοντα πρὸς ὑποδοχὴν τῶν ἐκ φύσεως ὀρθῶν λογισμῶν. Ἀμέλει τοι πολλοὺς εὑρίσκομεν καὶ τῶν ἄγαν βαρβάρων καὶ νομάδων ἀνθρώπων καλοκἀγαθίας μεταποιουμένους καὶ τοὺς ἀνέκαθεν κρατήσαντας ἐν αὐτοῖς θηριώδεις ἀθετοῦντας νόμους. Οὕτω μὲν οὖν ἐν πᾶσιν ἁπλῶς ἐστι τὸ πνεῦμα τὸ ἅγιον. Προσδιωρισμένως δὲ καὶ κατ΄ ἄλλην ἐπίνοιάν ἐστιν ἐν πᾶσι τοῖς κατὰ νόμον ὡς νομοθετητικὸν καὶ προαγορευτικὸν μελλόντων μυστηρίων͵ ἐμποιοῦν αὐτοῖς αἴσθησιν μὲν τῆς τῶν ἐντολῶν παραβάσεως͵ ἐπιστήμην δὲ τῆς προαγορευθείσης κατὰ Χριστὸν τελειότητος. Ὅθεν κἀκ τούτων πολλοὺς εὑρίσκομεν τὴν μὲν παλαιὰν καὶ ἐν σκιαῖς κειμένην καταλιμπάνοντας λατρείαν͵ πρὸς δὲ τὴν νέαν καὶ μυστικὴν προθύμως μεταβαλλομένους. Ἔστι δὲ πρὸς τοῖς εἰρημένοις τρόποις καὶ ἐν πᾶσι τοῖς τὸ θεῖον καὶ θεοποιὸν ὄντως ὄνομα τοῦ Χριστοῦ κληρωσαμένοις διὰ τῆς πίστεως οὐ μόνον ὡς φρουρητικὸν καὶ προνοητικῶς λόγου τοῦ κατὰ φύσιν ἀνακινητικὸν καὶ ὡς δεικτικὸν τῆς τῶν ἐντολῶν παραβάσεως καὶ φυλακῆς καὶ τῆς κατὰ Χριστὸν ἐξαγγελτικὸν προαγορεύσεως͵ ἀλλὰ καὶ ὡς δημιουργικὸν τῆς κατὰ χάριν διὰ τῆς πίστεως δοθείσης υἱοθεσίας. Ὡς γὰρ σοφίας ποιητικὸν ἐν μόνοις ἐκείνοις γίνεται τοῖς καὶ ψυχὴν καὶ σῶμα καθαρθεῖσι διὰ τῆς τῶν ἐντολῶν ἀκριβοῦς συνασκήσεως͵ ὡς οἰκείοις προσομιλοῦν διὰ τῆς ἁπλῆς καὶ ἀΰλου γνώσεως καὶ τὸν νοῦν αὐτῶν ταῖς ἀχράντοις τῶν ἀρρήτων νοήσεσι πρὸς ἐκθέωσιν ἐντυποῦν. Ἔστιν οὖν ἐν πᾶσι μὲν ἁπλῶς͵ καθ΄ ὃ πάντων ἐστὶ συνεκτικὸν καὶ προνοητικὸν καὶ τῶν φυσικῶν σπερμάτων ἀνακινητικόν͵ προσδιωρισμένως δὲ καὶ ἐν πᾶσι τοῖς ἐν νόμῳ͵ καθότι τῆς τῶν ἐντολῶν ἐστιν ὑποδεικτικὸν παραβάσεως καὶ τῆς κατὰ Χριστὸν προαγορευθείσης ἐπαγγελίας φωτιστικόν͵ ἐν δὲ πᾶσι τοῖς κατὰ Χριστόν͵ πρὸς τοῖς εἰρημένοις͵ ὡς υἱοθετητικόν. Ὡς δὲ σοφίας ποιητικὸν ἐν οὐδενὶ τῶν εἰρημένων ἐστὶν ἁπλῶς͵ πλὴν τῶν συνιέντων καὶ ἑαυτοὺς διὰ τῆς ἐνθέου πολιτείας ἀξίους ποιησαμένων τῆς αὐτοῦ θεωτικῆς ἐνοικήσεως. Πᾶς γὰρ μὴ ποιῶν τὰ θεῖα θελήματα͵ κἂν πιστός ἐστιν͵ ἀσύνετον ἔχει τὴν καρδίαν͵ ὡς πονηρῶν λογισμῶν ἐργαστήριον καὶ τὸ σῶμα κατάχρεων ἁμαρτίαις͵ ὡς διαπαντὸς μολυσμοῖς παθῶν ἐνεχόμενον.


Ἁρπαγὴ τοῦ νοῦ

ΟΤΑΝ διὰ τῆς ἀγάπης ὑπὸ τῆς θείας γνώσεως ὁ νοῦς ἁρπαγῇ καὶ ἔξω τῶν ὄντων γενόμενος τῆς θείας ἐπαισθάνηται ἀπειρίας͵ τότε κατὰ τὸν θεῖον Ἡσαΐαν ὑπὸ ἐκπλήξεως εἰς συναίσθησιν τῆς ἑαυτοῦ ἐρχόμενος ταπεινότητος μετὰ διαθέσεως λέγει τὰ τοῦ προφήτου ῥήματα· Ὢ τάλας ἐγώ͵ ὅτι κατανένυγμαι· ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων͵ ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ κατοικῶ καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.

Μακάριος ὁ νοῦς͵ ὁ πάντα τὰ ὄντα περάσας καὶ τῆς θείας ὡραιότητος ἀδιαλείπτως κατατρυφῶν.

Ὥσπερ μνήμη πυρὸς οὐ θερμαίνει τὸ σῶμα͵ οὕτω πίστις ἄνευ ἀγάπης οὐκ ἐνεργεῖ εἰς ψυχὴν τὸν τῆς γνώσεως φωτισμόν.

Ὥσπερ τὸ φῶς τοῦ ἡλίου τὸν ὑγιῆ ὀφθαλμὸν πρὸς ἑαυτὸν ἐφέλκεται͵ οὕτω καὶ ἡ γνῶσις τοῦ Θεοῦ τὸν καθαρὸν νοῦν φυσικῶς διὰ τῆς ἀγάπης πρὸς ἑαυτὸν ἐπισπᾶται.

Νοῦς ἐστι καθαρός͵ ὁ ἀγνοίας χωρισθεὶς καὶ ὑπὸ τοῦ θείου φωτὸς καταλαμπόμενος.

Ψυχή ἐστι καθαρά͵ ἡ παθῶν ἐλευθερωθεῖσα καὶ ὑπὸ τῆς θείας ἀγάπης ἀδιαλείπτως εὐφραινομένη.

Μὴ ἀτιμάσῃς τὴν συνείδησιν ἄριστά σοι ἀεὶ συμβουλεύουσαν· γνώμην γὰρ θείαν καὶ ἀγγελικήν σοι ὑποτίθεται καὶ τῶν κρυπτῶν τῆς καρδίας μολυσμάτων ἐλευθεροῖ καὶ παρρησίαν πρὸς τὸν Θεὸν ἐν τῇ ἐξόδῳ χαρίζεται.

Τὸν καθαρὸν νοῦν ποτὲ μὲν αὐτὸς ὁ Θεὸς αὐτῷ ἐπιβαίνων διδάσκει· ποτὲ δέ͵ αἱ ἅγιαι δυνάμεις τὰ καλὰ ὑποτιθέμεναι· ποτὲ δέ͵ ἡ φύσις τῶν πραγμάτων θεωρουμένη.

Δεχόμενος ὁ νοῦς τὰ τῶν πραγμάτων νοήματα͵ πρὸς ἕκαστον νόημα μετασχηματίζεσθαι πέφυκε· θεωρῶν δὲ ταῦτα πνευματικῶς͵ πρὸς ἕκαστον θεώρημα ποικίλως μεταμορφοῦσθαι· ἐν δὲ Θεῷ γενόμενος͵ ἄμορφος πάντη καὶ ἀσχημάτιστος γίνεται· τὸν γὰρ μονοειδὴ θεωρῶν͵ μονοειδὴς γίνεται καὶ ὅλος φωτοειδής.

Οὐδέποτε ψυχὴ δύναται πρὸς γνῶσιν ἐκταθῆναι Θεοῦ, εἰ μὴ αὐτὸς ὁ Θεὸς συγκαταβάσει χρησάμενος ἅψηται αὐτῆς καὶ ἀναγάγῃ πρὸς ἑαυτόν. Οὐ γὰρ ἂν τοσοῦτον ἴσχυσεν ἀναδραμεῖν ἀνθρώπινος νοῦς, ὡς ἀντιλαβέσθαι τινὸς θείας ἐλλάμψεως, εἰ μὴ αὐτὸς ὁ Θεὸς ἀνέσπασεν αὐτόν, ὡς δυνατὸν ἦν ἀνθρώπινον νοῦν ἀνασπασθῆναι, καὶ ταῖς θείαις αὐγαῖς κατεφώτισεν.


Πάσχα

ΤΡΕΙΣ τόποι καί καταστάσεις εἰσίν ἐν οἷς οἱ ἄνθρωποι γινόμεθα· οὗτος ὁ ἐν ᾧ τό εἶναι λαμβάνοντες γεννώμεθα κόσμος καί ὁ μετά θάνατον ἐν ᾧ ἐντεῦθεν ἀπιόντες γινόμεθα τόπος καί ὁ μέλλων αἰών, ἐν ᾧ μετά ψυχῶν συγκλειόμεθα καί σωμάτων. Ἐφ᾿ ὅσον οὖν χρόνον ἐσμέν ἐν τῷ κόσμῳ τούτῳ, ἐν Αἰγύπτῳ ἄγομεν τό Πάσχα, τῶν καθ᾿ ἁμαρτίαν κηλίδων ἐκκαθαιρόμενοι· ἐπάν δέ ταύτην διά θανάτου περάσωμεν τήν ζωήν, ὡς ἐν ἐρήμῳ πάλιν ἄγομεν ἕτερον Πάσχα, τρανοτέρους τούς τῶν ὄντων λόγους, χωρίς συμβόλων καί αἰνιγμάτων καί τῆς δι᾿ αἰσθήσεως ποικιλίας, νοητῶς τε καί ἀσωμάτως μανθάνοντες· καί αὖθις κατά τόν μέλλοντα τῶν θείων ἀπαγγελιῶν αἰῶνα ἑορτάζομεν τό Πάσχα, τόν ἀκρότατον ἀμέσως ἐσθίοντες τῆς σοφίας λόγον, πρός ὅν μεταποιηθέντες κατά χάριν θεούμεθα, τήν πρός ἄλλο Πάσχα διάβασιν καθ᾿ ὁτιοῦν ἄλλην οὐκ ἔχοντες, πλήν ὅτι καί ἐνταῦθα παροῦσιν ἡμῖν δυνατόν ἐστι πρός τήν ἑκάστου κατάστασιν εἰκονισθῆναι τῶν εἰρημένων τόπων τόν ἰδιότητα. Ὁ γάρ ἑκάστου ἡμῶν βίος χαρακτηριστικός ἐστί τοῦ ἐν ᾧ ἐστι τόπου.

Οἷον, εἰ μέν τήν πρακτικήν ἀνδρικῶς μετερχόμεθα φιλοσοφίαν, ἐν Αἰγύπτῳ τό Πάσχα καλῶς ἐπιτελοῦμεν, μετά τῶν Αἰγυπτίων μέν ὑπάρχοντες, οὐκ Αἰγύπτιοι δέ τυγχάνοντες, ὡς ἐν σαρκί μέν ὄντες, οὐ κατά σάρκα δέ στρατευόμενοι. Εἰ δέ τήν φυσικήν ἐν πνεύματι θεωρίαν εὐσεβῶς ἐξασκούμεθα, ὅπλα τῷ Θεῷ δυνατά τάς τῆς ψυχῆς ποιούμενοι δυνάμεις, πρός καθαίρεσιν μέν ὀχυρωμάτων καί παντός ὑψώματος ἐπαιρομένου κατά τῆς γνώσεως τοῦ Θεοῦ, θεωρίαν δέ τῶν ἐν τοῖς οὖσι πνευματικῶν λόγων, ὥσπερ γυμνοί σώματος καί τῆς κατά τήν αἴσθησιν ἀπατηλῆς φαντασίας ἐλεύθεροι, τήν πρός τάς θείας ἐπαγγελίας γνωστικῶς ποιούμενοι πορείαν, ἐσμέν ἐν τῇ ἐρήμῳ, τῇ παθῶν λέγω, καί πάσης ὑλικῆς φαντασίας καθαρευούσῃ καταστάσει. Εἰ δέ τήν θεολογικήν μυσταγωγίαν ἀῤῥήτοις νοός κινήμασι μορφαζόμεθα, τί τό πλάτος καί μῆκος καί βάθος καί τό ὑπερβάλλον εἰς ἡμᾶς μέγεθος τῆς τοῦ Θεοῦ σοφίας κατά τό ἐφικτόν ἀνθρώποις οὐκ ἀγνοοῦντες, ἐσμέν ἐν τῇ γῇ τῆς ἐπαγγελίας.


Διαχώρισε τοὺς αἰῶνες

Ο ΠΑΣΗΣ ΚΤΙΣΕΩΣ͵ ὁρατῆς τε καὶ ἀοράτου͵ κατὰ μόνην τοῦ θελήματος τὴν ῥοπὴν ὑποστήσας τὴν γένεσιν πρὸ πάντων τῶν αἰώνων καὶ αὐτῆς τῆς τῶν γεγονότων γενέσεως τὴν ἐπ΄ αὐτοῖς ἀφράστως ὑπεράγαθον εἶχε βουλήν· ἡ δὲ ἦν αὐτὸν μὲν ἀτρέπτως ἐγκραθῆναι τῇ φύσει τῶν ἀνθρώπων διὰ τῆς καθ΄ ὑπόστασιν ἀληθοῦς ἑνώσεως͵ ἑαυτῷ δὲ τὴν φύσιν ἀναλλοιώτως ἑνῶσαι τὴν ἀνθρωπίνην͵ ἵν΄ αὐτὸς μὲν ἄνθρωπος γένηται͵ καθὼς οἶδεν αὐτός͵ Θεὸν δὲ ποιήσειε τῇ πρὸς ἑαυτὸν ἑνώσει τὸν ἄνθρωπον͵ μερίσας δηλονότι σοφῶς τοὺς αἰῶνας καὶ διορίσας͵ τοὺς μὲν ἐπ΄ ἐνεργείᾳ τοῦ αὐτὸν γενέσθαι ἄνθρωπον͵ τοὺς δὲ ἐπ΄ ἐνεργείᾳ τοῦ τὸν ἄνθρωπον ποιῆσαι Θεόν. Τῶν οὖν ἐπ΄ ἐνεργείᾳ τοῦ αὐτὸν γενέσθαι ἄνθρωπον προωρισμένων αἰώνων εἰς ἡμᾶς τὰ τέλη κατήντησεν͵ τῆς θείας προθέσεως κατὰ τὴν σάρκωσιν δι΄ αὐτῶν τῶν πραγμάτων λαβούσης τὴν ἔκβασιν· ὅπερ ὁ θεῖος διασκοπήσας ἀπόστολος͵ τῆς κατὰ πρόθεσιν τῶν αἰώνων πρὸς τὸ γενέσθαι τὸν Θεὸν ἄνθρωπον ἐνιδὼν τὸ τέλος δι΄ αὐτῆς τῆς τοῦ Θεοῦ καὶ Λόγου σαρκώσεως͵ φησὶν εἰς ἡμᾶς κατηντηκέναι τὰ τέλη τῶν αἰώνων͵ οὐχ ἁπλῶς παρ΄ ἡμῶν νοουμένων τῶν αἰώνων͵ ἀλλὰ τῶν͵ ἐπ΄ ἐνεργείᾳ δηλονότι τοῦ τῆς ἐνσωματώσεως μυστηρίου͵ τὸ οἰκεῖον κατὰ πρόθεσιν τοῦ Θεοῦ πέρας εἰληφότων. Ἐπεὶ οὖν οἱ κατὰ πρόθεσιν ἐπ΄ ἐνεργείᾳ τοῦ γενέσθαι τὸν Θεὸν ἄνθρωπον προορισθέντες αἰῶνες εἰς ἡμᾶς τὸ τέλος εἰλήφασιν͵ ἐνεργήσαντος κατ΄ ἀλήθειαν τοῦ Θεοῦ τὴν ἑαυτοῦ τελείαν ἐνανθρώπησιν καὶ πληρώσαντος͵ τοὺς ἄλλους ἐκδέχεσθαι χρὴ λοιπὸν αἰῶνας ἐπελευσομένους ἐπ΄ ἐνεργείᾳ τῆς τῶν ἀνθρώπων μυστικῆς καὶ ἀπορρήτου θεώσεως͵ καθ΄ οὓς τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ εἰς ἡμᾶς δείξει ὁ Θεός͵ ἐνεργήσας τελείως ἐν τοῖς ἀξίοις τὴν θέωσιν. Εἰ γὰρ αὐτὸς τῆς ἐπὶ τῷ ἀνθρωπισθῆναι μυστικῆς ἐνεργείας εἴληφε πέρας͵ κατὰ πάντα τρόπον χωρὶς μόνης ἁμαρτίας ἡμῖν ὁμοιωθεὶς καὶ εἰς τὰ κατώτερα μέρη τῆς γῆς καταβάς͵ ἔνθα τὸν ἄνθρωπον ἀπεώσατο τῆς ἁμαρτίας ἡ τυραννίς͵ πάντως καὶ τῆς ἐπὶ τῷ θεωθῆναι τὸν ἄνθρωπον μυστικῆς ἐνεργείας λήψεται πέρας͵ κατὰ πάντα τρόπον͵ χωρὶς μόνης δηλονότι τῆς πρὸς αὐτὸν κατ΄ οὐσίαν ταυτότητος͵ ὁμοιώσας ἑαυτῷ τὸν ἄνθρωπον καὶ ὑπεράνω πάντων τῶν οὐρανῶν ἀναβιβάσας͵ ἔνθα τὸ τῆς χάριτος φύσει μέγεθος ὑπάρχον προσκαλεῖται διὰ τὴν ἀπειρίαν τῆς ἀγαθότητος τὸν κάτω κείμενον ἄνθρωπον· ὅπερ μυστικῶς διδάσκων ὁ μέγας ἀπόστολός φησιν ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν εἰς ἡμᾶς ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ θεοῦ χρηστότητος δειχθήσεσθαι.

Διέλωμεν οὖν καὶ ἡμεῖς τῇ ἐπινοίᾳ τοὺς αἰῶνας καὶ ἀφορίσωμεν τοὺς μὲν τῷ μυστηρίῳ τῆς θείας ἐνανθρωπήσεως͵ τοὺς δὲ τῇ χάριτι τῆς ἀνθρωπίνης θεώσεως͵ καὶ εὑρήσομεν τοὺς μὲν περὶ τὸ οἰκεῖον ὄντας τέλος͵ τοὺς δὲ οὔπω παραγενομένους. Καὶ συντόμως εἰπεῖν͵ τῶν αἰώνων οἱ μὲν τῆς τοῦ θεοῦ πρὸς ἀνθρώπους εἰσὶ καταβάσεως͵ οἱ δὲ τῆς τῶν ἀνθρώπων πρὸς θεὸν ὑπάρχουσιν ἀναβάσεως. Οὕτω νοοῦντες οὐκ ἐνσκάζομεν τῇ ἀσαφείᾳ τῶν θείων λόγων͵ τὴν εἰς ταὐτὸν περίπτωσιν νομίζοντες παθεῖν τὸν θεῖον ἀπόστολον. ῍Η μᾶλλον͵ ἐπειδὴ καὶ ἀρχὴ καὶ μεσότης καὶ τέλος ἐστὶ πάντων τῶν αἰώνων τῶν τε παρελθόντων καὶ ὄντων καὶ ἐσομένων ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός͵ εἰκότως εἰς ἡμᾶς κατήντησε δυνάμει τῆς πίστεως τὸ κατ΄ εἶδος ἐνεργείᾳ κατὰ τὴν χάριν ἐσόμενον ἐπὶ θεώσει τῶν ἀξίων τέλος τῶν αἰώνων. ῍Η πάλιν͵ ἐπειδὴ ἕτερος ὁ τοῦ ποιεῖν καὶ ἕτερος ὁ τοῦ πάσχειν λόγος͵ μυστικῶς ἅμα καὶ σοφῶς διεῖλε παρελθοῦσιν αἰῶσι καὶ μέλλουσι τὸν τοῦ ποιεῖν καὶ τοῦ πάσχειν λόγον ὁ θεῖος ἀπόστολος. Οἷον͵ οἱ τῆς σαρκὸς αἰῶνες͵ ἐν οἷς νῦν ζῶμεν - οἶδε γὰρ ἡ γραφὴ καὶ χρονικοὺς αἰῶνας κατὰ τὸ καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς τέλος -͵ τῆς τοῦ ποιεῖν εἰσιν ἰδιότητος͵ οἱ δὲ μέλλοντες εἶναι τοῦ πνεύματος μετὰ τὴν παροῦσαν ζωὴν τῆς τοῦ πάσχειν εἰσὶν μεταποιήσεως. Ἐνταῦθα τοίνυν ὄντες͵ ὡς ποιοῦντες εἰς αἰώνων τέλη καταντῶμεν͵ πέρας λαμβανούσης ἡμῶν κατὰ τὸ ποιεῖν τῆς δυνάμεώς τε καὶ τῆς ἐνεργείας. Ἐν δὲ τοῖς αἰῶσι τοῖς ἐπερχομένοις͵ πάσχοντες τὴν πρὸς τὸ θεοῦσθαι χάριτι μεταποίησιν͵ οὐ ποιοῦμεν ἀλλὰ πάσχομεν͵ καὶ διὰ τοῦτο οὐ λήγομεν θεουργούμενοι. Ὑπὲρ φύσιν γὰρ τότε τὸ πάθος ἐστὶ καὶ μηδένα λόγον ἔχον ὁριστικὸν τῆς ἐπ΄ ἄπειρον τῶν τοῦτο πασχόντων θεουργίας. Ποιοῦμεν γὰρ ἡμεῖς͵ ἐφ΄ ὅσον τήν τε τῶν ἀρετῶν ποιητικὴν φύσει λογικὴν ἔχομεν δύναμιν ἐνεργουμένην καὶ τὴν πάσης γνώσεως δεκτικὴν νοερὰν ἀσχέτως δυνάμει πᾶσαν τῶν ὄντων καὶ γινωσκομένων φύσιν διαβαίνουσαν καὶ πάντας κατόπιν ἑαυτῆς τοὺς αἰῶνας ποιουμένην· καὶ πάσχομεν ἡνίκα͵ τῶν ἐξ οὐκ ὄντων τελείως τοὺς λόγους περάσαντες͵ εἰς τὴν τῶν ὄντων ἀγνώστως ἔλθωμεν αἰτίαν καὶ συγκαταπαύσομεν τοῖς φύσει πεπερασμένοις τὰς οἰκείας δυνάμεις͵ ἐκεῖνο γινόμενοι ὅπερ τῆς κατὰ φύσιν δυνάμεως οὐδαμῶς ὑπάρχει κατόρθωμα͵ ἐπειδὴ τοῦ ὑπὲρ φύσιν ἡ φύσις καταληπτικὴν οὐ κέκτηται δύναμιν.

Θεώσεως γὰρ οὐδὲν γενητὸν κατὰ φύσιν ἐστὶ ποιητικόν͵ ἐπειδὴ μηδὲ θεοῦ καταληπτικόν. Μόνης γὰρ τῆς θείας χάριτος ἴδιον τοῦτο πέφυκεν εἶναι τὸ ἀναλόγως τοῖς οὖσι χαρίζεσθαι θέωσιν καὶ λαμπρυνούσης τὴν φύσιν τῷ ὑπὲρ φύσιν φωτὶ καὶ τῶν οἰκείων ὅρων αὐτὴν ὑπεράνω κατὰ τὴν ὑπερβολὴν τῆς δόξης ποιουμένης. Οὐκοῦν τὰ τέλη τῶν αἰώνων εἰς ἡμᾶς εἰκότως κατήντησε τοὺς ὅσον οὐδέπω διὰ τῆς ἐν Χριστῷ χάριτος ληψομένους τῶν ὑπὲρ αἰῶνας καὶ φύσιν ἀγαθῶν τὴν δωρεάν͵ ὧν τύποι καὶ προχαράγματα καθεστήκασιν οἱ τρόποι τῶν ἀρετῶν καὶ τῶν γνωσθῆναι φύσει δυναμένων οἱ λόγοι͵ δι΄ ὧν ὁ θεὸς ἀεὶ θέλων ἐν τοῖς ἀξίοις ἄνθρωπος γίνεται. Μακάριος οὖν ὁ μετὰ τὸ ποιῆσαι διὰ σοφίας ἐν ἑαυτῷ τὸν θεὸν ἄνθρωπον καὶ τοῦ τοιούτου μυστηρίου πληρώσας τὴν γένεσιν͵ πάσχων τὸ γενέσθαι τῇ χάριτι θεός͵ ὅτι τοῦ ἀεὶ τοῦτο γίνεσθαι πέρας οὐ λήψεται. Ὁ γὰρ ταύτην τοῖς ἀξίοις ποιῶν͵ ἀόριστος ὑπάρχων κατ΄ οὐσίαν͵ ἀόριστον ἔχει καὶ πάσης ἀοριστίας ἐπέκεινα τὴν τοῦτο ποιοῦσαν δύναμιν καὶ μηδέποτε συγκαταλήγουσαν τοῖς ὑπ΄ αὐτῆς γινομένοις͵ καθάπερ ἡμεῖς͵ ἀεὶ δὲ μᾶλλον ἑαυτῇ συγκρατοῦσαν τοὺς ἐξ αὐτῆς τὸ εἶναι λαβόντας͵ ἄνευ αὐτῆς εἶναι μὴ δυναμένους. Ὅθεν καὶ πλοῦτον εἶπε χρηστότητος͵ ὡς μὴ παυομένης ποτὲ τῆς ἐφ΄ ἡμῖν ἐν χρηστότητι κατὰ τὴν πρὸς θέωσιν μεταποίησιν θείας καὶ παμφαοῦς διαθέσεως.


Δύο τρόποι τῆς ἀντίληψης

ΕΚΑΣΤΩ κατά τήν ὑποκειμένην αὐτῷ περί Θεοῦ δόξαν ὁ Θεός ἐμφανίζεται· τοῖς μέν κατ᾿ ἔφεσιν τήν ὑλικήν περάσασι σύνθεσιν, καί τάς δυνάμεις τῆς ψυχῆς ἰσοδυναμούσας ἀλλήλαις κεκτημένοις κατά μίαν καί τήν αὐτήν ἀεικινησίαν περί Θεόν, ὡς μονάς ἐκφαίνεται καί Τριάς, ἵνα καί τήν οἰκείαν ὕπαρξιν παραδείξειε, καί τόν αὐτῆς τρόπον μυστικῶς ἐκδιδάξειε. Τοῖς δέ περί μόνην τήν ὑλικήν σύνθεσιν ἔχουσι κινουμένην τήν ἔφεσιν, καί ἀλλήλαις ἀσυνδέτους τάς τῆς ψυχῆς δυνάμεις κεκτημένοις, οὐχ ὡς ἔστιν, ἀλλ᾿ ὡς εἰσίν ἐμφανίζεται, δεικνύς ὅτι τῆς ὑλικῆς δυάδος ἀμφοῖν ἐπελάβοντο ταῖν χεροῖν· καθ᾿ ἥν ὁ σωματικός, ὡς ἐξ ὕλης καί εἴδους, συνέστηκε κόσμος.


Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ

ΦΩΝΗ τοῦ ἐξ ἀρχῆς βοῶντος ἐν τῇ ἐρήμῳ͵ τῇ φύσει λέγω τῶν ἀνθρώπων ἢ τῷ κόσμῳ τούτῳ͵ Θεοῦ Λόγου προδήλως ἐστὶ πᾶς ἅγιος. ... Σαφὴς δὲ καὶ πρόδηλος ἑτοιμασία τῆς θείας ὁδοῦ καθέστηκεν ἡ τῶν τρόπων τε καὶ λογισμῶν ἐπὶ τὸ κρεῖττον μεταβολὴ καὶ διόρθωσις καὶ ἡ τῶν προτέρων κάθαρσις μολυσμῶν. Ὁδὸς δὲ καλή τε καὶ ἐπίδοξος ὁ κατ΄ ἀρετὴν ὑπάρχει βίος, ἐν ᾧ καθάπερ ὁδῷ τὸν ἐν ἑκάστῳ ποιεῖται τῆς σωτηρίας δρόμον ὁ Λόγος͵ ἐνοικῶν τε διὰ τῆς πίστεως καὶ ἐμπεριπατῶν τοῖς κατ΄ ἀρετήν τε καὶ γνῶσιν διαφόροις θεσμοῖς τε καὶ δόγμασι. ... Καθ΄ ὃ τυχὸν τοῖς τὰ ὑψηλότερα ζητοῦσι τῶν θεωρημάτων καὶ ἄλλως πάρεστιν ὁρᾶν͵ ὡς ἐν ἐρήμῳ͵ τῇ ἐστερημένῃ παθῶν ψυχῇ τὴν διὰ τῶν ἀρετῶν φωνὴν τῆς ἀφανῶς βοώσης θείας σοφίας καὶ γνώσεως͵ ἐπειδὴ πάντα κατὰ τὴν ἀναλογίαν ἑκάστου πᾶσιν ὁ εἷς καὶ ὁ αὐτὸς γίνεται Λόγος͵ χωρῶν δι΄ ἑκάστου καὶ ὡς πρόδρομον φωνὴν τὴν προκατασκευάζουσαν ἕκαστον πρὸς τὴν αὐτοῦ παρουσίαν προδωρούμενος χάριν͵ ἐν μὲν τοῖς γινομένην μετάνοιαν ὡς μελλούσης δικαιοσύνης πρόδρομον͵ ἐν δὲ τοῖς ἀρετὴν ὡς προσδοκωμένης γνώσεως προκαταρτισμόν͵ ἐν ἄλλοις δὲ γνῶσιν ὡς τῆς παρεσομένης θεωτικῆς ἕξεως χαρακτῆρα. Καὶ ἁπλῶς ἐπιλείψει τὸν θεωρητικὸν νοῦν ὁ χρόνος τὰς θείας ἀναβάσεις τοῦ Λόγου γνωστικῶς ποιούμενον καὶ τὰς αὐτοῦ πρὸς ἕκαστον ὑπερφυεῖς ἁρμόζοντα καὶ φιλανθρώπους ἐπινοίας͵ καθ΄ ἃς πάντα γίνεται πᾶσιν͵ ἵνα πάντας σώσῃ διὰ τὸν πλοῦτον τῆς αὐτοῦ χρηστότητος.


Συνεχῶς γεννιέται μὲ μυστικὸ τρόπο

ΕΙ ΤΟΙΣ ΤΑΠΕΙΝΟΙΣ καὶ πράοις τὸ ἀκαθαίρετον τῆς ἀκηράτου βασιλείας δίδοται κράτος͵ τίς οὕτως ἀνέραστος καὶ πάντη τῶν θείων ἀνόρεκτος ἀγαθῶν͵ ὡς μὴ κατ΄ ἄκρον ἐφίεσθαι ταπεινώσεως καὶ πραότητος͵ ἵνα γένηται τῆς θείας χαρακτὴρ βασιλείας͵ ὡς ἐφικτόν ἐστιν ἀνθρώπῳ͵ φέρων ἐν ἑαυτῷ τοῦ φύσει κατ΄ οὐσίαν ὡς ἀληθῶς μεγάλου βασιλέως Χριστοῦ κατὰ τὴν χάριν ἀπαράλλακτον τὴν ἐν Πνεύματι μόρφωσιν; Ἐν ᾗ φησὶν ὁ θεῖος ἀπόστολος͵ οὐκ ἔστιν ἄρρεν καὶ θῆλυ͵ τουτέστι θυμὸς καὶ ἐπιθυμία͵ ὁ μὲν τυραννικῶς ἐκφέρων τὸν λογισμὸν καὶ τοῦ νόμου τῆς φύσεως ἔξω ποιούμενος τὴν διάνοιαν͵ ἡ δὲ τῆς μιᾶς καὶ μόνης ἐφετῆς τε καὶ ἀπαθοῦς αἰτίας καὶ φύσεως ποιουμένη τὰ μετ΄ αὐτὴν ἐρασμιώτερα καὶ διὰ τοῦτο τὴν σάρκα προτιμοτέραν τιθεμένη τοῦ Πνεύματος καὶ τῆς τῶν νοουμένων δόξης τε καὶ λαμπρότητος ἐπιτερπεστέραν ἐργαζομένη τὴν τῶν φαινομένων ἀπόλαυσιν͵ τῷ κατ΄ αἴσθησιν λείῳ τῆς ἡδονῆς ἀπείργουσα τὸν νοῦν τῆς θείας καὶ συγγενοῦς τῶν νοητῶν ἀντιλήψεως͵ ἀλλ΄ ἢ λόγος μονώτατος καὐτῆς εἰς ἄκρον τῆς ἀπαθοῦς μέν͵ φυσικῆς δὲ ὅμως τοῦ σώματος δι΄ ἀρετῆς περιουσίαν γυμνούμενος στοργῆς καὶ διαθέσεως͵ νικῶντος τελείως τὴν φύσιν τοῦ Πνεύματος καὶ τῆς ἠθικῆς πείθοντος σχολάσαι φιλοσοφίας͵ ἡνίκα συγγίνεσθαι δέοι τῷ ὑπερουσίῳ λόγῳ δι΄ ἁπλῆς καὶ ἀμεροῦς θεωρίας τὸν νοῦν͵ κἂν συντελεῖν αὐτῷ πέφυκεν εἰς ῥαδίαν τῶν χρονικῶς ῥεόντων τομὴν καὶ διάβασιν· ὧν διαβαθέντων͵ οὐκ εὔλογον ἐπιβαρεῖσθαι καθάπερ μηλωτῇ τῷ κατ΄ ἦθος τρόπῳ τὸν ἀποφανθέντα τοῖς αἰσθητοῖς ἀκατάσχετον· καὶ δηλοῖ τοῦτο σαφῶς Ἠλίας ὁ μέγας͵ δι΄ ὧν ἔπραττε͵ τυπικῶς τοῦτο παραδεικνὺς τὸ μυστήριον͵ τὴν μὲν μηλωτήν͵ φημὶ δὲ τῆς σαρκὸς τὴν νέκρωσιν͵ ἐν ᾗ τὸ μεγαλοπρεπὲς πέπηγε τῆς ἠθικῆς κοσμιότητος͵ κατὰ τὴν ἁρπαγὴν Ἐλισσαίῳ διδοὺς εἰς συμμαχίαν τοῦ Πνεύματος κατὰ πάσης ἀντικειμένης δυνάμεως καὶ πληγὴν τῆς ἀστάτου καὶ ῥεούσης φύσεως͵ ἧς τύπος ὑπῆρχεν ὁ Ἰορδάνης͵ πρὸς τὸ μὴ σχεθῆναι τὸν μαθητὴν τῆς πρὸς τὴν ἁγίαν γῆν διαβάσεως͵ τῷ θολερῷ τε καὶ ὀλισθηρῷ περικλυσθέντα τῆς τῶν ὑλικῶν προσπαθείας͵ αὐτὸς δὲ χωρῶν πρὸς τὸν θεὸν ἄνετος͵ οὐδενὶ τῶν ὄντων παντελῶς κατὰ τὴν σχέσιν κρατούμενος͵ ἁπλοῦς τε τὴν ἔφεσιν καὶ τὴν γνώμην ἀσύνθετος͵ πρὸς τὸν ἁπλοῦν τὴν φύσιν διὰ τῶν ἀλληλούχων γενικῶν ἀρετῶν τῶν γνωστικῶς ἀλλήλαις συνῃρημένων͵ ὡς ἵππων πυρίνων͵ τὴν ἐνδημίαν ποιούμενος.

Ἔγνω γὰρ ὅτι δεῖ τῶν Χριστοῦ μαθητῶν ἀπογενέσθαι τὰς ἀνίσους διαθέσεις͵ ὧν ἡ διαφορότης ἐλέγχει τὴν ἀλλοτρίωσιν͵ εἴπερ διάχυσιν μὲν τοῦ περὶ καρδίαν πνεύματος τὸ κατ΄ ἐπιθυμίαν πάθος͵ αἵματος δὲ ζέσιν κινούμενον σαφῶς τὸ θυμικὸν ἀπεργάζεται· καὶ φθάσας οἷα δὴ ζῶν ἐν Χριστῷ καὶ κινούμενος καὶ ὤν͵ ἑαυτοῦ τὴν τῶν ἀνίσων ἀλλόκοτον ἀπέθετο γένεσιν͵ μὴ φέρων ἐν ἑαυτῷ͵ καθάπερ ἄρρεν καὶ θῆλυ͵ τὰς ἐναντίας͵ ὡς ἔφην͵ τούτων τῶν παθῶν διαθέσεις͵ ἵνα μὴ δουλωθῇ τούτοις ὁ λόγος͵ ταῖς αὐτῶν ἀστάτοις μεταβολαῖς συναλλοιούμενος· ᾧ φυσικῶς τὸ τῆς θείας εἰκόνος ἐγκέκραται σέλας͵ πεῖθον τὴν ψυχὴν μεταπλασθῆναι κατὰ τὴν γνώμην πρὸς τὴν θείαν ὁμοίωσιν καὶ γενέσθαι τῆς συνυφισταμένης οὐσιωδῶς τῷ Θεῷ καὶ Πατρὶ τῶν ὅλων μεγάλης βασιλείας͵ ὡς Πνεύματος ἁγίου παμφαὲς οἰκητήριον͵ ὅλην δεχόμενον͵ εἰ θέμις εἰπεῖν͵ τῆς θείας φύσεως κατὰ τὸ δυνατὸν τὴν ἐξουσίαν τῆς γνώσεως͵ καθ΄ ἣν ἡ μὲν τῶν χειρόνων ἀπογίνεσθαι͵ τῶν δὲ κρειττόνων ὑφίστασθαι πέφυκε γένεσις͵ ἶσα θεῷ τῆς ψυχῆς κατὰ τὴν χάριν τῆς κλήσεως ἄσυλον φυλαττούσης ἐν ἑαυτῇ τῶν δωρηθέντων καλῶν τὴν ὑπόστασιν· καθ΄ ἣν ἀεὶ θέλων Χριστὸς γεννᾶται μυστικῶς͵ διὰ τῶν σωζομένων σαρκούμενος καὶ μητέρα παρθένον ἀπεργαζόμενος τὴν γεννῶσαν ψυχήν͵ οὐκ ἔχουσαν͵ ἵνα συνελὼν εἴπω͵ κατὰ τὴν σχέσιν͵ ὥσπερ ἄρρεν καὶ θῆλυ͵ τὰ γνωρίσματα τῆς ὑπὸ φθορὰν καὶ γένεσιν φύσεως. ... Οὐκοῦν κινείσθω καὶ ἡμῶν πρὸς τὴν τοῦ θεοῦ ζήτησιν ὁ λόγος͵ πρός τε τὸν αὐτοῦ πόθον ἡ κατ΄ ἐπιθυμίαν δύναμις καὶ πρὸς τὴν αὐτοῦ φυλακὴν ἀγωνιζέσθω τὸ θυμικόν͵ μᾶλλον δὲ τὸ κυριώτερον εἰπεῖν͵ ὁ μὲν νοῦς τετάσθω πᾶς πρὸς θεόν͵ οἱονεὶ τόνῳ τινὶ τῷ θυμικῷ τρόπῳ νευρούμενος καὶ πόθῳ τῇ κατ΄ ἄκρον ἐφέσει τῆς ἐπιθυμίας πυρούμενος· οὕτω γὰρ τοὺς κατ΄ οὐρανὸν ἀγγέλους μιμούμενοι͵ τῷ θεῷ διὰ πάντων λατρεύοντες εὑρεθησόμεθα͵ τὴν αὐτὴν τοῖς ἀγγέλοις ἐπὶ τῆς γῆς πολιτείαν ἐπιδεικνύμενοι͵ πρὸς οὐδὲν τῶν μετὰ θεὸν ἴσως ἐκείνοις ἔχοντες τὸν νοῦν τὸ παράπαν κινούμενον· δεξόμεθα γάρ͵ κατ΄ εὐχὰς οὕτω πολιτευόμενοι͵ καθάπερ ἄρτον ἐπιούσιόν τε καὶ ζωτικὸν εἰς ἀποτροφὴν τῶν ἡμετέρων ψυχῶν καὶ συντήρησιν τῆς τῶν χαρισθέντων ἡμῖν ἀγαθῶν εὐεξίας͵ τὸν εἰπόντα Λόγον· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ͵ ἀναλόγως ἡμῖν τοῖς τρεφομένοις δι΄ ἀρετῆς καὶ σοφίας πάντα γινόμενον καὶ δι΄ ἑκάστου τῶν σωζομένων ποικίλως͵ ὡς οἶδεν αὐτός͵ σωματούμενον͵ ἔτι κατὰ τὸν αἰῶνα τοῦτον ὑπάρχοντες.


Πρόσωπο καὶ οὐσία

ΠΡΟΣΩΠΟΝ, ἤτοι ὑπόστασις· φύσις, ἤτοι οὐσία. Οὐσία γάρ, τό κατ᾿ εἰκόνα, ὁ λόγος· τό καθ᾿ ὁμοίωσιν δέ, ὁ βίος, ὑπόστασις ἐστιν, ἐξ ὧν ἀμφοτέρων ἡ ἀρετή συμπεπλήρωται. Ὑπόστασιν γάρ σοφίας, τήν ἀρετήν, οὐσίαν δέ φασιν ἀρετῆς εἶναι τήν σοφίαν. Διό τῆς μέν σοφίας ἀπλανής ἔκφανσίς ἐστιν, ὁ τρόπος τῆς τῶν θεωρητικῶν ἀγωγῆς, τῆς ἀρετῆς δέ βάσις, ὁ λόγος τῆς τῶν πρακτικῶν θεωρίας καθέστηκεν. Ἀμφοτέρων δέ χαρακτήρ ἀψευδέστατος, ἡ πρός τό κυρίως ὄν ἀκλινής ἐνατένησις.


Αἰωνιότητα καὶ χρόνος

ΑΙΩΝ ἐστιν ὁ χρόνος, ὅταν στῇ τῆς κινήσεως, καί χρόνος ἐστίν ὁ αἰών, ὅταν μετρῆται κινήσει φερόμενος, ὡς εἶναι τόν μέν αἰῶνα, ἵνα ὡς ἐν ὅρῳ περιλαβών εἴπω, χρόνον ἐστερημένον κινήσεως, τόν δέ χρόνον αἰῶνα κινήσει μετρούμενον.


Ἡ θεία νόηση τῶν ὄντων

Η ΑΥΤΟΫΠΕΡΑΓΑΘΟΤΗΣ, νοῦς οὖσα, καί ὅλη ἐνέργεια, εἰς ἑαυτήν ἐστραμμένη, ἐνεργείᾳ ἐστίν, οὐ δυνάμει, πρότερον οὖσα ἀφροσύνη, εἶτα νοῦς ἐνεργείᾳ γινομένη· ὅθεν καί ἐστι νοῦς μόνον καθαρός, οὐκ ἐπείσακτον ἔχων τό φρονεῖν, ἀλλά παρ' ἑαυτοῦ πάντως νοεῖ. Εἰ γάρ ἡ μέν οὐσία αὐτοῦ ἄλλη ἐστίν, ἅ δέ νοεῖ ἔτερα αὐτοῦ, αὐτός ἀνόητος ἔσται, ἤγουν ἡ οὐσία αὐτοῦ· εἴ τι δέ ἔχει, παρ' ἑαυτοῦ ἔχει, οὐ παρ' ἄλλου· εἰ δέ παρ' ἑαυτοῦ καί ἐξ αὐτοῦ νοεῖ, αὐτός ἐστιν ἅ νοεῖ. Οὐκοῦν νοῦς ὤν, ὄντως νοεῖ τά ὄντα ὡς ὤν. Εἰ οὖν νοῶν ἑαυτόν τά ὄντα νοεῖ, αὐτός ἐστι τά ὄντα· ἤ γάρ ἑτέρωθι ὄντα αὐτά νοήσει, ἤ ἐν ἑαυτῷ, ὡς αὐτοῦ ὄντα· ἀλλαχοῦ μέν ὄντα οὖν οὐ δυνατόν νοῆσαι· ποῦ γάρ ὄντα ἐν αἰσθητοῖς; τά γάρ αἰσθητά οὔκ εἰσιν ὄντα, ἅτε τρεπτά ὄντα, καί γινόμενα, καί ἀπολλύμενα. Ἑαυτόν οὖν ἄρα καί ἐν ἑαυτῷ νοεῖ. Ἐπειδή δέ καί ποιητής τῶν ὄντων ἐστίν ὁ Θεός, ἐν τῷ μήπω ὄντι νοήσει αὐτά, ἀλλ’ αὐτός ἀρχέτυπός ἐστι τούτου τοῦ παντός· καί ἅ νοεῖ, οὐ τύπους λαμβάνων ἀφ' ἑτέρων, αὐτός ὤν τῶν ὄντων παράδειγμα· ὥστε οὔτε αὐτός ἐν τόπῳ, οὔτε τά ἐν αὐτῷ ὡς ἐν τόπῳ, ἀλλ’ ἔχει αὐτά ὡς ἑαυτόν ἔχων καί ἑνών αὐτοῖς, πάντων μέν ὁμοῦ ὄντων, καί ἐν ἀμερεῖ ὄντων ἐν αὐτῷ, διακεκριμένων δέ, ἐν τῷ ἀμερεῖ ἀμερῶς. Αἱ τοίνυν νοήσεις αὐτοῦ εἰσι τά ὄντα, τά δέ ὄντα εἰσί τά εἴδη. Νοήσεις δέ οὐχ οὕτως ἀκουστέον, ὅτι, ἐπειδή τόδε ἐνόησεν, ἐγένετο τόδε, ἤ ἐστί τόδε· ταύτης γάρ τῆς νοήσεως προηγεῖσθαι δεῖ νοούμενόν τι, ἵνα αὐτό νοήσας ποιήσῃ· ἀλλά νοεῖ τά ὄντα, ἅτε ἑαυτόν νοῶν καί τοῖς ἐνοῦσι συναπτόμενος· αὐτή γάρ αὐτῷ ἡ νόησις γένεσίς ἐστι τοῖς οὖσι. Τό οὖν ἐνόν ἐν αὐτοῖς, τοῦτό ἐστι τό εἴδος, καί τοῦτό ἐστιν ἡ ἰδέα· αὐτός δέ, νοῦς ὤν ὅλος, ὅλος ἐστίν ἐπιστήμη, τά δέ ἐξ αὐτοῦ καί ἐν αὐτῷ νόες ἐοικότες θεωρήμασι τῆς ἐπιστήμης. Εἰσί δέ ὁμοῦ πολλαί ἐπιστῆμαι οὖσαι, ἀσύγχυτοι μένουσι, καί ἐνεργοῦσι ἕξω κατά μίαν, ὅταν δέῃ· καί πάσας ὁμοῦ τάς δυνάμεις ἡ ψυχή ἐν ἑαυτῇ ἔχει, καθ' ἄς προνοεῖ τοῦ σώματος, καί ὅμως ἀσυγχύτως αὐτάς κατά καιρόν προβάλλει, τήν μέν φυσικήν ἐνεργοῦσα περί τό σῶμα δύναμιν, καθ' ἥν τρέφει τοῦτο καί αὕξει καί πρός γένναν ἐπιτήδειον ποιεῖ, τήν δέ αἰσθητικήν ἐνεργεῖ δύναμιν περί φλέβας καί ἀρτηρίας καί τήν σάρκα καί τά νεῦρα, καθ' ἥν δύναμιν τῶν αἰσθητῶν ἀντιλαμβανόμεθα· τήν δέ δοξαστικήν, καθ' ἥν κρίνει τά αἰσθητά· ἀναζωγραφικήν δέ, καθ' ἥν ἀναπλάττει· καί μνημονευτικήν, καθ' ἥν μέμνηται· ὀρεκτικήν δέ, καθ' ἥν ὀρέγεται καί κινεῖ τό ζῶν κατά τόπον· καί εἰκαστικήν, καί θυμοειδῆ, καί ἐπιθυμητικήν. Ταύτας γάρ ἔχει δυνάμεις σώματι χρωμένη ἐν τῷ ἀλόγῳ αὐτῆς μέρει. Μετά δέ θάνατον ὁ νοῦς μόνος ἔσται ἐνεργῶν, τούτων ἀργουσῶν.


Εἶναι αἰώνας καὶ ποιεῖ αἰῶνες

ΤΟ 'ὄν' ἐπί τοῦ Θεοῦ λεγόμενον, ὅλου συλλήβδην τοῦ εἶναι ὑπέρεστι· τοῦτο γάρ φησιν ὑπερούσιον, ἀντί τοῦ ὑπέρ τό ἐν γενέσει ὄν· τό γάρ ὄν οὐσία· ἀπό γάρ τοῦ εἶναι τό ὄνομα παρῆκται τῆς οὐσίας. Ὁ οὖν Θεός, ὡς καί τοῦ εἶναι ὑπερκείμενος (τό γάρ εἶναι ἐξ αἰτίας τινός δηλοῖ εἰς τό εἶναι ἀχθῆναι) ὤν, ὑπερουσίως νοεῖται· διό καί αἰών λέγεται εἶναι τῶν παρηγμένων ὑπ' αὐτοῦ αἰώνων· ὅπερ γάρ μηδέ ἦν, μήτε ἔσται, ἀλλ’ ἔστι μόνον, τοῦτο ἐστώς ἔχων τό εἶναι, τό μή μεταβάλλειν εἰς τό ἔσται, μήτ' αὖ μεταβεβηκέναι ἀπό τοῦ ἦν εἰς τό ἔστι, τοῦτό ἐστιν αἰών· οὐ γάρ μόνον τά ὄντα πάντα δεῖ παρεῖναι τῷ παντί καί ὅλῳ, ἀλλά καί τό μηδέν τοῦ ποτε μή ὄντος· οὐδέ γάρ τι προσγέγονεν αὐτῷ, μή ὄν πρότερον. Αὕτη οὖν ἡ διάθεσις καί φύσις καλοῖτο ἄν καί εἴη αἰών· αἰών γάρ ἀπό τοῦ ἀεί ὄντος εἴρηται. Εἴ τις οὖν οὕτω τόν αἰῶνα λέγοι ζωήν ἄπειρον, τῷ πᾶσαν ἤδη εἶναι καί μηδέν ἀναλίσκειν αὐτῆς τῷ παρεληλυθέναι, μηδ' αὖ μένειν, οὐκ ἄν εἴη πᾶσα, ἐγγύς δέ ἄν εἴη τοῦ ὁρίζεσθαι τί αἰών. Ἐκεῖνο γοῦν ἐστιν ἄπειρον, τό μή ἐπιλεῖπον· καί τοῦτο κυρίως, ὅτι μηδέν ἑαυτοῦ ἀναλίσκει οὕτως οὖν ὁ Θεός καί αἰών, καί αἰῶνας ποιῶν. Αἰών τοίνυν ἐστίν οὐ τό ὑποκείμενον, ἀλλά τό ἐξ αὐτοῦ τοῦ ὑποκειμένου ἐκλάμπον· τά οὖν νοητά καί τά μή ὁρώμενα κατά τόν Ἀπόστολον αἰώνια, αἰώνιον δέ οὐκ αὐτός ἐστιν ὁ αἰών, ἀλλά τό αἰῶνος μετέχον, τουτέστι τῆς ἀδιαστάτου καί ἀπείρου ζωῆς. Ὡς οὖν καί τῶν αἰῶνος, τουτέστι τοῦ ἀεί ὄντος μετεχόντων, καθ' ὁμοιότητα αἰώνων λεγομένων ποιητής ὁ Θεός, πεποιηκέναι τούς αἰῶνας λέγεται, ἀντί τοῦ τά νοητά, αἰών αὐτῶν ὤν καί συνοχεύς, οὕτω καί χρόνος ὁ ἄχρονος λέγεται, ἅτε καί χρόνων αἴτιος· ὅπερ γάρ ἐν τοῖς νοητοῖς αἰών, τοῦτό ἐστιν ἐν τοῖς αἰσθητοῖς χρόνος. Ὥσπερ οὖν τά ὁρώμενα εἰκόνες εἰσί τῶν ἀοράτων καί νοητῶν, καί αἰῶνα λέγομεν τήν ἀτρεμῆ ἐκείνην καί ὁμοῦ πᾶσαν ζωήν, καί ἄπειρον ἤδη καί ἀκλινῆ πάντῃ καί ἐν ἑνί καί προεστῶσαν, οὕτω καί τόν χρόνον τότε μέν ἐν τῷ ἀεί ὄντι ἀναπαύεσθαι, ἐκφανῆναι δέ καθ' ὑπόβασιν, ὅτε καί ὕστερον φύσιν ὁρατήν ἐχρῆν προελθεῖν. Τήν οὖν εἰς τά αἰσθητά πρόοδον τῆς εἰς τό ταῦτα δημιουργεῖν ἀγαθότητος τοῦ Θεοῦ καλοῦμεν χρόνον· οὐ γάρ ἡ κίνησις τῶν εἰς μοίρας καί ὥρας καί νύκτας καί ἡμέρας διαστάσεων, τοῦτο χρόνος, ἀλλ' ὁμώνυμον τῷ χρόνῳ· ὥσπερ γάρ τό μετροῦν καί μετρούμενον εἰώθαμεν ὁμωνύμως καλεῖν, οὕτω καί ἐνταῦθα· οἷον, ἐάν τό ὑπό πήχεως μετρούμενον, εἴτε ἔδαφος, εἴτε τεῖχος, ἤ ἕτερον, πῆχυν λέγομεν. Αἱ γοῦν τῶν ἀστέρων φοραί, κατά τό εἰρημένον, “ἔστωσαν εἰς τά σημεῖα καί εἰς καιρούς καί εἰς ἐνιαυτούς”, πρός διορισμόν καί δήλωσιν ἡμῖν ἐναργῆ παρά Θεοῦ ἐγένοντο. Ὁ οὖν καί ταῦτα διατάξας, αὐτός ἄν εἴη ὑπεραιωνίως καί ἀχρόνως ταῦτα ὡς αἴτιος.


Κυκλικὴ χορεία

ΠΑΣ νοῦς ἐκ τοῦ πάντων αἰτίου Θεοῦ ἐκλάμψας, ἐπειδή ἀπό τοῦ δημιουργήσαντος ἐξέλαμψε, λέγεται περί αὐτόν ὡς περί κέντρον κινεῖσθαι, τῆς κινήσεως οὐ τοπικῆς τινος οὔσης, ἀλλά νοερᾶς καί ζώσης· ἔστι δέ νοῦ κύκλῳ κίνησις τοιαύτη· πᾶν τό νοοῦν ἤ νοῦς ὤν νοεῖ, ἤ ὡς μετέχον νοῦ. Ὁ μέν νοῦς ὤν, πρώτως νοεῖ, τό δέ μετέχον νοῦ δευτέρως νοεῖ· κατά τοῦτο μέν οὖν, καθ' ὅ νοῦς ὤν νοεῖ, κινεῖσθαι λέγοιτο ἄν· κυκλική δέ ἐπινοεῖται ἡ κίνησις αὔτη καθ' ὅ ἀνακάμπτων καί περί αὐτόν γινόμενος, οὕτως ἑαυτόν νοήσει καί τόν πρό αὐτοῦ, ἐξ οὗ ἐξέλαμψεν, ὡς οὖν ἐκ Θεοῦ βουληθέντος προβληθείς, περί αὐτόν, ἀντί τοῦ περί τήν Θεοῦ ἔφεσιν καί ἀγάπην, ὡς περί κέντρον, ἔσται· οὐ γάρ ἑνοῦνται τά δεύτερα τοῖς πρό αὐτῶν, ἀλλά χορείᾳ τινί τό γινόμενον ἔοικε· τά γάρ γεννώμενα εἶναι ἐν τῷ οἰκείῳ ἐφιέμενα, τόν γεννῶντα περιαθρεῖ· τό οὖν τῇ νοήσει πρός τά πρό αὐτοῦ ἐπεστραμμένον, κυκλικῆς κινήσεως ἔννοιαν εἰσάγει. Ἐπειδή οὖν πανταχοῦ ἐστιν ὁ Θεός, αἱ πανταχοῦ αὐτῷ συνακολουθοῦσαι τῷ θέλειν αὐτόν νοεῖν ἀεί, ἐπί τούτῳ ἀγάλλονται καί περιχορεύουσιν, ὥσπερ τῇ εὐφροσύνῃ. Λέγεται οὖν νοῦς ἐν ἑαυτῷ εἶναι καί πρός ἑαυτόν σπεύδειν· ὁ οὖν ἐν ἑαυτῷ ἐστι, καί δηλοῖ ἀθανασίαν, στάσιν ἔχει· κατά γάρ τό εἶναι, ὅ ἐστιν ἀθανάτως εἶναι, ἑστάναι νοεῖται· κατά δέ τό πρός ἑαυτόν σπεύδειν, κινεῖται μή βουλόμενος διαχεῖσθαί πως εἰς τάς ἔξωθεν αὐτοῦ καί προσύλους νοήσεις. Κατά μέν οὖν τό ταυτοκίνητον οὐχ ἕστηκεν, ἀλλά κινεῖται, κατά δέ τήν οὐσίαν ἀεί ὡσαύτως ἔχουσαν στάσιν, ἀλλ’ οὐ κίνησιν ἔχει. Ἔστι τοίνυν καί κατά φύσιν ἑκάστῳ τῶν νοῶν ὁρμή, ἡ πρός Θεόν ἔφεσις καί ἡ περί αὐτόν, ὡς περί κέντρον κυκλική χορεία, ὡς ἡ τοῦ κύκλου περί τό σημεῖον, ἤτοι κέντρον, ἀφ' οὗ συνέστη· καί γάρ καί κατά φυσικήν ἀνάγκην ἕκαστον τῶν ὄντων τήν περί τόν Θεόν χορεύει χορείαν, τῷ εἶναι ἐφιέμενον τοῦ εἶναι.


Θεὸς παθητός

Ο ΤΟΥ ΘΕΟΥ Λόγος ὅλος οὐσία πλήρης ὑπάρχων, Θεός γάρ, καί ὑπόστασις ὅλος ἀνελλιπής, Υἱός γάρ, κενωθείς μέν σπορά γέγονε τῆς οἰκείας σαρκός, ἀῤῥήτῳ δέ συλλήψει συντεθείς αὐτῆς ὑπόστασις γέγονε τῆς προσληφθείσης σαρκός. Καί τούτῳ τῷ καινῷ μυστηρίῳ κατ᾿ ἀλήθειαν ἀτρέπτως ὅλος γενόμενος ἄνθρωπος, δύο φύσεων ἀκτίστου τε καί κτιστῆς, ἀπαθοῦς τε καί παθητῆς, ὁ αὐτός ὑπόστασις ἦν, πάντας ἀνελλιπῶς τούς φυσικούς, ὧν ὑπόστασις, ἦν λόγους ἐπιδεχόμενος. Εἰ δέ πάντας οὐσιωδῶς ὧν ὑπόστασις ἦν τούς φυσικούς ἐπεδέχετο λόγους, αὐτῷ συνθέτῳ γενομένῳ τῇ προσλήψει τῆς σαρκός κατά τήν ὑπόστασιν πάνυ σοφῶς ὁ διδάσκαλος, ἵνα μή ψιλά νομισθῇ, τά τῆς οἰκείας σαρκός πάθη προσένειμεν, αὐτοῦ τε τῆς σαρκός ὑπαρχούσης καί κατ᾿ αὐτήν ἀληθῶς ὄντι Θεῷ παθητῷ κατά τῆς ἁμαρτίας. Οὐσίας τοίνυν, καθ᾿ ἥν καί σαρκωθείς ἁπλοῦς ὁ Λόγος μεμένηκε, καί ὑποστάσεως, καθ᾿ ἥν προσλήψει σαρκός γέγονε σύνθετος, καί Θεός παθητός οἰκονομικῶς ἐχρημάτισε, δεικνύς τήν διαφοράν ὁ διδάσκαλος ταῦτά φησιν· “Ἵνα μή τά τῆς ὑποστάσεως κατηγοροῦντες ἐξ ἀγνοίας τῆς φύσεως λάθωμεν κατά τούς Ἀρειανούς Θεῷ φύσει παθητῷ προσκυνοῦντες”. - “ Οὐδέν δέ χεῖρον εἰπεῖν καί ἀνθρωπισθέντι», προσέθηκεν, οὐ μόνον διά τούς Ἀρειανούς ἀντί ψυχῆς τήν θεότητα, καί τούς Ἀπολιναριστάς ἄνουν τήν ψυχή δογματίζοντας, καί τούτῳ τῷ τρόπῳ τό τέλειον τῆς καθ᾿ ἡμᾶς τοῦ Λόγου περιτέμνοντας φύσεως, καί φύσει θεότητος παθητόν αὐτόν ποιουμένου, ἀλλ᾿ ἵνα καί δειχθῇ τέλειος ἡμῖν γεγονώς κατά ἀλήθειαν ἄνθρωπος ὁ μονογενής Θεός, ὡς δι᾿ ἐνεργοῦς φύσει σαρκός νοερῶς τε καί λογικῶς ἐψυχωμένης, αὐτουργῶν τήν ἡμῶν σωτηρίαν, εἴπερ κατά πάντα χωρίς μόνης ἁμαρτίας, ἧς οὐδείς τῇ φύσει παντελῶς ἐνέσπαρται λόγος, ἀλλ᾿ οὐ χωρίς φυσικῆς ἐνεργείας, ἀληθῶς γέγονεν ἄνθρωπος, ἧς ὁ λόγος, ὅρος τῆς οὐσίας ἐστί, πάντας χαρακτηρίζων φυσικῶς οἷς κατ᾿ οὐσίαν ἐμπέφυκε. Τό γάρ κοινῶς τε καί γενικῶς τινων κατηγορούμενον ὅρος τῆς αὐτῶν οὐσίας ἐστίν, οὗ πάντως ἡ στέρησις φθοράν ἐργάζεται φύσεως, εἴπερ οὐδέν τῶν ὄντων τοῦ φύσει πεφυκότος στερούμενον ὅπερ ἦν μένει σωζόμενον.


Τὰ πάντα στὰ πάντα

ΕΠΕΙΔΗΠΕΡ ἐκ ψυχῆς καί σώματος δι᾿ ἀγαθότητα ὁ ἄνθρωπος γέγονε παρά τοῦ Θεοῦ, ἐφ᾿ ᾧ τήν δοθεῖσαν αὐτῷ λογικήν τε καί νοεράν ψυχήν, ἅτε δή κατ᾿ εἰκόνα τοῦ ποιήσαντος αὐτήν ὑπάρχουσαν, κατά μέν τήν ἔφεσιν καί τήν ἐξ ὅλης δυνάμεως ὁλικήν ἀγάπην ἀπρίξ Θεοῦ γνωστικῶς ἐχομένην, καί τό καθ᾿ ὁμοίωσιν προσλαβοῦσαν θεωθῆναι, κατά δέ τήν ἐπιστημονικήν πρός τό ὑφείμενον πρόνοιαν, καί τήν περί τό ἀγαπᾷν τόν πλησίον ὡς ἑαυτόν κελεύουσαν ἐντολήν, ἐμφρόνως τοῦ σώματος ἀντεχομένην, λογίσαι τε δι᾿ ἀρετῶν αὐτό καί οἰκειῶσαι Θεῷ ὡς ὁμόδουλον δι᾿ ἑαυτῆς μεσιτευούσης τόν ποιητήν ἔνοικον, καί τῆς δοθείσης ἀθανασίας ἄλυτον δεσμόν αὐτόν ποιησομένην αὐτῷ τόν συνδήσαντα, ἵν᾿ ὅπερ ἐστί Θεός ψυχῇ, τοῦτο ψυχή σώματι γένηται, καί εἷς ἀποδειχθῇ τῶν ὅλων Δημιουργός, ἀναλόγως διά τῆς ἀνθρωπότητος πᾶσιν ἐπιβατεύων τοῖς οὖσι, καί εἰς ἕν ἔλθῃ τά πολλά ἀλλήλων κατά τήν φύσιν διεστηκότα περί τήν μίαν τοῦ ἀνθρώπου φύσιν ἀλλήλοις συννεύοντα, καί γένηται τά πάντα ἐν πᾶσιν αὐτός ὁ Θεός, πάντα παραλαβών καί ἐνυποστήσας ἑαυτῷ, διά τοῦ μηδέν ἔτι τῶν ὄντων κεκτῆσθαι τήν κίνησιν, καί τῆς αὐτοῦ ἄμοιρον παρουσίας, καθ᾿ ἥν καί θεοί καί τέκνα καί σῶμα καί μέλη καί μοῖρα Θεοῦ καί τά τοιαῦτά ἐσμεν καί λεγόμεθα τῇ πρός τό τέλος ἀναφορᾷ τοῦ θείου σκοποῦ.


Τὸ μυστικὸ σῶμα τοῦ Χριστοῦ

ΕΙΣ ΤΟ· “Κἄν Ἰωσὴφ ᾗς ὁ ἀπό Ἀριμαθαίας, αἴτησαι τό σῶμα παρά τοῦ σταυροῦντος”.

Τό σῶμα τοῦ Χριστοῦ ἐστιν ἡ ψυχή, ἤ αἱ ταύτης δυνάμεις, ἤ αἱ αἰσθήσεις, ἤ τό σῶμα τοῦ καθ᾿ ἕκαστον, ἤ τά μέλη τοῦ σώματος, ἤ αἱ ἐντολαί, ἤ αἱ ἀρεταί, ἤ οἱ λόγοι τῶν γεγονότων, ἤ ἁπλῶς εἰπεῖν ἀληθέστερον, ἰδίᾳ τε καί κοινῇ, ταῦτα πάντα καί τούτων ἕκαστόν ἐστι τό σῶμα τοῦ Χριστοῦ. Σταυροῖ δέ τοῦτο, ἤγουν ταῦτα πάντα ὁ διάβολος, ἐν τῷ παραδεξαμένῳ τούτων τήν σταύρωσιν, οὐκ ἐῶν αὐτά, κατά φύσιν ἐνεργεῖσθαι. Ἰωσήφ δέ ἑρμηνεύεται κατά Ἑβραίων φωνήν, Πρόσθεσις· Ἀριμαθία δέ, Ἆρον ἐκεῖνο. Πῶς οὖν; Ἄνθρωπος προσθήκας πίστεως ἔχων καί τοῖς κατ᾿ ἀρετήν ηὐξημένος τρόποις, καί πᾶσαν ἀπάτην τῶν ὑλικῶν ἑαυτοῦ περιελόμενος, οὗτος Ἰωσήφ ἐστι πνευματικός, δυνάμενος τό σῶμα λαβεῖν τοῦ Χριστοῦ καί καλῶς ἐνταφιάσαι καί ἐνθεῖναι τῇ ἐκ πίστεως λελατομημένῃ καρδίᾳ, τό τε σῶμα τό ἑαυτοῦ ὡς Χριστοῦ σῶμα διά τήν χάριν, καί τά σώματος μέλη ὅπλα δικαιοσύνης τῷ Θεῷ εἰς ἁγιασμόν ποιούμενος, τάς δέ αἰσθήσεις τοῦ σώματος ὑπουργούς εἶναι τῇ ψυχῇ κατα τόν ἔμφυτον λόγον πρός τήν ἐν πνεύματι φυσικήν θεωρίαν παρασκευάζων, αὐτήν δέ τήν ψυχήν ἰσονομεῖν ταῖς δυνάμεσι ποιῶν πρός τήν τῶν ἀρετῶν ἐκπλήρωσιν, καί ἔτι τήν ψυχήν τε καί τάς αὐτῆς δυνάμεις δουλώσας ταῖς ἐντολαῖς τοῦ Θεοῦ, αὐτάς δέ τάς ἐντολάς φυσικάς τῆς ψυχῆς ἀποδεικνύς ἐνεργείας, καί διά τῆς κατ᾿ ἀρετήν ἀμεταθέτου καί παγίας ἕξεως εἰς κατανόησιν αὖ καί ὑποδοχήν τῶν ἐγκεκρυμμένων ταῖς ἐντολαῖς θειοτέρων λόγων διεγειρόμενος, καί ὥσπερ σινδόνι τινί τοῖς περί τόν αἰῶνα τοῦτον πνευματικοῖς λόγοις περιβάλλειν τόν πρῶτον, ἐξ οὖ καί δι᾿ οὗ καί εἰς ὅν τά πάντα, Λόγον. Ὁ ταύτην οὕτω τηρήσας τήν εὔκοσμον εὐταξίαν, Ἰωσήφ ἐστι, τό μυστικόν σῶμα τοῦ Χριστοῦ μυστικῶς ἐνταφιάζων.


Ἡ ἀνάσταση τοῦ κόσμου

ΨΥΧΗΝ μὲν εἶναι τῶν αἰσθητῶν τὰ νοητά͵ σῶμα δὲ τῶν νοητῶν τὰ αἰσθητά. Καὶ ὡς ψυχὴν ἐνοῦσαν σώματι͵ τῷ αἰσθητῷ κόσμῳ τὸν νοητὸν εἶναι· καὶ τῷ νοητῷ τὸν αἰσθητόν͵ ὡς σῶμα τῇ ψυχῇ συγκροτούμενον· καὶ ἕνα ἐξ ἀμφοῖν εἶναι κόσμον͵ ὥσπερ καὶ ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον ἕνα͵ μηδ΄ ἑτέρου τούτων τῶν ἀλλήλοις καθ΄ ἕνωσιν συμπεφυκότων θάτερον ἀρνουμένου καὶ ἀποπέμποντος͵ διὰ τὸν τοῦ συνδήσαντος νόμον͵ καθ΄ ὃν τῆς ἑνοποιοῦ δυνάμεως ὁ λόγος ἐνέσπαρται μὴ συγχωρῶν τὴν καθ΄ ὑπόστασιν ἐπὶ τῇ ἑνώσει ταυτότητα τούτων ἀγνοηθῆναι διὰ τὴν φυσικὴν ἑτερότητα͵ μηδ΄ εἶναι δυνατωτέραν πρὸς διάστασίν τε καὶ μερισμὸν τὴν ἕκαστον τούτων ἑαυτῷ περιγράφουσαν ἰδιότητα τῆς μυστικῶς καθ΄ ἕνωσιν αὐτοῖς ἐντεθείσης φιλικῆς συγγενείας ἀποφανθῆναι͵ καθ΄ ἣν ὁ καθ΄ ὅλου καὶ εἷς τρόπος τῆς ἐν ὅλοις ἀφανοῦς καὶ ἀγνώστου παρουσίας τῆς τῶν ὄντων συνεκτικῆς αἰτίας ποικίλως πᾶσιν ἐνυπάρχων καὶ καθ΄ ἑαυτὰ καὶ ἐν ἀλλήλοις τὰ ὅλα συνίστησιν ἄφυρτα καὶ ἀδιαίρετα· καὶ ἀλλήλων μᾶλλον ἢ ἑαυτῶν κατὰ τὴν ἑνοποιὸν σχέσιν ὄντα παρίστησι͵ μέχρις οὗ λῦσαι παραστῇ τῷ συνδήσαντι μείζονος ἕνεκα καὶ μυστικωτέρας οἰκονομίας κατὰ τὸν καιρὸν τῆς ἐλπιζομένης καθολικῆς συντελείας͵ καθ΄ ἣν καὶ ὁ κόσμος ὡς ἄνθρωπος τῶν φαινομένων τεθνήξεται καὶ πάλιν ἀναστήσεται νέος ἐκ γεγηρακότος κατὰ τὴν παραυτίκα προσδοκωμένην ἀνάστασιν· ἡνίκα καὶ ὁ καθ΄ ἡμᾶς ἄνθρωπος͵ ὡς μέρος τῷ ὅλῳ καὶ μικρὸς τῷ μεγάλῳ͵ συναναστήσεται κόσμῳ͵ τὴν πρὸς τὸ μηκέτι δύνασθαι φθείρεσθαι κομισάμενος δύναμιν͵ ὅταν ἐμφερῆ τῇ τε ψυχῇ τὸ σῶμα καὶ τοῖς νοητοῖς τὰ αἰσθητὰ κατ΄ εὐπρέπειαν καὶ δόξαν γενήσεται͵ μιᾶς ὅλοις κατ΄ ἐναργῆ τε καὶ ἐνεργὸν παρουσίαν ἀναλόγως ἑκάστῳ θείας ἐπιφαινομένης δυνάμεως καὶ δι΄ ἑαυτῆς τὸν τῆς ἑνώσεως ἄλυτον εἰς τοὺς ἀπείρους αἰῶνας συντηρούσης δεσμόν.


Ἀνακεφαλαίωση

ΟΙ ΤΑ ΠΟΛΛΑ τῶν θείων μυστηρίων ἐκ τῶν ὀπαδῶν καί ὑπηρετῶν γενομένων τοῦ Λόγου καί αὐτόθεν ἀμέσως τήν τῶν ὄντων μυηθέντων γνῶσιν, κατά διαδοχήν διά τῶν πρό αὐτῶν εἰς αὐτούς διαδοθέντα λαβόντες ἅγιοί φασιν πέντε διαιρέσεσι διειλῆφθαι τήν πάντων τῶν γεγονότων ὑπόστασιν· ὧν πρώτην μέν φασιν εἶναι τήν διαιροῦσαν τῆς ἀκτίστου φύσεως τήν κτιστήν καθόλου φύσιν, καί διά γενέσεως τό εἶναι λαβοῦσαν. Φασί γάρ τόν Θεόν ἀγαθότητι πεποιηκότα τῶν ὄντων ἁπάντων λαμπράν διακόσμησιν, μή αὐτόθεν αὐτῇ καταφανῆ γενέσθαι τινά καί διακρίνουσαν ἄγνοιαν διαίρεσιν λέγοντες. Τήν γάρ φυσικῶς ἀλλήλων ταῦτα διαιροῦσαν, μηδέποτε δεχομένην εἰς μίαν οὐσίαν ἕνωσιν, ὡς τόν ἕνα καί τόν αὐτόν μή δυναμένην ἐπιδέξασθαι λόγον εἴασαν ἄῤῤητον. Δευτέραν δέ, καθ᾿ ἥν ἡ διά κτίσεως τό εἶναι λαβοῦσα σύμπασα φύσις ὑπό Θεοῦ διαιρεῖται εἰς νοητά καί αἰσθητά. Τρίτην, καθ᾿ ἥν ἡ αἰσθητή φύσις διαιρεῖται εἰς οὐρανόν καί γῆν. Τετάρτην δέ, καθ᾿ ἥν ἡ γῆ διαιρεῖται εἰς παράδεισον καί οἰκουμένην, καί Πέμπτην, καθ᾿ ἥν ὁ ἐπί πᾶσιν, ὥσπερ τι τῶν ὅλων συνεκτικώτατον ἐργαστήριον, καί πᾶσι τοῖς κατά πᾶσαν διαίρεσιν ἄκροις δι᾿ αὐτοῦ φυσικῶς μεσιτεύων ἀγαθοπρεπῶς κατά γένεσιν τοῖς οὖσιν ἐπεισαχθείς ἄνθρωπος διαιρεῖται εἰς ἄρσεν καί θῆλυ, πᾶσαν ἔχων δηλαδή φυσικῶς ταῖς τῶν ἄκρων πάντων μεσότησι διά τῆς πρός τά ἄκρα πάντα τῶν ἰδίων μερῶν σχετικῆς ἰδιότητος τήν πρός ἕνωσιν δύναμιν, δι᾿ ἧς ὁ κατά τήν αἰτίαν τῆς τῶν διῃρημένων γενέσεως συμπληρούμενος τρόπος ἔμελλε τοῦ θείου σκοποῦ τό μέγα μυστήριον ἔκδηλον δι᾿ ἑαυτοῦ καταστῆσαι, τήν πρός ἄλληλα τῶν ἐν τοῖς οὖσιν ἄκρων ἐναρμονίως ἀπό τῶν προσεχῶν ἐπί τά πόῤῤω, καί τῶν ἡττόνων ἐπί τά κρείττονα καθεξῆς ἀνατατικῶς προϊοῦσαν, εἰς Θεόν ἀποπερατώσας ἕνωσιν.

Τούτου δή χάριν ἔσχατος ἐπεισάγεται τοῖς οὖσιν ὁ ἄνθρωπος, οἱονεί σύνδεσμός τις φυσικός τοῖς καθόλου διά τῶν οἰκείων μερῶν μεσιτεύων ἄκροις, καί εἰς ἕν ἄγων ἐν ἑαυτῷ τά πολλῷ κατά τήν φύσιν ἀλλήλων διεστηκότα τῷ διαστήματι, ἵνα τῆς πρός Θεόν, ὡς αἴτιον, τά πάντα συναγούσης ἑνώσεως ἐκ τῆς ἰδίας πρότερον ἀρξάμενος διαιρέσεως καθεξῆς διά τῶν μέσων εἱρμῷ καί τάξει προβαίνων εἰς τόν Θεόν λάβῃ τό πέρας τῆς διά πάντων κατά τήν ἕνωσιν γινομένης ὑψηλῆς ἀναβάσεως, ἐν ὧ οὐκ ἔστι διαίρεσις, τήν μηδαμῶς ἡρτημένην δηλαδή κατά τόν προηγούμενον λόγον τῆς περί τήν γένεσιν τοῦ ἀνθρώπου θείας προθέσεως κατά τό θῆλυ καί τό ἄρσεν ἰδιότητα τῇ περί τήν θείαν ἀρετήν ἀπαθεστάτῃ σχέσει πάντη τῆς φύσεως ἐκτιναξάμενος, ὥστε δειχθῆναί τε καί γενέσθαι κατά τήν θείαν πρόθεσιν ἄνθρωπον μόνον, τῇ κατά τό ἄρσεν καί τό θῆλυ προσηγορίᾳ μή διαιρούμενον, καθ᾿ ὅν καί προηγουμένως γεγένηται λόγον τοῖς νῦν περί αὐτόν οὖσι τμήμασι μή μεριζόμενον, διά τήν τελείαν πρός τόν ἴδιον, ὡς ἔφην, λόγον καθ᾿ ὅν ἐστιν γνῶσιν·

Εἶτα τόν παράδεισον καί τήν οἰκουμένην διά τῆς οἰκείας ἁγιοπρεποῦς ἀγωγῆς ἑνώσας μίαν ποιήσειε γῆν, μή διαιρούμενην αὐτῷ κατά τήν τῶν μερῶν αὐτῆς διαφοράν, ἀλλά μᾶλλον συναγομένην, ὡς μηδεμίαν πρός μηδέν τῶν αὐτῆς ὑπαγωγήν παθόντι μερῶν· εἶτα οὐρανόν καί γῆν ἑνώσας διά τήν πρός ἀγγέλους τῆς ζωῆς παντί τρόπῳ κατ᾿ ἀρετήν, ὡς ἐφικτόν ἀνθρώποις, ταὐτότητα μίαν ποιήσειεν ἀδιαίρετον πάντη πρός ἑαυτήν τήν αἰσθητήν κτίσιν, μή διαιρουμένην αὐτῷ τοπικῶς τό παράπαν τοῖς διαστήμασι, κούφῳ γενομένῳ τῷ πνεύματι καί μηδενί βάρει σωματικῷ κατεχομένῳ πρός γῆν, καί τῆς πρός οὐρανούς ἀναβάσεως εἰργομένῳ διά τήν πρός ταῦτα τοῦ νοῦ τελείαν ἀορασίαν γνησίως πρός τόν Θεόν ἐπειγομένου, καί σοφῶς ποιουμένου τῆς πρός αὐτόν ἀνατάσεως ἐφεξῆς, ὡς ἐν ὁδῷ κοινῇ, φυσικῶς τοῦ πρό αὐτοῦ τό φθάσαν ἐπίβασιν·

Εἶτα τά νοητά καί τά αἰσθητά πρός τούτοις ἑνώσας διά τήν πρός ἀγγέλους κατά τήν γνῶσιν ἰσότητα μίαν ποιήσῃ κτίσιν τήν ἅπασαν κτίσιν, μή διαιρουμένην αὐτῷ κατά τήν γνῶσιν καί τήν ἀγνωσίαν, ἴσης αὐτῷ πρός τούς ἀγγέλους ἀνελλιπῶς γενομένης τῶν ἐν τοῖς οὖσι λόγων γνωστικῆς ἐπιστήμης, καθ᾿ ἥν ἡ τῆς ἀληθοῦς σοφίας ἀπειρόδωρος χύσις ἐπιγενομένη κατά τό θεμιτόν ἀκραιφνῶς λοιπόν τήν περί Θεοῦ καί ἀμεσιτεύτως παρέχεται τοῖς ἀξίοις ἀδιάγνωστον καί ἀνερμήνευτον ἔννοιαν· καί τέλος ἐπί πᾶσι τούτοις, καί κτιστήν φύσιν τῇ ἀκτίστῳ δι᾿ ἀγάπης ἑνώσας (ὤ τοῦ θαύματος τῆς περί ἡμᾶς τοῦ Θεοῦ φιλανθρωπίας) ἕν καί ταὐτόν δείξειε κατά τήν ἕξιν τῆς χάριτος, ὅλος ὅλῳ περιχωρήσας ὁλικῶς τῷ Θεῷ, καί γενόμενος πᾶν εἴ τί πέρ ἐστιν ὁ Θεός, χωρίς τῆς κατ᾿ οὐσίαν ταὐτότητος, καί ὅλον αὐτόν ἀντιλαβών ἑαυτοῦ τόν Θεόν, καί τῆς ἐπ᾿ αὐτόν τόν Θεόν ἀναβάσεως οἷον ἔπαθλον αὐτόν μονώτατον κτησάμενος τόν Θεόν, ὡς τέλος τῆς τῶν κινουμένων κινήσεως, καί στάσιν βάσιμόν τε καί ἀκίνητον τῶν ἐπ᾿ αὐτόν φερομένων, καί παντός ὅρου καί θεσμοῦ καί νόμου, λόγου τε καί νοῦ, καί φύσεως ὅρον καί πέρας ἀόριστόν τε καί ἄπειρον ὄντα.

Ἐπειδή τοίνυν φυσικῶς, ὡς δεδημιούργητο, περί μέν τό ἀκίνητον, ὡς ἀρχήν ἰδίαν (φημί δέ τόν Θεόν) ὁ ἄνθρωπος οὐ κεκίνητο, περί δέ τά ὑπ᾿ αὐτόν, ὧν αὐτός θεόθεν ἄρχειν ἐπιτάγη, παρά φύσιν ἑκών ἀνοήτως κεκίνηται, τῇ πρός ἕνωσιν τῶν διῃρημένων δοθείσῃ αὐτῷ φυσικῆ δυνάμει κατά τήν γένεσιν εἰς τόν τῶν ἡνωμένων μᾶλλον διαίρεσιν παραχρησάμενος, καί ταύτῃ μικροῦ δεῖν ἐλεεινῶς εἰς τό μή ὅν πάλιν κινδυνεύσας μεταχωρῆσαι, διά τοῦτο καινοτομοῦνται φύσεις, καί παραδόξως ὑπέρ φύσιν περί τό φύσει κινούμενον ἀκινήτως, ἵν᾿ οὕτως εἴπω, κινεῖται τό πάντη κατά φύσιν ἀκίνητον, καί Θεός ἄνθρωπος γίνεται, ἵνα σώσῃ τόν ἀπολόμενον ἄνθρωπον, καί τῆς κατά τό πᾶν καθόλου φύσεως δι᾿ ἑαυτοῦ τά κατά φύσιν ἑνώσας ῥήγματα, καί τούς καθόλου τῶν ἐπί μέρους προφερομένους λόγους, οἷς ἡ τῶν διῃρημένων γίνεσθαι πέφυκεν ἕνωσις, δείξας τήν μεγάλην βουλήν πληρώσῃ τοῦ Θεοῦ καί Πατρός, εἰς ἑαυτόν ἀνακεφαλαιώσας τά πάντα, τά ἐν τῷ οὐρανῷ καί τά ἐπί τῆς γῆς, ἐν ᾧ καί ἐκτίσθησαν.

Ἀμέλει τοι τῆς καθόλου τῶν πάντων πρός ἑαυτόν ἑνώσεως ἐκ τῆς ἡμῶν ἀρξάμενος διαιρέσεως γίνεται τέλειος ἄνθρωπος, ἐξ ἡμῶν δι᾿ ἡμᾶς καθ᾿ ἡμᾶς, πάντα τά ἡμῶν ἀνελλιπῶς ἔχων, ἁμαρτίας χωρίς, τῆς κατά φύσιν ἀκολουθίας γαμικῆς οὐδόλως εἰς τοῦτο προσδεηθείς· ὁμοῦ τε καί κατά τό αὐτό δεικνύς, ὡς οἶμαι, τυχόν ὡς ἦν καί ἄλλος τρόπος τῆς εἰς πλῆθος τῶν ἀνθρώπων αὐξήσεως προεγνωσμένος Θεῷ, εἰ τήν ἐντολήν ὁ πρῶτος ἐφύλαξεν ἄνθρωπος καί πρός κτηνωδίαν ἑαυτόν τῷ κατά παράχρησιν τρόπῳ τῶν οἰκείων δυνάμεων μή κατέβαλε, καί τήν κατά τό ἄῤῥεν καί θῆλυ διαφοράν τε καί διαίρεσιν τῆς φύσεως ἐξωθούμενος, ἧς πρός τό γενέσθαι, καθάπερ ἔφην, ἄνθρωπος, οὐδόλως προσεδεήθη, ὧν δέ ἄνευ εἶναι τυχόν ἐστι δυνατόν. Ταῦτα εἰς τό διηνεκές παραμεῖναι οὐκ ἀνάγκη. Ἐν γάρ Χριστῷ Ἰησοῦ, φησίν ὁ θεῖος Ἀπόστολος, οὔτε ἄῤῥεν οὔτε θῆλυ. Εἶτα τήν καθ᾿ ἡμᾶς ἁγίασας οἰκουμένην διά τῆς οἰκείας ἀνθρωποπρεποῦς ἀναστροφῆς μετά θάνατον εἰς τόν παράδεισον ἀπαραποδίστως χωρεῖ, καθώς τῷ ληστῇ ἀψευδῶς ἐπηγγείλατο, Σήμερον, φήσας, ἔσῃ μετ᾿ ἐμοῦ ἐν τῷ παραδείσῳ.

Ἐντεῦθεν ὡς κατ᾿ αὐτόν λοιπόν μή ἐχούσης πρός τόν παράδεισον διαφοράν τῆς καθ᾿ ἡμᾶς οἰκουμένης πάλιν ἐπ᾿ αὐτῆς ἐφάνη τοῖς μαθηταῖς συνδιαιτώμενος μετά τήν ἐκ νεκρῶν ἀνάστασιν, δεικνύς ὡς ἡ γῆ μία οὖσα τυγχάνει πρός ἑαυτήν ἀδιαίρετος, τόν καθ᾿ ὅν ἐστι λόγον τῆς κατά τήν διαφοράν διαιρέσεως ἐλεύθερον διασώζουσα. Εἶτα διά τῆς εἰς οὐρανόν ἀναλήψεως τόν οὐρανόν ἥνωσε δηλονότι καί τήν γῆν, καί μετά τούτου τοῦ γηΐνου σώματος τοῦ ἡμῖν ὁμοουσίου χωρήσας εἰς οὐρανόν μίαν οὖσαν τῷ κατ᾿ αὐτήν καθολικωτέρῳ λόγῳ πᾶσαν τήν αἰσθητόν φύσιν ἀπέδειξε, τῆς τεμνούσης αὐτήν ἐν ἑαυτῷ διαιρέσεως ἀμαυρώσας τήν ἰδιότητα. Ἔπειτα πρός τούτοις, τά αἰσθητά καί τά νοητά καθεξῆς διά πάντων τῶν κατ᾿ οὐρανόν θείων καί νοητῶν ταγμάτων διελθών μετά τῆς ψυχῆς καί τοῦ σώματος, τουτέστι τελείας τῆς ἡμετέρας φύσεως, ἥνωσε, τήν πρός τό ἕν τῆς ὅλης κτίσεως κατά τόν ἑαυτῆς ἀρχικώτατόν τε καί καθολικώτατον λόγον σύννευσιν δείξας ἐν ἑαυτῷ παντελῶς ἀδιαίρετόν τε καί ἀστασίαστον.

Καί τέλος ἐπί πᾶσι τούτοις κατά τήν ἐπίνοιαν τῆς ἀνθρωπότητος πρός αὐτόν γένεται τόν Θεόν, ἐμφανισθείς ὑπέρ ἡμῶν δηλονότι, καθώς γέγραπται, τῷ προσώπῳ τοῦ Θεοῦ καί Πατρός ὡς ἄνθρωπος ὁ καθ᾿ οἱονδήποτε τρόπον μηδέποτε τοῦ Πατρός ὡς Λόγος χωρισθῆναι δυνάμενος, πληρώσας ὡς ἄνθρωπος ἔργῳ καί ἀληθείᾳ καθ᾿ ὑπακοήν ἀπαράβατον ὅσα προώρισεν αὐτός ὡς Θεός γενέσθαι, καί τελειώσας πᾶσαν βουλήν τοῦ Θεοῦ καί Πατρός ὑπέρ ἡμῶν τῶν ἀχρειωσάντων τῇ παραχρήσει τήν ἐξ ἀρχῆς ἡμῖν φυσικῶς πρός τοῦτο δοθεῖσαν δύναμιν, καί πρῶτον ἑνώσας ἡμῖν ἑαυτούς ἐν ἑαυτῷ διά τῆς ἀφαιρέσεως τῆς κατά τό ἄῤῥεν καί τό θῆλυ διαφορᾶς, καί ἀντί ἀνδρῶν καί γυναικῶν, οἷς ὁ τῆς διαιρέσεως ἐνθεωρεῖται μάλιστα τρόπος, ἀνθρώπους μόνον κυρίως τε καί ἀληθῶς ἀποδείξας, κατ᾿ αὐτόν δι᾿ ὅλου μεμορφωμένους καί σώαν αὐτοῦ καί παντελῶς ἀκίβδηλον τήν εἰκόναν φέροντας, ἧς κατ’ οὐδένα τρόπον οὐδέν τῶν φθορᾶς γνωρισμάτων ἅπτεται, καί σύν ἡμῖν καί δι’ ἡμᾶς τήν ἅπασαν κτίσιν διά τῶν μέσων ὡς μερῶν ἰδίων τά ἄκρα περιλαβών καί περί ἑαυτόν ἀλύτως ἀλλήλοις διασφίγξας παράδεισον καί οἰκουμένην, οὐρανόν καί γῆν, αἰσθητά καί νοητά, ὡς σῶμα καί αἴσθησιν καί ψυχήν καθ᾿ ἡμᾶς ἔχων καί νοῦν, οἷς ὡς μέρεσι καθ᾿ ἕκαστον τό ἑκάστῳ καθόλου συγγενές οἰκειωσάμενος ἄκρον κατά τόν προαποδοθέντα τρόπον θεοπρεπῶς τά πάντα εἰς ἑαυτόν ἀνεκεφαλαιώσατο, μίαν ὑπάρχουσαν τήν ἅπασαν κτίσιν δείξας, καθάπερ ἄνθρωπον ἄλλον, τῇ τῶν μερῶν ἑαυτῆς πρός ἄλληλα συνόδῳ συμπληρουμένην καί πρός ἑαυτήν νεύουσαν τῇ ὁλότητι τῆς ὑπάρξεως, κατά τήν μίαν καί ἁπλῆν καί ἀπροσδιόριστον, τῆς ἐκ τοῦ μή ὄντος παραγωγῆς καί ἀδιάφορον ἔννοιαν, καθ᾿ ἥν ἕνα καί τόν αὐτόν πᾶσα ἡ κτίσις ἐπιδέξασθαι δύναται λόγον παντελῶς ἀδιάκριτον, τό “Οὐκ ἦν” τοῦ “εἶναι” πρεσβύτερον ἔχουσα.


Καινὴ Κυριακή

ΑΥΤΟΣ ὁ διδάσκαλος ἐν τῷ αὐτῷ λόγῳ μετά τινά φησιν· “Οὐ βούλεταί σε ὁ λόγος ποτέ ἐν τῷ αὐτῷ μένειν, ἀλλ᾿ ἀεί κινητόν εἶναι, εὐκίνητον, πάντως νεόκτιστον”. Ὥσπερ οὖν τόν ἐγκαινιζόμενον ὑψηλότερον ἑαυτοῦ γίνεσθαι καί θεοειδέστερον ταῖς εἰς ἀρετήν προκοπαῖς φαιδρυνόμενον γινώσκομεν, οὕτω δή καί πᾶσαν δι᾿ ἡμᾶς ἐπινοηθεῖσαν ἑορτῆς ἡμέραν ἐν ἡμῖν καί δι᾿ ἡμῶν ἑαυτῆς ὑψηλοτέραν γίνεσθαι πιστεύειν ἡμᾶς χρή, τοῦ δι᾿ αὐτῆς σημαινομένου μυστηρίου τήν οἰκείαν δύναμιν ἐν ἡμῖν πρός τελείωσιν ἄγοντος. Εἰκότως οὖν ὑψηλῆς ὑψηλοτέραν τήν καινήν ὁ διδάσκαλος ἔφη Κυριακήν, ὡς ἀεί τῆς αὐτῆς ἡμῖν συνυψουμένης, καί ἑαυτήν ὑπερβαινούσης· οἷα τῆς ἀναστάσεως, λέγω δέ τῆς πρώτης Κυριακῆς, κρυφίως διά τοῦ κατ᾿ αὐτήν μυστηρίου πάσης προσύλου μόνον φαντασίας παντάπασι καθαρεύουσαν ζωήν δωρουμένης τοῖς οὕτω τό κατ᾿ αὐτήν πνευματικῶς ἐπιτελοῦσι μυστήριον, τῆς δέ νέας Κυριακῆς πρός τούτοις καί πάσης αὐτούς ἐν μετουσίᾳ ποιούσης τῆς ὧν ἡ πρό αὐτῆς ἀπήρξατο θείων ἀγαθῶν ἀπολαύσεως.


Τὸ θέλημα τῶν ἁγίων

Η ΠΡΟΑΙΡΕΣΙΣ προσλαβοῦσα τήν ἐπί τοῖς ἐφ᾿ ἡμῖν ὁρμήν τε καί χρῆσιν, πέρας τῆς κατ᾿ ὄρεξιν, ἡμῖν λογικῆς ὑπάρχει κινήσεως. Τό γάρ φύσει λογικόν, δύναμιν ἔχον φυσικήν τόν λογικήν ὄρεξιν, ἥν καί θέλησιν τῆς νοερᾶς καλοῦσι ψυχῆς· ὀρέγεται καί λογίζεται· καί λογισάμενον βούλεται. Βούλησιν γάρ εἶναί φασιν, οὐ τήν ἁπλῶς φυσικήν, ἀλλά τήν ποιάν· τουτέστι, τήν περί τινος θέλησιν· καί βουλόμενον ζητεῖ· καί ζητοῦν σκέπτεται· καί σκεπτόμενον βουλεύεται· καί βουλευόμενον κρίνει· και κρίνον προαιρεῖται· καί προαιρούμενον ὁρμᾷ· καί ὁρμῶν, κέχρηται· καί χρώμενον παύεται τῆς ὀρεκτικῆς ἐπ᾿ ἐκεῖνο κινήσεως. Οὐδείς γάρ κέχρηται, μή πρότερον ὁρμήσας· καί οὐδείς ὁρμᾷ, μή προαιρούμενος· καί οὐδείς προαιρεῖται, μή κρίνας· καί οὐδείς κρίνει, μή βουλευσάμενος· καί οὐδείς βουλεύεται, μή σκεψάμενος· καί οὐδείς σκέπτεται, μή ζητήσας· καί οὐδείς ζητεῖ, μή βουληθείς· καί οὐδείς βούλεται, μή λογισάμενος· καί οὐδείς λογίζεται, μή ὀρεγόμενος· καί οὐδείς λογικῶς ὀρέγεται, μή ὑπάρχων φύσει λογικός. Λογικόν οὖν φύσει ζῶον ὑπάρχων ὁ ἄνθρωπος, ὀρεκτικός ἐστι, καί λογιστικός, καί βουλητικός, καί ζητητικός, καί σκεπτικός καί προαιρετικός, καί ὁρμητικός καί χρηστικός.

Εἰ δέ μετά τῶν λοιπῶν καί προαιρετικόν φύσει ζῶον ὁ ἄνθρωπος· ἡ δέ προαίρεσις τῶν ἐφ᾿ ἡμῖν, καί δι᾿ ἡμῶν γίνεσθαι δυναμένων, καί ἄδηλον ἐχόντων τό τέλος ἐστίν· ἐφ᾿ ἡμῖν δέ, καί ὁ τῶν ἀρετῶν λόγος, τῶν κατά φύσιν δυνάμεων ὑπάρχων ἐνεργούμενος νόμος· καί ὁ κατά παράχρησιν τῶν αὐτῶν δυνάμεων τρόπος, τά παρά φύσιν πάθη παρυφιστῶν· ἄρα πᾶς φύσει προαιρετικός, τῶν ἀντικειμένων ἐπιδεκτικός τε καί κριτικός. Εἰ δέ τῶν ἀντικειμένων κριτικός, καί προαιρετικός πάντως· εἰ δέ προαιρετικός, ὡς ὑπ᾿ αὐτῷ κειμένης τῆς ἐπ᾿ ἄμφω κινήσεως, οὐκ ἄτρεπτος φύσει καθέστηκεν.

Οὐκοῦν ἐπειδή τῶν ἀμφιβόλων ἐστίν, ὡς ἐφ᾿ ἡμῖν, ἥ τε βουλή καί ἡ κρίσις καί ἡ προαίρεσις, ὅταν οὐκ ἔστι τά ἀμφίβολα, τῆς αὐθυποστάτου πᾶσιν ἐμφανοῦς ἀληθείας δειχθείσης, προαίρεσις οὐκ ἔστι διά τῶν μέσων καί ἐφ᾿ ἡμῖν ὄντων κινουμένη πραγμάτων· ὅτι μηδέ κρίσις, ἀφορισμόν ποιουμένη τῶν ἀντικειμένων, ὧν τό κρεῖττον ποιούμεθα πρό τοῦ χείρονος αἱρετόν· εἰ δέ τότε κατά τόν νῦν κρατοῦντα νόμον τῆς φύσεως, προαίρεσις οὐκ ἔστι, πάσης ἀπογενομένης τῶν ὄντων ἀμφιβολίας, ὄρεξις ἐνεργής ἔσται μόνη νοερά, τοῖς οὕτω κατά φύσιν ὀρεκτικοῖς· μόνης ἀφράστως ἐπειλημμένη τῆς τοῦ κατά φύσιν ὀρεκτοῦ μυστικῆς ἀπολαύσεως, πρός ἥν ἔσχε διά τῶν ἀπηριθμημένων τήν κίνησιν· ἧς ὁ κόρος ἐστίν, ἡ ἐπ᾿ ἄπειρον ἐπίτασις αὐτῆς τῆς τῶν ἀπολαυόντων ὀρέξεως· ἑκάστου τοσοῦτον ὑπερφυῶς μεθέξοντος, ὅσον ἐπόθησε· καί πρός αὐτό τό φύσει ποθούμενον ἄμεσος συνανάκρασις. Εἰ δέ ὅσον τις ἐπόθησε, τοσοῦτον μεθέξει τοῦ ποθουμένου· τῷ μέν τῆς φύσεως λόγῳ, μία δειχθήσεται πάντων ἡ θέλησις· τῷ δέ τῆς κινήσεως τρόπῳ, διάφορος.

Εἰ δέ τρόπῳ τῷ κατά τήν κίνησιν οὐ μία πάντων ἀνθρώπων ἡ θέλησις, οὐδέποτε μία τοῦ τε Θεοῦ καί τῶν σωζομένων, ὥς τισιν ἔδοξε, κατά πάντα τρόπον γενήσεται θέλησις, κἄν ἕν τό θεληθέν ἐστι τῷ τε Θεῷ καί τοῖς ἁγίοις, ἡ σωτηρία τῶν σωζομένων, σκοπός ὑπάρχουσα θεῖος, ὡς τέλος πάντων προεπινοηθέν τῶν αἰώνων, περί ὅ, τῶν τε σωζομένων πρός ἀλλήλους καί Θεοῦ τοῦ σώζοντος, κατά τήν θέλησιν γενήσεται σύμβασις, ὅλου ἐν πᾶσι γενικῶς καί τό καθ᾿ ἕκαστον εἰδικῶς χωρήσαντος τοῦ Θεοῦ, τοῦ τά πάντα πληροῦντος τῷ μέτρῳ τῆς χάριτος, καί ἐν πᾶσι πληρουμένου, μελῶν δίκην, κατά τήν ἀναλογίαν τῆς ἐν ἑκάστῳ πίστεως αὐτῷ συμφυεῖσιν. Εἰ γάρ τοῦ μέν Θεοῦ τό θέλημα φύσει σωστικόν, τό δέ τῶν ἀνθρώπων φύσει σωζόμενον ταυτόν οὐκ ἄν εἴη ποτέ τό φύσει σῶζον, καί τό φύσει σωζόμενον, κἄν εἷς ἀμφοτέρων σκοπός, ἡ σωτηρία τῶν ὅλων καθέστηκεν, ὑπό μέν τοῦ Θεοῦ προβεβλημένη, ὑπό δέ τῶν ἁγίων προῃρημένη.


Ἀγγελικὸς βίος

ΣΗΜΕΙΩΣΑΙ τά περί τῶν ἀγγέλων, καί ὅτι τά ἄϋλα καί ἐν ἀλλήλοις χωρεῖ ἀσυγχύτως καί ἀποχωρεῖ καί οἱονεί βαθμός καί τάξεις εἰσίν πρῶται καί δεύτεραι καί ὅτι οἱ θεῖοι νόες ἐκεῖ περί ἑαυτούς ἑλίσσονται, οὐχ ἕλιξίν τινα σωματικήν, ἀλλ’ ὑπερκόσμιον καί νοεράν καί οἵαν πεφυκε νοῦς ἑλίττεσθαι, ἐξ ἑαυτοῦ προϊών εἰς ἐπινοήσεις καί εἰς ἑαυτόν ἀναστρέφων, οὐ μήν ἕξω ἑαυτοῦ χωρῶν σκεδαστῶς καί μεριστῶς· τοῦτο αἰνίττονται καί οἱ παρά τοῦ θεσπεσίου Ἰεζεκιήλ τροχοί πολυόμματοι· καί ὅτι περί τόν θεῖον ἔρωτα ἐν ταὐτότητί εἰσι καί ἀκρότητι· ταὐτότητα δέ νοητέον τήν ἀναπόστατον πρός Θεόν προσοχήν, ἀκρότητα δέ, τήν τῆς νοήσεως αὐτῶν καί οὐσίας ἤδη πως εἰς θέωσιν πρόοδον νόησον· καί τάς ἑνώσεις δέ τάς πρός ἀλλήλας τῶν νοητῶν τόν πρός ἀλλήλους θεοπρεπῆ νόησον ἔρωτα, ὅς, θεῖος ὤν καί ἑνοποιός, συνάπτει αὐτούς, οὐ σωρηδόν συγκομίζων, ἀλλ' ἀγαπητῶς συνδεσμῶν. Τῶν δέ ὄντων καί τῶν νοητῶν, ὡς καί τῶν νοητῶν, ὡς καί τῶν αἰσθητῶν ὁμωνύμως λεγομένων, τά μέν ἔστιν ἡνωμένα καί ἀλληλουχούμενα, τά δέ διῃρημένα καί ἐν παραθέσει, οἷον σωρηδόν· καί νοητῶν μέν ἡνωμένα, οἷον ζῶον καί φῶς καί νοητός κόσμος καί ὅσα τοιαῦτα, διῃρημένα δέ καί ἐν παραθέσει, οἷον στρατιά, τάξις, πατριά, χορός· ἐπί δέ αἰσθητῶν ἕνωσις, ζῶον, δένδρον, κόσμος, διαίρεσις δέ κατά σωρείαν, ποίμνη, δῆμος σωρός, χορός.


Συμφωνία

ΠΡΟΣ οὐδὲν ἔχων τῶν ὁρωμένων ῥέπουσαν τὸ σύνολον τὴν προαίρεσιν καὶ διὰ τοῦτο τοῖς σωματικῶς αὐτῷ συμβαίνουσι λυπηροῖς οὐχ΄ ὑπαγόμενος͵ οὗτος ὡς ἀληθῶς ἀπαθῶς ἀφίησι τοῖς εἰς αὐτὸν ἁμαρτάνουσιν͵ ὅτι μηδὲ τὸ κατ΄ ἔφεσιν αὐτῷ σπουδαζόμενον δύναταί τις τὸ παράπαν χειροῦσθαι καλόν͵ ἀνάλωτον κατὰ φύσιν ὑπάρχειν πεπιστευμένον· καὶ τῷ θεῷ καθίστησιν ἑαυτὸν ἀρετῆς ἐξεμπλάριον͵ εἰ τοῦτο θέμις εἰπεῖν͵ πρὸς μίμησιν ἑαυτοῦ τὸν ἀμίμητον ἐλθεῖν ἐγκελευόμενος͵ λέγων· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν͵ ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν͵ καὶ οἷος αὐτὸς γέγονε τοῖς πέλας͵ οἷ γενέσθαι παρακαλῶν τὸν θεόν· εἰ γὰρ ὡς αὐτὸς ἀφῆκε τὰ ὀφειλήματα τοῖς εἰς αὐτὸν ἡμαρτηκόσι͵ βούλεται καὶ αὐτῷ ἀφεθῆναι παρὰ θεοῦ͵ δηλονότι ὥσπερ ὁ θεὸς ἀπαθῶς ἀφίησιν οἷς ἀφίησιν͵ οὕτως καὶ αὐτὸς ἀπαθὴς ἐπὶ τοῖς συμβαίνουσι διαμένων͵ ἀφίησι τοῖς πλημμελήσασι͵ μὴ συγχωρῶν μνήμῃ τινὶ τῶν φθασάντων λυπηρῶν τυποῦσθαι τὸν νοῦν͵ ἵνα μὴ τέμνων τῇ γνώμῃ τὴν φύσιν ἐλέγχηται͵ πρός τινα τῶν ἀνθρώπων διεστηκώς͵ ἄνθρωπος ὤν· οὕτω γὰρ ἂν ἑνωθείσης τῆς γνώμης τῷ λόγῳ τῆς φύσεως͵ ἡ τοῦ θεοῦ πρὸς τὴν φύσιν καταλλαγὴ γίνεσθαι πέφυκεν͵ ὅτι μήτε δυνατὸν ἑτέρως κατὰ τὴν γνώμην πρὸς ἑαυτὴν στασιάζουσαν τὴν φύσιν τὴν θείαν καὶ ἀνεκλάλητον ὑποδέξασθαι συγκατάβασιν· καὶ τυχὸν διὰ τοῦτο πρότερον ἡμᾶς βούλεται τὰς πρὸς ἀλλήλους ποιεῖσθαι καταλλαγὰς ὁ θεός͵ οὐχ΄ ἵνα παρ΄ ἡμῶν μάθῃ καταλλάττεσθαι τοῖς ἁμαρτάνουσι καὶ τῶν πολλῶν συγχωρεῖν καὶ φοβερῶν ἐγκλημάτων τὴν ἔκτισιν͵ ἀλλ΄ ἵνα ἡμᾶς καθάρῃ παθῶν καὶ δείξῃ συμβαίνουσαν τῇ σχέσει τῆς χάριτος τὴν τῶν συγχωρουμένων διάθεσιν. Σαφῶς δὲ καθέστηκε δῆλον ὅτι͵ τῆς γνώμης ἑνωθείσης τῷ λόγῳ τῆς φύσεως͵ ἀστασίαστος ἔσται πρὸς τὸν θεὸν ἡ τῶν τοῦτο κατωρθωκότων προαίρεσις͵ εἴπερ οὐδὲν πέφυκεν ἐνθεωρεῖσθαι παράλογον τῷ λόγῳ τῆς φύσεως͵ ὃς καὶ νόμος ἐστὶ φυσικός τε καὶ θεῖος͵ ὅταν καθ΄ ἑαυτὸν ἐνεργουμένην λάβῃ τῆς γνώμης τὴν κίνησιν· εἰ δὲ παράλογον οὐδέν ἐστιν ἐν τῷ λόγῳ τῆς φύσεως͵ εἰκότως ἡ γνώμη͵ κατὰ τὸν λόγον κινουμένη τῆς φύσεως͵ συμβαίνουσαν ἕξει διὰ πάντων τῷ θεῷ τὴν ἐνέργειαν͵ ἥτις ἐστὶ διάθεσις ἔμπρακτος͵ τῇ χάριτι τοῦ φύσει καλοῦ πρὸς ἀρετῆς γένεσιν πεποιωμένη.


Εἴδη πυρός

ΕΚΕΙΝΟΙΣ ἐπιβρέχεται Σοδομιτικὸν πῦρ͵ τοῖς τὸν νόμον τῆς φύσεως τῇ παραχρήσει πατήσασιν· ἔστιν δὲ τοῦτο ὁ τῆς συνειδήσεως ἔλεγχος͵ ὅτ΄ ἂν πυρὸς δίκην ταύτην κατακαίει. Θεῖον δέ ἐστιν αἱ διάφοροι περιστατικαὶ συμβάσεις͵ καταιγίδες δὲ αἱ ἀθρόαι περιστάσεις͵ αἵτινες μιγνύμεναι σφοδροτέρως ἀλγυνοῦσιν. Ἐκεῖνοι δὲ τὴν συνείδησιν καίονται κατὰ μίμησιν τοῦ διαβόλου καὶ τοῖς ἀγγέλοις αὐτοῦ͵ ὅσοι διὰ τῆς ὑπερηφανίας φθονερῶς τὴν τοῦ θεοῦ πρόνοιαν διαβάλλουσιν καὶ τῇ πρὸς τὸν πλησίον κέχρηνται ἀπάτῃ. Τὸ δὲ ὃ πρὸ προσώπου κυρίου πορεύεται φλογίζον τοὺς ἐχθροὺς αὐτοῦ πῦρ ἐστιν αἱ τοῦ θεοῦ ἐνέργειαι· αὗται γὰρ χαρακτηρίζουσιν τὸ τοῦ θεοῦ πρόσωπον͵ οἷον͵ τὸ ἀγαθόν͵ τὸ φιλάνθρωπον͵ τὸ πρᾶον καὶ τὰ τούτοις ὅμοια· αἵτινες τοὺς μὲν οἰκείως ἔχοντας πρὸς αὐτὰ φωτίζουσιν͵ τοὺς δὲ ἐναντίως ἔχοντας καὶ ἀπηλλοτριωμένους τῆς ὁμοιότητος φλέγουσιν. Καὶ ταῦτα μὲν τὰ εἴδη τοῦ πυρὸς οὐκ εἶπεν διαιωνίζειν͵ διότι κατὰ τὸν Νύσσης Γρηγόριον δεῖ τὴν φύσιν τὰς ἰδίας ἀπολαβεῖν δυνάμεις καὶ τῇ ἐπιγνώσει ἀποκαταστῆναι εἰς ὅπερ γέγονεν ἐξαρχῆς͵ ὥστε τὸν δημιουργὸν ἀναίτιον ἀποδειχθῆναι τῆς ἁμαρτίας. Ἐκεῖνο δὲ φοβερώτερον εἶπεν τὸ πῦρ͵ ὃ τῷ αἰωνίῳ σκώληκι συντέτακται͵ μὴ σβεννύμενον ἀλλὰ καὶ διαιωνίζον τοῖς πονηροῖς· ὅπερ͵ φαινομένου τοῦ θείου καὶ εἰς ἀπόλαυσιν προκειμένου τοῖς ἀξίοις͵ τοὺς μὴ διὰ τῶν ἀγαθῶν ἔργων ἑαυτοὺς λαμπρύνοντας͵ δίκην σκώληκος ἀεὶ τὴν μνήμην ἀνακινούσης͵ καὶ ἀναλογιζομένους τὴν ἀποτυχίαν καὶ στέρησιν τοῦ ἀγαθοῦ ἀπεράντως κατεσθίει καὶ βασανίζει διηνεκῶς πυρὸς σφοδρότερον.


Οὔτε ὁ Πατέρας οὔτε ὁ Υἱὸς δὲν κρίνει κανένα

ΠΩΣ ὀφείλομεν εὐσεβῶς νοῆσαι τὸ τοῦ εὐαγγελίου͵ ὅτι “ὁ Πατὴρ κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ Υἱῷ” καὶ πῶς ἐν ἄλλῳ τόπῳ λέγει ὅτι “ἐγὼ κρίνω οὐδένα ἀλλ΄ ὁ λόγος ὃν ἐλάλησα͵ ἐκεῖνος κρινεῖ αὐτόν”;

Καθ΄ ὃ Θεός ἐστιν͵ οὐδὲ ὁ Πατὴρ οὐδὲ ὁ Υἱὸς κρινεῖ οὐδένα· οὐδὲ γὰρ ἄνθρωπος ἀλόγων γίνεται κριτὴς ἀλλ΄ ἀνθρώπων. Ὁ δὲ Πατὴρ δέδωκεν τῷ Υἱῷ τὴν κρίσιν͵ οὐ καθ΄ ὃ Θεός ἐστιν ὁ Υἱὸς ἀλλὰ καθ΄ ὃ ἄνθρωπος γέγονεν. Κρινεῖ δὲ πάντας συγκρίνων τὴν ἑαυτοῦ ὡς ἀνθρώπου πολιτείαν πρὸς ἡμᾶς. Πάλιν δὲ ὁ λόγος αὐτοῦ κρινεῖ͵ τουτέστιν ἡ διδασκαλία͵ ἥντινα διὰ τῶν ἔργων ἐνεδείξατο κατὰ τὸ γεγραμμένον “ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν”.

______________________________________ Αρχειοθήκη αναρτησεων ιστολογίου